← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§266.16-268.3

事象の生起頻度と稀に起こるものとしての運

アリストテレスが『自然学』196b10において事象を「常に生じるもの」「大抵生じるもの」「稀に生じるもの」に三区分し、運と自発的事象が「稀に生じるもの」に属することを導出する論理展開をピロポノスが解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.73#1

" Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γινόμενα, τὰ δὲ ὡς ἐπὶ τὸ πολύ." Δείξας ὅτι ἔστιν ἡ τύχη τῷ λῦσαι τὰς φερομένας εἰς αὐτὴν ἀπορίας καὶ τὴν τῶν πραγμάτων φύσιν καὶ τὰς κοινὰς πάντων ἐννοίας μαρτυράμενος,1 μέτεισιν ἐπὶ τὰ προτεθέντα προβλήματα, καὶ ζητεῖ τί ποτέ ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον. πρότερον δὲ διδάσκει τί ὑπάρχει αὐτοῖς κοινόν, ἔπειτα τί διαφέρουσιν ἀλλήλων, καὶ ἐπειδὴ ἔστι τι τὸ κοινῶς λεγόμενον αὐτόματον, ὃ κατηγορεῖται κατά τε τύχης καὶ κατὰ τοῦ ἰδίως λεγομένου αὐτομάτου, διαλέγεται καὶ περὶ αὐτοῦ· εἶτα ἐφεξῆς περὶ τοῦ ἰδίως λεγομένου αὐτομάτου. ἵνα οὖν εὕρῃ τί ποτέ ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ἐπειδὴ πολλαχοῦ σαφέστερά ἐστι τὰ αἰτιατὰ τῶν αἰτίων καὶ ἐκ τῶν αἰτιατῶν γινώσκομεν τὰ αἴτια, διὰ τοῦτο πρῶτον διδάσκει τίνα λέγεται εἶναι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου· δῆλον γὰρ ὅτι εἰ ἔγνωμεν τίνα ποτέ ἐστι ταῦτα, ἐκ τούτων καὶ εἰς τὸ ποιητικὸν αὐτῶν αἴτιον ἀναχθῆναι δυνάμεθα. ἵνα οὖν γνῷ τίνα ἐστὶ ταῦτα, λαμβάνει τῶν γινομένων πλείους διαιρέσεις, ἐξ ὧν συνάγει τί ἐστιν ἑκάτερον καὶ τὸν ὁρισμὸν αὐτῶν ἀποδίδωσι. τῶν γὰρ γινομένων, φησί, τὰ μὲν ἀεὶ ὡσαύτως γίνεται, τὰ δὲ ὡς ἐπὶ πολύ, τὰ δὲ ὡς ἐπ’ ἔλαττον. ἀεὶ μὲν γὰρ ὡσαύτως γίνεται τὰ οὐράνια· ἀεὶ γὰρ ὁ ἥλιος κατὰ τήνδε μὲν ἡμέραν ἐν Κριῷ γίνεται, κατὰ τήνδε 〈δὲ〉 ἐν Ταύρῳ. καὶ ἐπὶ πάντων ὁμοίως τῶν οὐρανίων. ἐπὶ πολὺ δὲ γίνεται τὰ φυσικά· ὡς ἐπὶ πολὺ γὰρ πενταδάκτυλον ἡ φύσις ποιεῖ. ἔστι δὲ καὶ τὰ ἀντικείμενα [ἔχοντα] τούτοις τὰ ἐπ’ ἔλαττον γινόμενα· ἐπεὶ γὰρ ἔστι τινὰ ὡς ἐπὶ τὸ πλεῖστον γινόμενα καὶ μὴ ἔχοντα ἀναγκαίαν ἀεὶ τὴν ἔκβασιν, ἅπερ ἐστὶ τὰ φυσικὰ καὶ τὰ τεχνητὰ (ὡς ἐπὶ τὸ πλεῖστον γὰρ καὶ ἡ φύσις καὶ ἡ τέχνη τοῦ σκοποῦ τυγχάνει), ἐξ ἀνάγκης δεῖ εἶναί τινα καὶ ἐπ’ ἔλαττον, ἃ τὴν ἀναγκαίαν ἐκείνων γένεσιν διακόπτει. παραλιμπάνει δὲ τὰ ἐπ’ ἴσης ὁ Ἀριστοτέλης, ἅ τινα ἐπὶ μόνῃ τῇ προαιρέσει τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχει, ὡς προδήλου ὄντος2 ὅτι τὰ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου τῶν οὐκ ἐφ’ ἡμῖν3 εἰσι, τὰ δὲ ἐπ’ ἴσης τῶν ἐφ’ ἡμῖν. ἐπεὶ οὖν τὰ ἐξ ἀνάγκης καὶ τὰ ἐπὶ πολὺ καὶ τὰ ἐπ’ ἔλαττον τῶν οὐκ ἐφ’ ἡμῖν, καὶ τὰ ἀπὸ τύχης δὲ τῶν οὐκ ἐφ’ ἡμῖν, ζητεῖ ἐν ποίῳ τούτων θετέον τὴν τύχην καὶ τὸ αὐτόματον. καὶ οὐκ ἄν τις ἀπορήσειε, διὰ τί μὴ τῶν ἀδυνάτων ἐμνήσθη· δῆλον γὰρ ὅτι τῶν γινομένων ποιεῖται τὴν διαίρεσιν, τὸ δὲ ἀδύνατον οὐκ ἄν γένοιτο· ὥστε εἰκότως οὐκ ἐμνήσθη τῆς ἀδυνάτου ὕλης. ἐν μὲν οὖν τοῖς ἐξ ἀνάγκης καὶ ἀεὶ γινομένοις οὐκ ἄν τις θείη τὴν τύχην καὶ τὸ αὐτόματον· οὐδεὶς γὰρ ἂν εἴποι κατὰ τύχην ἐν Κριῷ γίνεσθαι τὸν ἥλιον, ἢ τὴν σελήνην κατὰ τύχην τοὺς φωτισμοὺς δέχεσθαι, ἀλλ’ οὐδ’ ἐκ ταὐτομάτου καὶ οὐ κατά τινα λόγον. ἀλλ’ οὐδὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πλεῖστον θετέον τὴν τύχην καὶ τὸ αὐτόματον· τίς γὰρ ἂν εἴποι ἐκ τύχης ἢ ἐκ ταὐτομάτου Σωκράτην πενταδάκτυλον γενέσθαι; λείπεται οὖν ἐν τοῖς ἐπ’ ἔλαττον τιθέναι τὴν τύχην καὶ τὸ αὐτόματον· καὶ γὰρ τὰ ἀπὸ τύχης συμβαίνοντα σπάνιά ἐστιν ἢ ἐπ’ ἔλαττον, καὶ τὰ σπάνια καὶ ἐπ’ ἔλαττον ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου. ἔχομεν οὖν ἐκ τῆς διαιρέσεως ταύτης, ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ἐπ’ ἔλαττόν ἐστι. πάλιν τῶν γινομένων τὰ μὲν ἕνεκά του γίνεται (τοιαῦτα δέ ἐστι καὶ τὰ φυσικὰ πάντα καὶ τὰ τεχνητά), τὰ δὲ οὐδενὸς ἕνεκα, οἷον ὡς τὸ κινεῖν τὴν χεῖρα διαλεγόμενον ἢ τὸ ἕλκειν τῆς κεφαλῆς ἢ τοῦ γενείου τρίχας· ταῦτα γὰρ συνηθείᾳ τινὶ οὐδενὸς ἕνεκα γίνεται.

「それゆえまず第一に、あるものは常に同じ仕方で生じ、あるものは大抵生じるのを我々は見ているのであるから。」 運に対して持ち出される難問を解決し、事物の本性とすべての人の共通概念を証人として引き合いに出すことによって運が存在することを示した[アリストテレス]は、提示された問題群へと移行し、運と自発的事象とは一体何であるかを探究する。しかしその前に、両者に共通して何が属しているか、次いで両者が互いに何において異なるかを教え、また一般的に言われる自発的事象というものがあり、それが運についても固有の意味で言われる自発的事象についても述語されるのであるから、それについても論じる。その後で、固有の意味で言われる自発的事象について順に論じる。それゆえ、運と自発的事象とは一体何であるかを見出すために――多くの場合において結果のほうが原因よりも明瞭であり、我々は結果から原因を知るのであるから、この理由によって――、まず第一に、どのようなものが運や自発的事象によるものと言われるのかを彼は教える。なぜなら、これらが一体どのようなものであるかを知ったならば、これらからそれらの作因へと立ち戻ることができるのは明らかだからである。それゆえ、これらがどのようなものであるかを知るために、彼は生じるものの複数の区分を取り上げ、それらからそれぞれが何であるかを結論づけ、それらの定義を与えるのである。なぜなら彼が言うには、生じるもののうち、あるものは常に同じ仕方で生じ、あるものは大抵生じ、あるものは稀に生じるからである。というのも、天上のものどもは常に同じ仕方で生じるからである。すなわち太陽は常にある日には白羊宮に入り、別の日には金牛宮に入る。そして天上のものどもすべてについても同様である。他方、自然の事物は大抵生じる。というのも、自然は大抵の場合五本指のものを生み出すからである。そしてこれらに対立するものとして、稀に生じるものもある。なぜなら、きわめて高い頻度で生じ、常に必然的な結果を持つわけではないもの、すなわち自然のものや技術によるもの(自然も技術も大抵の場合目的を達成するからである)が存在する以上、それらの必然的な生成を遮る、稀に生じるものも必然的に存在せざるをえないからである。しかしアリストテレスは、我々の選択のみにその存在を持つ、等しい確率で生じるものを省いている。運や自発的事象によるものは我々に依らないものに属し、等しい確率で生じるものは我々に依るものに属することが明白であるからである。したがって、必然的なもの、大抵生じるもの、稀に生じるものが我々に依らないものに属し、運によるものも我々に依らないものに属するので、これら[三つ]のどれに運と自発的事象を置くべきかを彼は探究するのである。そして、なぜ彼が不可能なものに言及しなかったのかを疑う人は誰もいないであろう。なぜなら、彼が生じるものの区分を行っていることは明らかであり、不可能なものは生じるはずがないからである。したがって彼が不可能な質料に言及しなかったのはもっともである。それゆえ、必然的で常に生じるもののうちに運と自発的事象を置く人は誰もいないであろう。というのも、太陽が運によって白羊宮に入るとか、月が運によって光を受けるとか、あるいはまして自発的にであって何らかの理拠によらないなどとは、誰も言わないであろうからである。しかし、大抵生じるもののうちに運と自発的事象を置くべきでもない。なぜなら、ソクラテスが運や自発的事象によって五本指に生まれたと誰が言うであろうか。したがって、運と自発的事象は稀に生じるもののうちに置くことが残される。なぜなら運によって起こることは稀であるか稀に生じることであり、稀なことや稀に生じることは運や自発的事象によるからである。それゆえ我々はこの区分から、運と自発的事象は稀に生じることのうちにある、ということを得る。他方また、生じるもののうち、あるものは何かのために生じ(すべての自然のものも技術によるものもそのようなものである)、あるものは何のためでもなく生じる。たとえば議論しながら手を動かすことや、頭や顎の毛を引っ張ることのようである。これらは何らかの癖によって何のためでもなく生じるからである。

構文注3 件
  1. 2.73τῷ λῦσαι τὰς φερομένας εἰς αὐτὴν ἀπορίας καὶ τὴν τῶν πραγμάτων φύσιν καὶ τὰς κοινὰς πάντων ἐννοίας μαρτυράμενος

    手段を表す冠詞付き不定詞与格 τῷ λῦσαι と、主語に係るアオリスト分詞 μαρτυράμενος が並列的に結合している構文。どちらも主語であるアリストテレスが運の存在を証明した(Δείξας)手段・方法を説明している。

  2. 2.73ὡς προδήλου ὄντος

    接続詞 ὡς と非人称的独立属格(προδήλου ὄντος)の結合で、著者がその理由・前提を自明なものとして扱っていることを示す(「…が明白であるとして/であるから」)。後続の ὅτι 節が実質的な主語として機能している。

  3. 2.73τῶν οὐκ ἐφ’ ἡμῖν εἰσι, τὰ δὲ ἐπ’ ἴσης τῶν ἐφ’ ἡμῖν

    前置詞句 οὐκ ἐφ’ ἡμῖν / ἐφ’ ἡμῖν に冠詞が付いて名詞化され、動詞 εἰσί の述語属格(所属の属格「…に属する」)として機能している構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:266.16-268.3