← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§579.26-581.20

場所の固有の力への反論と上下の秩序

フィロポノスは、空虚な間隔説では上・下の区別や自然的な力が説明できないとするアリストテレス派の反論を紹介した上で、アリストテレスの場所の定義(包囲するものの端点)にも高山や中間層の空気をめぐって同様の難問が生じることを示し、場所そのものに力があるのではなく事物が秩序を求めて運動するのだと反論する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.83#13

μέχρι γὰρ τίνος τὸ μὲν ἄνω ὁρίσεις, τὸ δὲ κάτω; καὶ εἰ δεῖ τὸν τόπον τινὰ φυσικὴν δύναμιν ἔχειν, καθ’ ἣν τὰ κοῦφά τε καὶ βαρέα τῶν ἰδίων ἐφιέμενα τόπων ἕκαστον ὑπὸ τῆς φυσικῆς ὁρμῆς ἐπὶ τὸν οἰκεῖον φέρεται, τὸ δὲ τοιοῦτον διάστημα κενὸν τῷ ἰδίῳ λόγῳ ὑπάρχον οὐδεμίαν δύναμιν ἔχειν οἷόν τε,1 τίνι λόγῳ τὰ μὲν ἐπὶ τόδε αὐτοῦ τὸ μέρος φυσικῶς ὁρμᾷ, τὰ δὲ ἐπὶ τὸ ἕτερον; εἰ τοίνυν μάλιστα πάντων δεῖ ὑπάρχειν τῷ τόπῳ τὸ ἄνω καὶ τὸ κάτω, τῷ δὲ τοιούτῳ τόπῳ οὐκ ἂν ὑπάρξοι, μόνῳ δὲ τῷ πέρατι τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον, ὡς Ἀριστοτέλης τὸν τόπον ὡρίσατο, οὗτος ἂν εἴη κυρίως τόπος. ἐπεὶ γὰρ τὰ κρείττονά τε καὶ ἀνωτέρω εἴδους λόγον ἔχει πρὸς τὰ καταδεέστερα, ἐκείνων δηλονότι ὕλης ἐχόντων πρὸς αὐτὰ λόγον, ἐφίεται δὲ ἡ ὕλη τοῦ εἴδους, ὡς θῆλυ ἄρρενος καὶ ὡς αἰσχρὸν καλοῦ (ἕκαστον γὰρ τοῦ εἶναι ἐφίεται, ἔστι δὲ ἕκαστον ὅτε ἀπειλήφοι τὴν οἰκείαν τελειότητα, τοῦτο δέ ἐστι τὸ εἶδος), εἰκότως τὸ μὲν πῦρ τοῦ κατὰ φύσιν αὑτοῦ τόπου ἐφίεται, τουτέστι περιέχεσθαι ὑπὸ τῆς ἐπιφανείας τοῦ σώματος τῆς σεληνιακῆς σφαίρας, ἵνα κοσμῆται ὑπ’ αὐτοῦ καὶ οἷον εἰδοποιῆται (κοσμεῖται δὲ ὑπ’ αὐτοῦ καὶ τελειοῦται τῷ τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν, ποιεῖ δὲ καὶ πάσχει οὐκ ἄλλως ἢ τῷ ἅπτεσθαι), ὡσαύτως δὲ καὶ ὁ ἀὴρ ἐφίεται τοῦ ὑπὸ τῆς τοῦ πυρὸς περιέχεσθαι σφαίρας, καὶ οὕτω μέχρι τῶν ἐσχάτων. Ἀλλὰ καὶ πρὸς ταῦτα εὔκολος ἡ ἀπάντησις· τὰ αὐτὰ γὰρ καὶ τῷ Ἀριστοτελικῷ λόγῳ οὐδὲν ἧττον συμβαίνει. εἰ γὰρ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος, τὰ δὲ περιεχόμενα ἄλλα ὑπὸ ἄλλης ἐπιφανείας τοῦ ἀέρος ἢ τοῦ ὕδατος περιέχεται, ὡς ἂν ἕκαστον ἔχῃ μεγέθους ἢ σμικρότητος, λεγέτωσαν ἡμῖν μέχρι τίνος τὸν κάτω τόπον ὁρίσομεν. εἰ γὰρ ὄρη τινὰ διὰ μεγέθους ὑπερβολὴν σχεδὸν ἐγγίζει τῇ σεληνιακῇ σφαίρᾳ, ὡς καὶ διὰ τοῦτο Σεληναῖα καλεῖσθαι, εἰ ταῦτα νοήσομεν μὴ συνεχῆ ὄντα τῇ γῇ ἀλλὰ διῃρημένα, πότερον ἐν τῷ ἄνω τόπῳ λεχθήσεται ἢ ἐν τῷ κάτω; καὶ τί λέγω ταῦτα; οἱ ἐπάνω τούτων ἐπικείμενοι λίθοι, ἢ τὰ περὶ τὸ κέντρον τοῦ παντὸς ἢ γῆς μόριά τινα διῃρημένα τοῦ ὅλου ἢ ὕδατος, ἆρα ἐν τῷ κάτω τόπῳ εἰσίν; οὐκοῦν ὁ ὑπὸ τὰ ὄρη ἐκεῖνα ἀὴρ ἐν τῷ παρὰ φύσιν ἂν εἴη τόπῳ κατωτέρω ὑπάρχων τῶν βαρέων σωμάτων. κἂν μὴ διῃρημένα δὲ ἐπινοηθείη τὰ ὑψηλότερα τῶν ὀρῶν, ἀλλ’, ὥσπερ εἰσί, συνεχῆ τῇ ὅλῃ γῇ, πότερον τὴν ἐπιφάνειαν τοῦ ἀέρος, τὴν περιέχουσαν τὰς κορυφὰς αὐτῶν, μόριον φήσομεν τοῦ κάτω τόπου ἢ οὔ; καὶ τοῦτο μέχρι πόσου; τὰ αὐτὰ καὶ περὶ τοῦ ἄνω τόπου ἐροῦμεν· ποῖον γὰρ ἐρεῖς τὸν ἄνω τόπον; πότερον τὴν κοίλην ἐπιφάνειαν τῆς σεληνιακῆς σφαίρας; ἀλλ’ εἰ αὕτη μόνον εἴη ὁ ἄνω τόπος, καὶ τὰ ὑπὸ ταύτης προσεχῶς περιεχόμενα, ταῦτα μόνα ἐν τῷ ἄνω ἐστὶ τόπῳ, οὐκ ἂν εἴη ὁ ἀὴρ ἐν τῷ ἄνω τόπῳ, ἐπεὶ μὴ ὑπὸ ταύτης προσεχῶς περιέχεται, ἀλλ’ ὑπὸ τῆς τοῦ πυρός. ἀλλ’ εἰ καὶ αὕτη ἄνω εἴη, δύο εἴδη ἂν εἴη τοῦ ἄνω τόπου. καὶ περὶ τοῦ κάτω δὲ ὁ αὐτὸς λόγος ἐπί τε τῆς γῆς σκοποῦντι καὶ τοῦ ὕδατος. καὶ τίς ἂν εἴη ἡ διαφορὰ τοῦ τε ἄνω τόπου πρὸς ἑαυτὸν καὶ ἔτι τοῦ κάτω; ὅτι μὲν αἱ αὐταὶ ἀπορίαι οὐδὲν ἧττον καὶ τούτῳ ἕπονται τῷ λόγῳ, σαφὲς ἐντεῦθεν, ὡς δὲ τὸ ἀληθὲς ἔχει, γνοίης ἂν οὕτως. κυρίως μὲν οὐδ’ ἂν εἴη ἐν τῷ παντὶ κατὰ φύσιν τὸ ἄνω καὶ τὸ κάτω, ἀλλ’ ὡς αὐτός φησιν ἐν ἑτέροις, τὸ κύκλῳ καὶ τὸ πέριξ. εἰ δὲ καὶ φήσομεν ἄνω μὲν τὸ πέριξ, κάτω δὲ τὸ μέσον, ἔσται κάτω μὲν τόπος ὁ ἀπειλημμένος ὑπὸ τῶν βαρέων σωμάτων, ἄνω δὲ ὁ ὑπὸ τῶν κούφων· τὰ γὰρ ἐπανιστάμενα τῶν ὀρῶν βίᾳ ὑπερανέχει τὸ ὅλον.2 βίᾳ δὲ λέγω, διότι εἰ καὶ συνεχῆ ἐστι τῇ ὅλῃ γῇ, ἀλλ’ οὐ πανταχόθεν αὐτῇ συνάπτει· ἔοικε γὰρ τοῖς λίθοις τοῖς ἐπιτιθεμένοις ἀλλήλοις ἐν ταῖς οἰκοδομίαις. τὴν δὲ παρὰ φύσιν αὐτῶν θέσιν δηλοῦσιν ἱκανῶς αἱ ἀπορρήξεις αὐτῶν· ἀπορραγέντα γάρ, ὡς δὴ παρὰ φύσιν ὄντα, φέρεται ἐπὶ τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον. τὸ δὲ λέγειν δύναμίν τινα ἔχειν αὐτὸν καθ’ αὑτὸν τὸν τόπον γελοῖον πάνυ· οὐ γὰρ ἐπιφανείας ἐφιέμενα φέρεται ἐπὶ τοὺς οἰκείους τόπους ἕκαστα, ἀλλὰ τῆς τάξεως ἐφιέμενα, ἧς παρὰ τοῦ δημιουργοῦ τετυχήκασιν.3

いったいどこまでを上と規定し、どこまでを下と規定するのか。また、もし場所は何らかの自然的な力を有していなければならず、それに従って軽きものと重きものが固有の場所を慕い求め、各々が自然的衝動によって自身の固有の[場所]へと運ばれるのであり、一方そのような間隔は自身の固有の規定により空虚として存在するためいかなる力も持ち得ないとすれば、いかなる理由によって、あるものはこの間隔のこちら側の部分へ、あるものは別の部分へと自然的に突進するのか。それゆえ、もし何よりもまず場所に上と下が属していなければならず、しかしそのような場所にはそれが属し得ず、アリストテレスが場所を規定したように、包囲するものが包囲されるものを包囲する限りでの包囲するものの端点にのみ属するのであれば、これこそが厳密な意味での場所であろう。なぜなら、より優れたものおよびより上のものは、より劣ったものに対して形相の比率を有し、後者は前者に照らして明白に質料の比率を有しており、そして質料は形相を慕い求めるのであって、あたかも女性が男性を、醜いものが美しいものを慕い求めるかのようであるからである(というのも、各々のものは存在することを慕い求めており、各々のものは固有の完成態を受け取ったときに存在するのであり、これこそが形相である)。それゆえ当然にも、火は自身の本性に従う場所を慕い求めているのであり、すなわち月球の物体の表面によって包囲されることを慕い求めている。それは火が月球によって秩序づけられ、いわば形相化されるためである(そして火は月球によって秩序づけられ完成されるが、それは一方が作用し他方が受動することによるのであり、作用し受動することは接触すること以外の何によってもなされない)。同様に空気もまた火の球によって包囲されることを慕い求めており、こうして最果ての諸部分に至るまで同様である。 しかしこれらの議論に対する返答も容易である。というのも、同じ事態がアリストテレスの議論にも劣らず生じるからである。もし場所が包囲するものの端点であり、包囲される諸物体は、各々が大きさや小ささを有する次第に応じて、空気や水のそれぞれ異なる表面によって包囲されるのであれば、彼らは私たちがどこまでを下なる場所と規定すべきであるかを私たちに語るがよい。なぜなら、もしある山々が極度の大きさゆえに月球にほぼ近接しており、このことゆえにまさに「月の山」とも呼ばれるほどであるとするなら、もし私たちがこれらを大地と連続しておらず分離していると構想する場合、それらは上の場所にあると言われるのか、それとも下の場所にあると言われるのか。いや、なぜ私はこのようなことを言うのか。これらの山の上に載っている石や、宇宙の中心の周りにあるものや、全体から切り離された大地や水の何らかの部分は、はたして下の場所にあるのだろうか。したがって、それらの山々の下にある空気は、重い物体よりも下方に存在することになり、本性に反する場所に存することになるであろう。また、山々のうちより高いものが分離していると構想されず、現にあるように大地全体と連続しているとしても、山々の頂を包囲している空気の表面を、私たちは下の場所の部分と言うべきであろうか、それとも否か。そしてこれはどこまで続くのか。同じことを私たちは上の場所についても言うであろう。なぜなら、あなたはいかなるものを上の場所と言うのか。はたして月球の凹面のことであろうか。しかし、もしこの凹面だけが上の場所であり、これによって直接に包囲されるもの、これらだけが上の場所にあるのだとすれば、空気は上の場所にはないことになるであろう。なぜなら、空気はこの〔表面〕によって直接に包囲されているのではなく、火の表面によって包囲されているからである。だが、もし火の表面も上であるとするなら、上の場所には二つの種が存在することになるであろう。そして下についても、大地と水について考察する者には同じ議論が当てはまる。そして上の場所自体の相互の差異、さらには下の場所の差異とは何であろうか。同じ難問がこの議論にも劣らず付きまとうことは、ここから明白であるが、真実がどうであるかは、次のようにして知られよう。厳密に言えば、宇宙のうちには本性に従う上と下は存在せず、彼自身が他の箇所で述べているように、回転するものと周囲を取り巻くものがあるだけである。しかし、もし私たちが周囲を取り巻くものを上、中心を下と呼ぶとしても、重い物体によって占められた場所が下であり、軽い物体によって占められた場所が上であることになるであろう。なぜなら、山々のうち隆起しているものは、全体の上に無理に突き出ているからである。無理に、と私が言うのは、たとえそれらが大地全体と連続しているとしても、あらゆる側から大地と結合しているわけではないからである。というのも、それらは建築において互いの上に積み重ねられた石に似ているからである。そしてそれらの本性に反する配置は、それらの崩落によって十分に明らかに示されている。なぜなら、崩落したものは本性に反する状態にあったものとして、自身の固有の、本性に従う場所へと運ばれるからである。しかし場所そのものがそれ自体として何らかの力を有していると言うことは、まったくもって滑稽である。なぜなら、各々のものは表面を慕い求めて自身の固有の場所へと運ばれるのではなく、制作者から授かった秩序を慕い求めて[運ばれる]からである。

構文注3 件
  1. 4.83τὸ δὲ τοιοῦτον διάστημα κενὸν τῷ ἰδίῳ λόγῳ ὑπάρχον οὐδεμίαν δύναμιν ἔχειν οἷόν τε

    条件文 εἰ δεῖ... の内部で対比的に並置された節。前節(τὰ κοῦφά τε καὶ βαρέα... φέρεται)を受けて、「一方でそのような間隔は...いかなる力も持ち得ない」という対立命題を提示し、主節の疑問文(τίνι λόγῳ...)へと導く構文的骨格を成している。

  2. 4.83τὰ γὰρ ἐπανιστάμενα τῶν ὀρῶν βίᾳ ὑπερανέχει τὸ ὅλον

    τὸ ὅλον は動詞 ὑπερανέχει の直接目的語(「全体[大地全体]の上に突き出ている」)とも、副詞的対格(「全体として/おしなべて」)とも解釈しうる。直後に συνεχῆ ἐστι τῇ ὅλῃ γῇ と大地全体との関係が論じられていることから、大地の全体(あるいは全質量)を超えて突き出ているとする直接目的語の解釈を採った。

  3. 4.83ἧς παρὰ τοῦ δημιουργοῦ τετυχήκασιν

    関係代名詞 ἧς は先行詞 τῆς τάξεως を受け、動詞 τυγχάνω の支配格として属格となっている。文脈上、製作者から秩序を「授かった/割り当てられた」という受動的・授受的意味合を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:579.26-581.20