- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:280.23-282.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
197a32 のレンマに基づき、自発的なものが運よりも外延が広いことを示す三段論法と、その前提を基礎づける帰納および連鎖的な第二格三段論法(幸運・幸福・善き行い・行為・選択の連鎖)が解説される。
" Ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκὸς δέ, ἡ τύχη καὶ τὸ αὐτόματον." Δείξας καὶ ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον καὶ τί ἐστι, καὶ ἐφαρμόσας τῷ ὁρισμῷ τῷ ἀποδεδομένῳ τῆς τύχης τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχειν αὐτῇ δοκοῦντα, μέτεισιν ἐπὶ τὰ λοιπὰ τῶν προβλημάτων· ταῦτα δὲ ἦν τί τε διαφέρουσιν ἀλλήλων ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ ἐν ποίῳ τρόπῳ τῶν αἰτίων ἀνάγονται. πρὸ τούτων δὲ περὶ τοῦ κοινοῦ αὐτομάτου διαλέγεται, καὶ δείκνυσιν ὅτι ἐπὶ πλέον ἐστὶ τῆς τύχης,1 συλλογισμῷ χρώμενος ἐν τρίτῳ σχήματι τοιούτῳ· ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον ὑπάρχει, ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει, τὶ ἄρα αὐτόματον τύχη οὐκ ἔστιν. ὁ μὲν οὖν συλλογισμὸς οὗτος, κατασκευάζει δὲ ἀμφοτέρας τὰς προτάσεις ὁ Ἀριστοτέλης, τὴν μὲν καταφατικὴν ἐκ τῆς ἐπαγωγῆς· λέγομεν γὰρ ὅτι αὐτομάτως κατηνέχθη ὁ λίθος, ὅταν μὴ ἀπό τινος προνοίας κατηνέχθη, καὶ αὐτομάτως ἐσώθη ὁ ἵππος, ὅτι κατέβαλε τὸν δεσπότην καὶ ἔφυγε διψήσας ἐκ τῆς φάλαγγος, συνέβη δὲ συμβολῆς γενομένης τὸν δεσπότην τελευτῆσαι· λέγεται οὖν ὁ ἵππος ἐκ ταὐτομάτου σωθῆναι. καὶ τὰ παιδία δὲ ἐκ ταὐτομάτου παθεῖν τι κατὰ τὸν αὐτὸν τρόπον λέγοιτο ἄν, οἷον φέρε εἰ ἀποπλανηθέντα τῆς τροφοῦ μηδενὸς ἄγοντος οἴκαδε ἐπανέλθῃ, οὐ γινώσκοντα ποῦ φέρεται· λέγεται γὰρ ἐκ ταὐτομάτου ἐπανελθεῖν. οὕτως καὶ ἐπὶ τελείων, ὅταν μὴ ἐφιστάνοντος τοῦ λογισμοῦ γίνηται κίνησις, αὐτομάτως φαμὲν κινεῖσθαι τοὺς πόδας· αὐτομάτοις δὲ πόδεσσι θοῶς ἐπεβήσατ’ ἀπήνης. τὴν δ’ ἀποφατικὴν κατασκευάζει διὰ συλλογισμοῦ ἐν δευτέρῳ σχήματι, λαμβάνων μέσον ὅρον τὴν εὐτυχίαν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία οὐχ ὑπάρχει, ἐφ’ ὧν τύχη ὑπάρχει καὶ εὐτυχία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει. πόθεν δὲ ὅτι ἡ εὐτυχία οὐδενὶ τῶν παίδων ὑπάρχει καὶ τῶν ἀλόγων καὶ τῶν ἀψύχων; δείκνυσι πάλιν τοῦτο διὰ μέσης τῆς εὐδαιμονίας ἐν δευτέρῳ σχήματι· παισὶ καὶ ἀψύχοις καὶ ἀλόγοις εὐδαιμονία οὐχ ὑπάρχει, οἷς ὑπάρχει εὐτυχία καὶ εὐδαιμονία ὑπάρχει.2 παισὶν ἄρα καὶ ἀψύχοις καὶ ἀλόγοις εὐτυχία οὐχ ὑπάρχει. πόθεν δὲ ὅτι παισὶ καὶ ἀψύχοις καὶ ἀλόγοις εὐδαιμονία οὐχ ὑπάρχει; δείκνυσι διὰ μέσης τῆς εὐπραξίας ἐν δευτέρῳ πάλιν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐπραξία οὐχ ὑπάρχει, οἷς εὐδαιμονία ὑπάρχει καὶ εὐπραξία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων εὐδαιμονία οὐχ ὑπάρχει. πόθεν δὲ πάλιν ὅτι ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐπραξία οὐχ ὑπάρχει; δείκνυσι τῷ αὐτῷ σχήματι διὰ μέσης τῆς πράξεως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει, ἐφ’ ὧν εὐπραξία καὶ δυσπραγία ὑπάρχει πρᾶξις ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων οὔτε εὐπραγία οὔτε δυσπραγία ὑπάρχει. δῆλον δὲ ὅτι ἀκριβείας ἕνεκεν καὶ ἐπὶ τῆς εὐτυχίας καὶ εὐδαιμονίας τὰ ἀντικείμενα δεῖ λαβεῖν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία καὶ δυστυχία οὐχ ὑπάρχει, οἷς τύχη ὑπάρχει εὐτυχία ἢ δυστυχία ὑπάρχει3 * * * ὁμοίως καὶ ἐπὶ τῆς εὐδαιμονίας· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐδαιμονία ἢ κακοδαιμονία οὐχ ὑπάρχει, οἷς εὐτυχία ἢ δυστυχία ὑπάρχει εὐδαιμονία ἢ κακοδαιμονία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία ἢ δυστυχία οὐχ ὑπάρχει. ὁμοίως καὶ ἐπὶ εὐπραξίας. καὶ ὁ μὲν Ἀριστοτέλης μέχρι τῆς πράξεως ἔστη, λαβὼν ὁμολογούμενον ὅτι ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει, κατασκευάσεις δὲ καὶ τοῦτο διὰ μέσης τῆς προαιρέσεως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων προαίρεσις οὐχ ὑπάρχει (οὐδὲν γὰρ αὐτῶν αἱρεῖται τόδε τι πρὸ τοῦδε), ἐφ’ ὧν πρᾶξις ὑπάρχει καὶ προαίρεσις ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει.
「それゆえ、言われたように両者、すなわち運と自発的なものとは原因であるが、付帯的な原因である」運と自発的なものとが存在すること、またそれが何であるかを示し、運について与えられた定義に、共通概念に従ってそれに属すると考えられている事柄を適用し終えた[アリストテレスは]、諸問題の残りのものへと移行する。これらは、運と自発的なものとが互いにどう異なるか、また諸原因のいかなる様式へと還元されるかであった。しかしこれらの前に、[彼は]共通の自発的なものについて論じ、それが運よりも外延が広いことを、次のような第三格の三段論法を用いて示す。「幼子や無生物や理性のない[動物]に自発的なものは属する。幼子や無生物や理性のない[動物]に運は属さない。したがって、ある自発的なものは運ではない」。このような三段論法であるが、アリストテレスは両方の前提を基礎づけている。肯定[前提]のほうは帰納によってである。なぜなら我々は、ある配慮からではなく落下したときには、石が自発的に落下したと言い、馬が主人を振り落とし、喉が渇いて戦列から逃げ去り、交戦が起こったことで主人が落命することになったので、馬が自発的に助かったと言うからである。したがって、馬は自発的に助かったと言われる。幼子についても同様の仕方で自発的に何かを被ることが言われうるであろう。例えば、乳母から迷い出た[幼子]が、誰も連れ帰らないのに、どこへ運ばれているかも知らずに家へと戻った場合である。自発的に戻ったと言われるからである。成熟した者たちにおいても同様に、思慮が働いていないときに運動が生じる場合、両足が自発的に動いていると我々は言う。「自発的な足取りで速やかに馬車へと登った」。他方、否定[前提]のほうは、中項として幸運を取って、第二格の三段論法によって基礎づける。「幼子や無生物や理性のない[動物]に幸運は属さない。運が属するものには幸運も属する。したがって、幼子や無生物や理性のない[動物]に運は属さない」。では、なぜ幸運が幼子や理性のない[動物]や無生物のいずれにも属さないのか。彼は再びこのことを、幸福を媒介として第二格において示す。「幼子や無生物や理性のない[動物]に幸福は属さない。幸運が属するものには幸福も属する。したがって、幼子や無生物や理性のない[動物]に幸運は属さない」。では、なぜ幼子や無生物や理性のない[動物]に幸福は属さないのか。彼は善き行いを媒介として再び第二格において示す。「幼子や無生物や理性のない[動物]に善き行いは属さない。幸福が属するものには善き行いも属する。したがって、幼子や無生物や理性のない[動物]に幸福は属さない」。では再び、なぜ幼子や無生物や理性のない[動物]に善き行いは属さないのか。彼は同じ格において、行為を媒介として示す。「幼子や無生物や理性のない[動物]に行為は属さない。善き行いと悪しき行いが属するものには行為が属する。したがって、幼子や無生物や理性のない[動物]には善き行いも悪しき行いも属さない」。なお、厳密さのために幸運と幸福においても反対のものを取るべきであることは明らかである。「幼子や無生物や理性のない[動物]に幸運および不運は属さない。運が属するものには幸運あるいは不運が属する[……]」。同様に幸福においてもそうである。「幼子や無生物や理性のない[動物]に幸福あるいは不幸は属さない。幸運あるいは不運が属するものには幸福あるいは不幸が属する。したがって、幼子や無生物や理性のない[動物]に幸運あるいは不運は属さない」。善き行いにおいても同様である。そしてアリストテレスは、幼子や無生物や理性のない[動物]に行為は属さないということを合意された事柄として取って、行為のところでとどまったが、あなたはこのこともまた選択を媒介として基礎づけるであろう。「幼子や無生物や理性のない[動物]に選択は属さない(なぜなら、それらのいずれもあるものを別のものより先に選び取ることはないからである)。行為が属するものには選択も属する。したがって、幼子や無生物や理性のない[動物]に行為は属さない」。
- 2.93ἐπὶ πλέον ἐστὶ τῆς τύχης
論理学の術語としての比較構文。「運よりも外延が広い(運を包摂する)」を意味する。属格 τῆς τύχης は比較の属格。
- 2.93οἷς ὑπάρχει εὐτυχία καὶ εὐδαιμονία ὑπάρχει
関係詞節による大前提の定式化。先行詞 ἐκείνοις が省略されており、「幸運が属するようなものどもには、幸福もまた属する」という全称肯定命題を表す。以下の段落における οἷς / ἐφ’ ὧν で始まる各大前提も同様の構文。
- 2.93οἷς τύχη ὑπάρχει εὐτυχία ἢ δυστυχία ὑπάρχει * * *
底本の記号 * は三段論法の結論(ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει「したがって、幼子や無生物や理性のない動物に運は属さない」)のテキスト欠落を示す。直後の文との整合性から、前後の定型的な三段論法構造の一部が抜け落ちていると判断される。
