← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§568.12-570.9

物体の充填と単離しない間隔としての場所

ピロポノスは、物体の相互置換やアンフォラによる計量において測られているのが面ではなく三次元の間隔であることを示し、場所とは物体と区別される間隔(定義上は空虚)であるが、質料と形相のように物体から離れて単独で存在することはないと論じる。さらに水時計(ハルパギオン)の実験における自然の真空阻止(真空の強制力)を引き合いに出し、間隔の存在とそれが決して物体の外に空虚として単離しないことの両方を論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.83#7

τοῦτο δὲ ἦν ὁ τόπος· τοὺς γὰρ τόπους ἀντιπαραχωροῦσιν ἀλλήλοις· στερεόν τι ἄρα ὁ τόπος, στερεὸν δὲ λέγω τὸ τριχῇ διαστατόν. μέτρον δὲ καὶ ὁ τόπος τῶν ἐν τόπῳ, διὸ καὶ ἴσος. σαφέστερον δὲ τὸ αὐτὸ ἐπὶ τοῦ ἀμφορέως δειχθήσεται. εἰ γὰρ μὴ ἦν τι διάστημα μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ ἀμφορέως ὃ τέως ὁ ἀὴρ ἐπλήρωσε, τοσοῦτον ἔχον τὸ στερεὸν ὅσος ἐστὶ καὶ ὁ ἐν αὐτῷ ἀήρ, ἀλλὰ μόνον ἐπιφάνειά ἐστιν ἡ δεξαμένη τὸν ἀέρα, ἐπειδή ἐστι μέτρον τι ὁ ἀμφορεύς, τὸ δὲ μέτρον ἀνάγκη πᾶσα ἴσον εἶναι τῷ μετρουμένῳ, εὔλογον τὸ καὶ ἀέρος ἐπιφάνειαν μόνην δέξασθαι, ὅπερ ἄλογον·1 ἀντιμεθισταμένου γὰρ τοῦ ἀέρος τῷ ὕδατι στερεόν τι καὶ σῶμα τὸ ὕδωρ τὸν τόπον τοῦ ἀέρος καταλαμβάνει. εἰ οὖν μετρεῖται τὸ ὕδωρ ὑπὸ τοῦ ἀμφορέως, τοσοῦτον δέ ἐστι τὸ μέτρον ὅσον καὶ τὸ μετρούμενον ὑπ’ αὐτοῦ, στερεοῦ ὄντος τοῦ ὕδατος καὶ οὐκ ἐπιφανείας στερεὸν ἂν εἴη καὶ τὸ μέτρον. πληρώσαντες γοῦν τὸν ἀμφορέα καὶ μετρήσαντες τὸ ὕδωρ, τοσαύτην φαμὲν εἶναι τὴν τοῦ ἀμφορέως χώραν ὅσον ἐστὶ καὶ τὸ ὕδωρ· ἆρα οὖν τὴν ἐπιφάνειαν τοῦ ὕδατος ἐμετρήσαμεν, πόση τίς ἐστιν ἡ περίμετρος αὐτοῦ; οὐδαμῶς, ἀλλὰ τὸ στερεόν· διόπερ οὐ προσποιούμεθα ὁποῖον ἂν ἔχῃ σχῆμα τὸ μετροῦν, ἀλλὰ μόνον τὰ στερεὰ ἐμβαδὰ σκοποῦμεν. ὅταν οὖν εἴπωμεν, ὅτι τοσαύτη ἐστὶν ἡ τοῦ ἀμφορέως χώρα ὅσα στερεὰ ἔχει τὸ ὕδωρ, ἆρα μὴ τὸν ἀέρα φαμὲν τοσοῦτον εἶναι ὃς ἦν πρὸ τοῦ ὕδατος ἐν τῷ ἀμφορεῖ; οὐδαμῶς· οὐ γὰρ διὰ τοῦ ἀέρος ἐχώρησε τὸ ὕδωρ καὶ ὑπὸ τοῦ ἀέρος ἐμετρήθη, ἀλλ’ ὑπεξέστη τῷ ὕδατι ὁ ἀήρ. ἀλλὰ ἆρα μὴ τὴν ἐπιφάνειαν τοῦ ἀμφορέως τοσαύτην εἶναί φαμεν; οὐδαμῶς· οὐ γὰρ ἐπίπεδα μετρεῖν ἡμῖν ἐν τούτοις σκοπός, ἀλλὰ τὰ στερεά. λείπεται ἄρα τὴν χώραν τὴν μεταξὺ τῶν περάτων τῶν ἐντὸς τοῦ ἀμφορέως μετρεῖν· ἔστιν ἄρα τι τὸ μεταξὺ διάστημα παρὰ τὰ ἐμπίπτοντα σώματα. καὶ οὐ δήπου τοῦτο λέγω, ὅτι τὸ διάστημα τοῦτο ἤ ἐστί ποτε ἢ δύναται εἶναι κενὸν παντὸς σώματος· οὐδαμῶς, ἀλλ’ εἶναι μέν φημι ἕτερον παρὰ τὰ ἐμπίπτοντα σώματα καὶ τῷ ἰδίῳ λόγῳ κενόν, μηδέποτε μέντοι χωρὶς σώματος, ὥσπερ ἀμέλει καὶ τὴν ὕλην φαμὲν τῶν μὲν εἰδῶν ἑτέραν εἶναι, μηδέποτε μέντοι χωρὶς εἴδους εἶναι δύνασθαι. οὕτως οὖν καὶ τὸ διάστημα ἕτερον μὲν εἶναι παντὸς σώματος καὶ κενὸν τῷ ἰδίῳ λόγῳ νοοῦμεν, ἀλλ’ ἀεὶ μετεμπίπτει εἰς αὐτὸ ἄλλοτε ἄλλα σώματα αὐτὸ ἀκίνητον μένον καὶ καθ’ ὅλον καὶ κατὰ μόρια,2 καθ’ ὅλον μὲν διότι τὸ κοσμικὸν διάστημα τὸ δεξάμενον τὸ τοῦ κόσμου παντὸς σῶμα οὐδέποτ’ ἂν κινηθείη, κατὰ μόρια δὲ διότι κινεῖσθαι τὸ ἀσώματον διάστημα καὶ τῷ ἰδίῳ λόγῳ κενὸν ἀδύνατον. Ἔτι ἡ τοῦ κενοῦ βία ἀμφότερα σαφῶς παραστήσει τῷ γε πρὸς τὴν ἀλήθειαν βλέποντι, λέγω δὴ τὸ καὶ εἶναί τι τὸ διάστημα ἕτερον παρὰ τὰ ἐμπίπτοντα σώματα, καὶ μηδέποτε τοῦτο ἐκτὸς σώματος εἶναι. τί γὰρ δήποτε ἐν ταῖς κλεψύδραις,3 λέγω δὴ ἐν τοῖς καλουμένοις παρ’ ἡμῖν ὑπὸ τῶν πολλῶν ἁρπαγίοις, πεπληρωμένου ὄντος ὕδατος τοῦ ἀγγείου καὶ ὄντων μὲν ἐν τῷ πυθμένι τρημάτων παμπόλλων, ἐπειδὰν μὲν τὴν κατὰ τὸ στόμα ὀπὴν τῷ δακτύλῳ ἀποφράξωμεν, οὐκ ἔξεισι τὸ ὕδωρ διὰ τῶν τοῦ πυθμένος τρημάτων βαρύ γε ὂν καὶ τοσαύτας ἔχον διεξόδους, ἀλλ’ ἐποχεῖται κατὰ τὰ τρήματα τῷ ἀέρι καὶ μετέωρον ἵσταται παρὰ φύσιν, ἐπειδὰν δὲ ἐκφράξωμεν τὴν ἄνωθεν ὀπήν, ἔξεισι διὰ τῶν τρημάτων τοῦ πυθμένος μετὰ ῥύμης τὸ ὕδωρ; τούτου δὲ ἡ αἰτία οὐδεμία ἄλλη ἢ ἡ τοῦ κενοῦ βία· ἐπειδὴ γὰρ μὴ ἐνδέχεται εἶναι κενόν, τῆς ἄνωθεν ὀπῆς πεφραγμένης, εἰ ἐξέλθοι κάτωθεν τὸ ὕδωρ, οὐδαμόθεν σχήσει ὁ ἀὴρ ἀντιπεριστῆναι εἰς τὸ ἐντὸς ἐξιόντος τοῦ ὕδατος· οὔτε γὰρ ἄνωθεν (βέβυσται γὰρ ἀκριβῶς τῷ δακτύλῳ τὸ ἄνω στόμιον) οὔτε κάτωθεν· λεπτῶν γὰρ ὄντων πάνυ τῶν τρημάτων καὶ τοῦ ὕδατος ἐπικειμένου οὐκ ἰσχύει βιασάμενον τὸ ὕδωρ παρείσδυσιν εὑρεῖν, ἅμα δὲ ἐξιέναι τὸ ὕδωρ καὶ εἰσιέναι τὸν ἀέρα ἀδύνατον. φερομένου οὖν τοῦ μὲν ὕδατος ἐπὶ τὸ κάτω τοῦ δ’ ἀέρος ἀντωθοῦντος ὑπὸ τῆς φυσικῆς ἐν τῷ παντὶ τοῦ κενοῦ βίας στάσις γίνεται· εἰ μὲν γὰρ ἦσαν εὐρύτεραι αἱ ὀπαί, πλείονος ὄντος τοῦ ἐν αὐταῖς ὕδατος ἠδύνατο καθ’ ἓν μέν τι μόριον νικηθεὶς ὁ ἀὴρ ὑποχωρῆσαι τῷ ὕδατι, εἶτα τῆς φυσικῆς ὁρμῆς τοῦ ὕδατος ῥεψάσης ἐπὶ θάτερα, ᾗ ἂν παρείκοι ὁ κατὰ θάτερον μέρος ἀήρ, τότε ὁ κατὰ τὸ ἕτερον μέρος ἀήρ, τῆς ῥύμης τοῦ ὕδατος ἐπὶ θάτερον μετατεθείσης, ἠδύνατο παρείσδυσιν ἔχειν.

そしてこれこそが場所であった。なぜなら諸物体は互いに場所を譲り合うからである。したがって場所とは何らかの立体であり、立体と私が言うのは三次元に広がったもののことである。また場所は場所の中にあるものの尺度でもあり、それゆえ等しいのである。同じことがアンフォラにおいて、より明白に示されるであろう。なぜなら、もしアンフォラの凹面の間に、かつて空気が満たしており、その中にある空気と同じだけの立体を持つ何らかの間隔が存在せず、空気を受け入れたものが面のみであるとするなら――アンフォラは何らかの尺度であり、尺度は測られるものと等しいことが全く必然である以上――空気の面のみを受け入れたということも筋が通ることになってしまうが、これは不条理である。空気が水に場所を明け渡すとき、水という何らかの立体であり物体であるものが空気の場所を占めるからである。それゆえ、もし水がアンフォラによって測られ、尺度はそれによって測られるものと同じだけのものであるとすれば、水が立体であって面ではない以上、尺度もまた立体であることになろう。ともあれアンフォラを満たして水を測ったとき、我々はアンフォラの空間が水と同じだけのものであると言う。では我々は水の面を、すなわちその周囲がどれほどであるかを測ったのであろうか。決してそうではなく、立体を[測ったの]である。それゆえ我々は、測るものがどのような形をしているかを考慮せず、立体的な容量のみに注目するのである。それゆえ我々が、アンフォラの空間は水が持つ立体と同じだけのものであると言うとき、水の前にアンフォラの中にあった空気がそれだけのものであると言っているのであろうか。決してそうではない。水は空気を通って進んだのでも、空気によって測られたのでもなく、空気が水に場所を譲ったからである。ではアンフォラの面がそれだけのものであると言っているのであろうか。決してそうではない。これらのことにおいて我々の目的は平面を測ることではなく、立体を[測ること]だからである。したがってアンフォラの内側の限界の間の空間を測ることが残る。それゆえ、入り込む諸物体とは別に、中間の間隔が存在するのである。そして私は無論、この間隔がいつかすべての物体を欠いた空虚であるとか、〔空虚で〕ありうるなどと言っているのではない。決してそうではなく、入り込む諸物体とは異なり、それ自体の定義においては空虚であるが、決して物体なしにはあり得ないと主張しているのである。ちょうど我々が、質料は形相とは異なるものであるが、決して形相なしには存在し得ないと語るのと同様である。したがってこのように、間隔もすべての物体とは異なり、それ自体の定義においては空虚であると我々は理解するが、間隔それ自体は全体としても部分としても動かぬまま留まりながら、そこに常に代わる代わる別の諸物体が入り込むのである。全体として[動かない]というのは、世界のすべての物体を受け入れた宇宙的間隔は決して動かされ得ないからであり、部分として[動かない]というのは、非物体的な間隔であり、それ自体の定義において空虚であるものが動くことは不可能だからである。 さらに、空虚の強制力は、真理に目を向ける者に対して、間隔が入り込む諸物体とは別のものであるということ、およびこれが決して物体の外にはあり得ないということの両方を明白に示すであろう。なぜならいったいどうして水時計において――我々の間では一般にハルパギオンと呼ばれているものにおいて――容器に水が満たされ、底には極めて多くの孔があるとき、我々が口の孔を指で塞ぐと、水は重いものであり、これほど多くの出口を持っているにもかかわらず、底の孔を通って出ていかず、孔のところで空気に乗って自然に反して宙に浮いて留まり、他方で上の孔を開けると、底の孔を通って水が勢いよく出ていくのであろうか。この原因は、空虚の強制力以外の何ものでもない。なぜなら空虚が存在することはあり得ないので、上の孔が塞がれている場合、もし水が下から出ていくとすれば、水が出ていく際に空気が内部へと周囲から入り込む余地がどこにもないからである。上からは[入れない](上の開口部は指で正確に塞がれているからであるし)、下からも[入れない]。なぜなら孔が極めて小さく、水が覆いかぶさっているため、[空気は]水を押しのけて侵入することができず、かつ水が出ることと空気が入ることは同時に起こり得ないからである。それゆえ、水が下へと運ばれる一方で、万物の中に存する空虚への自然的な強制力によって空気が押し返すため、停止が生じるのである。なぜなら、もし孔がより広ければ、孔の中にある水がより多いので、空気はある一角で圧倒されて水に場所を譲り、次いで水の自然の衝動が、一方の部分の空気が退く一方の側へと傾くことで、そのとき水の勢いが一方の側へと移ったため、他方の部分の空気が侵入することができたであろうからである。

構文注3 件
  1. 4.83εὔλογον τὸ καὶ ἀέρος ἐπιφάνειαν μόνην δέξασθαι, ὅπερ ἄλογον

    εὔλογον は非人称的な述語形容詞で、主語として τὸ ... δέξασθαι(冠詞付き不定詞句、意味上の主語は先行する ὁ ἀμφορεύς)を取る。帰謬法の一環として「[もし場所が面であるなら]アンフォラが空気の面のみを受け入れたと解することも筋が通ることになってしまうが、これは不条理である(ὅπερ ἄλογον)」という対比構文をなしている。

  2. 4.83ἀλλ’ ἀεὶ μετεμπίπτει εἰς αὐτὸ ἄλλοτε ἄλλα σώματα αὐτὸ ἀκίνητον μένον καὶ καθ’ ὅλον καὶ κατὰ μόρια

    主動詞 μετεμπίπτει に対して中性複数主語 ἄλλοτε ἄλλα σώματα(「次々に異なる物体が」)が結びついているため単数動詞となっている。αὐτὸ ἀκίνητον μένον は διάστημα を指す対格分詞句で、主動詞に対する状況・様態の補足、または絶対対格的な構造として自立的に機能している。

  3. 4.83τί γὰρ δήποτε ἐν ταῖς κλεψύδραις

    τί γὰρ δήποτε で始まる文は、長大な挿入的条件節(ἐπειδὰν μὲν... ἐπειδὰν δὲ...)を挟んで、主節の動詞 οὐκ ἔξεισι... ἀλλ’ ἐποχεῖται... と ἔξεισι... に至る長大な疑問文を形成している。途中の ὄντων μὲν... は属格絶対構文であり、文全体の主語は τὸ ὕδωρ である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:568.12-570.9