← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§299.27-301.16

動力因・目的因・質料因への還元と三者の一致

ピロポノスは、動力因・目的因・質料因への還元に関するアリストテレスの議論を注釈し、自然探究者がこれら四原因を「自然学的に」探究する職分を明確にするとともに、形相・目的・動力因の三者が一致する場合と一致しない場合(太陽の作用や人工物など)を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.111

" Ἢ εἰς τὸ κινῆσαν πρῶτον." Εἰπὼν τὸ εἰδικὸν αἴτιον, μετῆλθεν ἐπὶ τὸ ποιητικόν· ἐρωτώμενοι γάρ, φησί, διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι, ἀποκρινόμεθα τὸ ποιητικὸν αἴτιον, ὅτι ἐσύλησαν Φωκεῖς τὸν νεών. ἢ τὸ οὗ ἕνεκεν καὶ τὸ τέλος ἀποκρινόμεθα. οἷον διὰ τί ἐπολέμησε τοῖς Ἕλλησιν ὁ βασιλεύς; φαμὲν ἵνα ἄρξῃ τῶν Ἑλλήνων.

「あるいは最初に動かしたものへと[還元される]。」 形相的原因を述べた後、彼は動力因へと移った。彼が言うには、なぜテーバイ人はポーキス人と戦争をしたのかと問われると、我々は動力因を答えて、ポーキス人が神殿を略奪したからであると言うからである。あるいは我々は「何のために」、すなわち目的を答える。例えば、なぜ[ペルシアの]大王はギリシア人と戦争をしたのか[と問われれば]、我々はギリシア人を支配するためであると言う。

§2.112

"Ἢ ἐν τοῖς γεννωμένοις ἡ ὕλη." Εἰπὼν τὸ εἶδος, τὸ ποιητικόν, τὸ τελικόν, λέγει καὶ τὴν ὕλην. γεννώμενα δ’ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν θείων καὶ παντάπασιν ἀμεταβλήτων, λέγω δὴ τῶν ἀσωμάτων· καὶ ὁ Πλάτων γὰρ ταῦτα μὲν ἀεὶ ὄντα ἐκάλεσε, πάντα δὲ τὰ σωματικὰ οὐκ ὄντα ἀλλὰ γινόμενα. ἐν τούτοις οὖν τοῖς γινομένοις ἀποδώσει ὁ φυσικὸς τὴν ὕλην· ἐκεῖνα γὰρ ἄυλα, καὶ τὸ εἶδος μόνον ἐπ’ ἐκείνων τοῦ θεολόγου ἀποδοῦναι, οὐ μέντοι τὴν ὕλην. ἢ ἐπειδὴ τῶν ἄλλων αἰτιῶν παραδείγματα ἔθηκε προαιρετὰ καὶ μαθηματικά, οὐδὲν δὲ τούτων κατὰ γένεσιν τὸ εἶναι ἔχει (τά τε γὰρ μαθήματα ἀκίνητα, ὡς αὐτὸς εἶπε, καὶ διὰ τοῦτο οὐδὲ γένεσις ἐπ’ αὐτῶν θεωρεῖται· ἔνθα γὰρ γένεσις πάντως καὶ κίνησις, τά τε κατὰ προαίρεσιν ἄνευ γενέσεως ἢ οὐκ εἰσὶν ἢ εἰσὶν ἐν τῇ σχέσει τῆς προαιρέσεως τὸ εἶναι ἔχοντα),1 ἐπεὶ οὖν ἐν τούτοις ὕλη οὐ θεωρεῖται, ἐπειδὴ οὐδὲ γένεσις, διὰ τοῦτο πρὸς ἀντιδιαστολὴν τούτων φησὶν ὅτι τὴν ὕλην ἐν τοῖς γινομένοις ἀποδώσει, γινόμενα λέγων τὰ τεχνητὰ καὶ τὰ φυσικά· ἐν τούτοις γὰρ πάντως καὶ τὴν ὕλην ἀποδοτέον.

「あるいは生成するものにおいては質料[へと還元される]。」 形相、動力因、終局因を述べて、彼は質料をも語る。彼が「生成するもの」と言ったのは、神的で完全に不変なもの、すなわち非物体的なものと区別するためである。実際プラトンも、後者を「常に実在するもの」と呼び、物体的なすべてのものを「実在するものではなく、生成するもの」と呼んだのである。したがって、これらの生成するものにおいて、自然探究者は質料を提示することになる。なぜなら、かの[非物体的な]ものは非質料的であり、それらについて形相のみを提示することが神学者の役目であって、質料を提示することではないからである。あるいは、彼が他の諸原因の例として選択に基づく事柄と数学的対象を挙げたが、これらのうち何一つとして生成に従って存在をもつものではないためである(というのも、数学的対象は彼自身が述べたように不動であり、それゆえ生成もそれらにおいて考察されない。なぜなら生成のあるところには必ず運動もあるからである。他方、選択に基づく事柄は、生成なしに存在しないか、あるいは選択の関連において存在を保っているかのどちらかである)。したがって、これらにおいては生成もないゆえに質料も考察されないので、これらとの区別のために、彼は生成するものにおいて質料を提示することになると言っているのである。ここで彼は、技術的産物や自然的事物を「生成するもの」と呼んでいる。なぜなら、これらにおいては必ず質料をも提示しなければならないからである。

§2.113

"Ἐπεὶ δὲ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι ἐστίν." Ὅτι διὰ τοῦτο ἀνέλαβε τὸν περὶ τῶν αἰτιῶν λόγον, σαφῶς ἐνταῦθα ἐδήλωσε. τεσσάρων γάρ, φησί, τῶν αἰτιῶν οὐσῶν τὰς αἰτίας τῶν γινομένων εἰς τὰς τέσσαρας ταύτας ὁ φυσικὸς ἀνάξει, καὶ τὸ διὰ τί περὶ ἕκαστον ἀποδιδούς, ταύτας ἀποδώσει τὰς αἰτίας. καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς. τὴν αἰτίαν, φησίν, ἑκάστου φυσικῶς ἀποδιδούς, εἰς ταύτας τὰς τέσσαρας αἰτίας ἀνάξει. καλῶς δὲ εἶπε φυσικῶς· δυνατὸν γὰρ ἀνάγειν εἰς τὰς αἰτίας ταύτας οὐ φυσικῶς. τὸ γὰρ περὶ τῆς ἀκινήτου αἰτίας διαλέγεσθαι οὐκέτι φυσικοῦ2 ἀλλὰ θεολόγου, καὶ τὸ περὶ τῶν χωριστῶν εἰδῶν τῶν φυσικῶν 〈οὐ φυσικοῦ〉. εἰ δὲ καὶ ὁ Ἀριστοτέλης ἐν ταῖς φυσικαῖς πραγματείαις ἔστιν ὅτε περὶ τῆς ἀκινήτου διαλέγεται αἰτίας ὥσπερ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς, καὶ ἐν τῇ Περὶ ψυχῆς περὶ τοῦ νοῦ τοῦ χωριστοῦ πάντῃ σωμάτων, καὶ ἐν τῇ Περὶ γενέσεως πάλιν περὶ τῆς ἀκινήτου αἰτίας, ἐροῦμεν ὅτι τῷ ὄντι ὁ τέλειος φυσικὸς κατὰ τὸ ἀκρότατον τὸ ἑαυτοῦ μεμνήσεται καὶ τῶν ἀκινήτων αἰτιῶν καὶ ὑπὲρ φύσιν.

「そして原因は四つであるから、すべての原因について知ることは自然探究者の役目である。」 彼がこのために原因に関する議論を再び取り上げたのだということを、ここで明瞭に示した。彼が言うには、原因が四つある以上、自然探究者は生成するものの原因をこれら四つの原因へと還元し、個々の事柄について「なぜ」を答える際に、これらの原因を提示するからである。「そしてすべての原因へと還元しつつ、自然探究者は自然学的に『なぜ』を提示するであろう」。彼が言うには、各々の原因を自然学的に提示しつつ、彼はこれら四つの原因へと還元するであろう。「自然学的に」と言ったのは適切である。なぜなら、これらの原因へと自然学的でない仕方で還元することも可能だからである。実際、不動の原因について論ずることはもはや自然探究者の役目ではなく神学者の役目であり、自然的事物の離脱した形相について論ずることも[自然探究者の役目ではない]からである。しかし、もしアリストテレスも自然学的な諸論考において、例えば『自然学』第8巻で、また『霊魂論』で物体から完全に離脱した知性について、また『生成消滅論』で再び不動の原因についてというように、不動の原因について論ずることがあるとしても、真に完全な自然探究者はみずからの頂極において、不動の原因や自然を超えた原因についても言及するのだ、と我々は言うであろう。

§2.114

"Ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις." Τὸ εἶδος, τὸ τέλος, τὸ ποιητικὸν αἴτιον. καλῶς δὲ τὸ πολλάκις· οὐ γὰρ ἀεὶ εἰς ταὐτὸν ἔρχονται ταῦτα. οὐδὲ γὰρ πᾶν τὸ ποιοῦν ὅμοιόν ἐστι τῷ γινομένῳ· οὐδὲ γὰρ ἐπειδὴ ποιεῖ ὁ ἥλιος εἰς τὸν ἀέρα, ὅμοιός ἐστι τῷ ἀέρι. καὶ ὅλως τὰ ἀκίνητα καὶ θεῖα αἴτια ποιοῦσιν εἰς ἡμᾶς ἕτερα ἡμῶν ὄντα καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ. ἀλλ’ οὐδ’ ἐπὶ τῶν γινομένων πᾶν τὸ ποιοῦν ὅμοιόν ἐστι τῷ γινομένῳ· ἡ γὰρ κίνησις θερμαίνει μὴ οὖσα θέρμανσις, καὶ ἡ ψῦξις πήγνυσι μὴ οὖσα πῆξις,3 καὶ ἡ θέρμη ἐξατμίζουσα τὸ ὕδωρ ποιεῖ ἀέρα (οἷον ἡ τοῦ πυρός) οὐκ οὖσα ἀήρ, καὶ μυρία ἄλλα. τὰ δὲ τεχνητὰ καὶ προφανῶς τῶν ποιητικῶν ἕτερά ἐστι.

「しかし三つのものがしばしば一つになる。」 形相、目的、動力因のことである。「しばしば」と言ったのは適切である。なぜなら、これらは常に同一のものへと帰着するわけではないからである。というのも、生ぜしめるもののすべてが生じるものに類似しているわけではないからである。実際、太陽は空気に作用するからといって、空気に類似しているわけではない。そして一般に、不動で神的な原因は、実体においても活動においても我々とは異なるものでありながら、我々に作用する。しかし、生成するものにおいても、生ぜしめるもののすべてが生じるものに類似しているわけではない。なぜなら運動は温めるが温まることそのものではなく、冷却は凝固させるが凝固そのものではなく、熱(例えば火の熱)は水を蒸発させて空気をつくるが空気ではないし、その他無数にあるからである。他方、技術的産物は動力因とは明らかに異なるのである。

構文注3 件
  1. 2.112τά τε κατὰ προαίρεσιν ἄνευ γενέσεως ἢ οὐκ εἰσὶν ἢ εἰσὶν ἐν τῇ σχέσει τῆς προαιρέσεως τὸ εἶναι ἔχοντα

    構文の骨格は τά τε κατὰ προαίρεσιν(選択に基づく事柄は)を主語とし、述語部が ἢ οὐκ εἰσὶν ἢ εἰσὶν ... ἔχοντα の選言構造になっている。ἄνευ γενέσεως は前後の両肢に共通する条件・副詞的修飾であり、後肢の εἰσὶν は後続の分詞句 ἐν τῇ σχέσει τῆς προαιρέσεως τὸ εἶναι ἔχοντα と連動して存在のあり方(選択との関係においてのみ成り立つこと)を規定している。

  2. 2.113καὶ τὸ περὶ τῶν χωριστῶν εἰδῶν τῶν φυσικῶν 〈οὐ φυσικοῦ〉

    直前の τὸ γὰρ περὶ τῆς ἀκινήτου αἰτίας διαλέγεσθαι οὐκέτι φυσικοῦ ἀλλὰ θεολόγου の述部構成(οὐκέτι φυσικοῦ)が省略されており、校訂者が補った 〈οὐ φυσικοῦ〉 を受けて「自然的事物の離脱した形相について論ずることも自然探究者の役目ではない」と補完して読む。

  3. 2.114ἡ γὰρ κίνησις θερμαίνει μὴ οὖσα θέρμανσις, καὶ ἡ ψῦξις πήγνυσι μὴ οὖσα πῆξις

    能動的動詞(θερμαίνει, πήγνυσι)の主語である原因名詞(κίνησις, ψῦξις)と、受動的結果・受動態名詞(θέρμανσις, πῆξις)の区別が対比されている。μὴ οὖσα は譲歩的あるいは状態的否定分詞で、「温まること/凝固そのものではないのに」あるいは「〜ではないまま」の意味を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:299.27-301.16