← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§439.24-441.12

有限な場所の数と無限な種の不可能性

フィロポノスは、無限なものが無限な種から成るという仮定を批判し、場所の有限性(上下などの限定された数と大きさ)から元素や種が無限でありえないことを論証した上で、無限な種を有限な場所に分配できないという反論を通じて、場所の理論からも無限な物体の存在が完全に論破されることを示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.110#3

ἔν τε γοῦν τοῖς κοιλώμασι τῆς γῆς ἀήρ τε καὶ ὕδωρ ὑπάρχει, καὶ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις ἀμφότερα ὁμοίως ὁρῶνται· φαίνεται γοῦν καὶ ὕδωρ κατιὸν ἄνωθεν. ἐπεὶ οὖν ὁ τοῦ ἀπείρου τόπος ἀόριστος, ἐδόκουν δὲ αὐτοῖς καὶ τούτων οἱ τόποι ἀόριστοι εἶναι, εἰκότως ἐν τούτοις τὸ ἄπειρον ἀπέθεντο. εἰ τοίνυν ἀόριστον μὲν δεῖ εἶναι τὸν τοῦ ἀπείρου τόπον, οὐδὲν δὲ τῶν φυσικῶν σωμάτων ἀόριστον ἔχει τόπον, ἀδύνατον ἄρα ἕν τι τούτων ἄπειρον εἶναι. οὐκ ἄρα οὐδὲ ἐκ πεπερασμένων μὲν εἰδῶν, ἀπείρων δὲ ἀτόμων, δυνατὸν εἶναι τὸ ἄπειρον. Μήποτε οὖν ἐξ ἀπείρων καὶ εἰδῶν καὶ ἀτόμων ἐστὶν ἑνὸς ἀτόμου ὑφ’ ἕκαστον εἶδος τελοῦντος, ἵν’ οὕτως εὐλογωτέρα γένηται ἡ ὑπόθεσις. ὅτι οὖν οὐδὲ τοῦτο ἀληθές, δῆλον ἐντεῦθεν. πρῶτον μὲν γὰρ διπλασιασθήσεται τὸ ἄπειρον, εἴ γε ἄπειρα μὲν τὰ εἴδη, ἄπειρα δὲ τὰ ἄτομα τὰ ὑπὸ ταῦτα, ὅπερ αὐτὸς παρῆκεν,1 ἔπειτα εἰ ἄπειρα, φησί, τὰ ἁπλᾶ εἴδη ἐξ ὧν τὸ ἄπειρον συνέστηκεν, ἐπειδὴ τὰ διάφορα κατ’ εἶδος διαφόρους καὶ τοὺς τόπους κεκλήρωται, ἀνάγκη καὶ τοὺς τόπους αὐτῶν ἀπείρους εἶναι. τοῦτο δὲ ἀδύνατον· πεπερασμένοι γὰρ οἱ τόποι, οἱ μὲν πρώτιστοι καὶ κυριώτατοι δύο, ὁ ἄνω καὶ ὁ κάτω, οἱ πάντες δὲ ἕξ, οὗτοί τε καὶ ὁ εἰς δεξιὰν καὶ ἀριστεράν, καὶ ἔμπροσθεν καὶ ὄπισθεν. εἰ τοίνυν πεπερασμένοι οἱ φυσικοὶ τόποι, ἀδύνατον ἄπειρα εἶναι τὰ στοιχεῖα, εἴ γε συνδιαιροῦνται τοῖς εἴδεσι τῶν στοιχείων καὶ οἱ τόποι. οὐ μόνον δέ, φησί, τοῖς εἴδεσι διῃρημένοι οἱ τόποι, ἀλλὰ καὶ τῇ διαστάσει. εἰ τοίνυν καὶ μεγέθει καὶ ἀριθμῷ πεπερασμένοι οἱ τόποι, καὶ τὰ σώματα τὰ ἐν αὐτοῖς πεπερασμένα ἔσται· οὐδὲ γὰρ σῶμα μεῖζον εἶναι τοῦ τόπου δυνατόν, ὥσπερ οὐδὲ τόπον μείζονα τοῦ σώματος· εἰ μὲν γὰρ ὑπερβάλλοι τὸν τόπον τὸ σῶμα, συμβήσεται μὴ πᾶν σῶμα ἐν τόπῳ εἶναι. ἢ τοίνυν ἐν κενῷ ἔσται ἢ οὐδαμοῦ· τὸ μὲν οὖν μηδαμοῦ εἶναι καταγέλαστον, κενὸν δὲ ὅτι οὐκ ἔστιν ἐν τοῖς οὖσιν, δείξει ἐν τῷ ἐφεξῆς βιβλίῳ. ὁμοίως καὶ εἰ ὁ τόπος μείζων ἐστὶ τοῦ σώματος, συμβήσεται πάλιν κενὸν εἶναι. Ἀπορήσειε δέ τις, πῶς φησιν ἀπείρων ὄντων τῶν εἰδῶν ἀπείρους εἶναι καὶ τοὺς τόπους· τί γὰρ κωλύει, ὥσπερ νῦν δύο μὲν οἱ τόποι, ὁ ἄνω καὶ ὁ κάτω, ἐν ἑκατέρῳ δὲ πλείονά ἐστι σώματα, ἐν μὲν τῷ ἄνω πῦρ καὶ ἀήρ, ἐν δὲ τῷ κάτω γῆ καὶ ὕδωρ, οὕτω καὶ εἰ ἄπειρα ἦν τὰ στοιχεῖα, τὰ μὲν ἐν τῷ κάτω, τὰ δὲ ἐν τῷ ἄνω εἶναι; εἰ γὰρ πέφυκεν ὅλως ὁ αὐτὸς τόπος δύο ἑτεροειδῆ δέχεσθαι σώματα, τί κωλύει καὶ πλείονα τὸν αὐτὸν δέξασθαι; ἀλλὰ πρὸς ταῦτα φημι· πῶς οἷόν τε τὰ ἄπειρα τοῖς πεπερασμένοις διανεῖμαι;2 τοῦτο γὰρ ἀδύνατον. ἢ γὰρ ἐν ἑκατέρῳ τῶν τόπων ἄπειρα ἔσονται εἴδη, ἢ ἐν ἑκατέρῳ πεπερασμένα, ἢ ἐν τῷ μὲν ἄπειρα ἐν δὲ τῷ ἑτέρῳ πεπερασμένα. εἰ μὲν οὖν ἐν ἑκατέρῳ πεπερασμένα εἴη, καὶ τὸ ἐξ ἀμφοῖν πεπερασμένον ἔσται· εἰ δὲ ἐν ἑκατέρῳ ἄπειρα, διπλασιασθήσεται τὸ ἄπειρον καὶ αὐτὸ ἑαυτοῦ διπλάσιον ἔσται· εἰ δὲ ἐν ἑνὶ μὲν ἄπειρα ἐν θατέρῳ δὲ πεπερασμένα, αὐξηθήσεται τὸ ἄπειρον τῇ προσθήκῃ τῶν πεπερασμένων καὶ αὐτὸ ἑαυτοῦ μεῖζον ἔσται, καὶ ἄλλως οὐ καθέξει πάντα τόπον τὸ ἄπειρον, εἴπερ τὰ ἄπειρα ἔν τινι μὲν τόπῳ εἴη, ἔν τινι δὲ μή. οὐκ ἄρα δυνατὸν πεπερασμένους εἶναι τοὺς τόπους τῶν ἀπείρων εἰδῶν· ὃ γὰρ ἐπὶ δύο εἴπομεν, τὸ αὐτὸ καὶ ἐπὶ πλειόνων ἐρῶ. εἰ δὲ ἀπείρους τόπους εἶναι ἀδύνατον, καὶ εἴδη δηλονότι ἄπειρα τὰ ἐν τούτοις ἐσόμενα ἀδύνατον εἶναι. ὥστε εἰ μήτε σύνθετον μήτε ἁπλοῦν δυνατὸν εἶναι τὸ ἄπειρον, ὅλως ἄρα εἶναι οὐ δυνατόν. ἔχεις οὖν καὶ ἐκ τῆς τῶν τόπων διαφορᾶς ἀνῃρημένον τὸ ἄπειρον.

事実、大地の窪みにも空気と水が存在し、大地の上方の場所にも両方が同様に見られる。水もまた上から降下するのが見られるのである。それゆえ、無限なものの場所は不定であり、彼らにとってはこれらのものの場所も不定であると思われたため、彼らがこれら[空気や水など]の中に無限なものを設定したのももっともである。それなら、もし無限なものの場所は不定でなければならず、自然的な物体のうち何一つ不定な場所をもたないとするなら、これらのうちの一つのものが無限であることは不可能である。したがって、有限な種と無限な個々のもの(不可分な個物)から無限なものが成り立つこともまた可能ではない。 それでは、無限な種と無限な個々のものから成り、各々の種のもとに一つの個々のものが属しているのではないか。そうすればこの仮定はより筋が通ったものとなるであろうから。そこで、このこともまた真ではないことは次のことから明らかである。なぜなら第一に、もし種が無限であり、それらのもとにある個々のものも無限であるなら、無限なものが二倍になってしまうであろうからである(このことを彼自身[アリストテレス]は省いた)。次に、もし無限なものを構成する単純な種が無限であるなら、と彼は言う、種において異なるものは異なる場所をも割り当てられている以上、それらの場所もまた無限である必然性がある。しかしこれは不可能である。なぜなら場所は有限であり、最も原初的で主要なものは上下の二つ、全体としてはこれら[上下]と左右、前後の六つであるからである。それゆえ、もし自然的な場所が有限であるなら、場所が元素の種とともに区分される以上、元素が無限であることは不可能である。さらに、と彼は言う、場所は種において区分されているだけでなく、広がり(大きさ)においても区分されている。それゆえ、もし場所が大きさにおいても数においても有限であるなら、それらの内にある物体も有限であるであろう。なぜなら、物体が場所より大きいことは可能でなく、場所が物体より大きいことも可能ではないからである。というのも、もし物体が場所を超過するなら、すべての物体が場所の内にあるわけではないという結果になるからである。したがって、[その超過した物体は]空虚の内にあるか、あるいはどこにもないかのいずれかであろう。どこにもないということは笑止千万であり、空虚が実在するものどもの中に存在しないことは、彼が次の巻で示すであろう。同様に、もし場所が物体より大きいとすれば、再び空虚が存在するという結果になるであろう。 しかし、ある人は、種が無限であるときに場所も無限であると彼がなぜ言うのかを疑問に思うかもしれない。というのも、現在、場所が上下の二つであり、それぞれの[場所]の内に複数の物体があり、上[の場所]の内には火と空気が、下[の場所]の内には土と水があるように、元素が無限であったとしても、あるものは下の[場所]の内に、あるものは上の[場所]の内にあるということを何が妨げるのか。なぜなら、同じ場所が種を異にする二つの物体を受け入れる本性をもつなら、同じ場所がより多くの[物体]を受け入れることを何が妨げるのか。しかしこれらに対して私はこう言う。無限なものを有限なものへと分配することがいかにして可能であろうか。これは不可能だからである。なぜなら、二つの場所のそれぞれに無限な種があるか、それぞれに有限なものがあるか、あるいは一方には無限に、他方には有限にあるかのいずれかである。そこで、もしそれぞれに有限なものがあるなら、両者から成るものも有限であるであろう。もしそれぞれに無限なものがあるなら、無限なものが二倍になり、それ自身の二倍になるであろう。もし一方には無限に、他方には有限にあるなら、無限なものは有限なものの付加によって増大し、それ自身よりも大きくなるであろうし、さらに、もし無限なものが一方の場所の内にはあり、他方の[場所]の内にはないとするなら、無限なものがすべての場所を占めることはないであろう。したがって、無限な種の場所が有限であることは可能ではない。なぜなら、二つ[の場所]について我々が言ったことを、より多くのものについても同じように私は言うからである。そして、もし場所が無限であることが不可能であるなら、明らかにそれらの内にあることになる種が無限であることも不可能である。したがって、無限なものが複合的であることも単純であることも可能でないとするなら、全体として存在することは可能ではない。このようにして、場所の差異からも無限なものが否定されたことがわかるのである。

構文注2 件
  1. 3.110ὅπερ αὐτὸς παρῆκεν

    関係代名詞 ὅπερ は中性単数対格で、直前の条件文全体(種も個物も無限であるならば無限が二倍になるという不条理な帰結)を先行内容として受けている。主語 αὐτός は注解対象であるアリストテレスを指し、テキスト上で彼が明示的に言及しなかった論点(無限の倍加)を補足している。

  2. 3.110πῶς οἷόν τε τὰ ἄπειρα τοῖς πεπερασμένοις διανεῖμαι;

    不定詞 διανεῖμαι に対し、中性複数対格の τὰ ἄπειρα が意味上の直接目的語(配分される対象である無限な種)、中性複数与格の τοῖς πεπερασμένοις が間接目的語(配分先である有限な場所)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:439.24-441.12