← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§261.23-263.2

エンペドクレスとデモクリトスによる運の扱いの批判

ピロポノスは、エンペドクレスが空気の配置や動物の器官形成を運に帰しながら運自体の規定を怠ったことを示し、さらに宇宙の生成や天の旋回運動といった重大事の起源を運に帰しながら何の説明も与えなかったデモクリトスを批判したアリストテレスの議論を詳説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.65#3

νῦν μὲν γὰρ ὑπὲρ τὴν γῆν εἶναι καὶ τὸ ὕδωρ, ἄλλοτε δ’ εἰ τύχοι ἐν ἑτέρᾳ κοσμοποιΐᾳ, ἡνίκα πάλιν ἀπὸ τοῦ σφαίρου γίνεται κόσμος, ἄλλην τινὰ τάξιν καὶ τόπον ἀπολαβεῖν.1 καὶ τὰ μόρια δὲ τῶν ζῴων κατὰ τύχην οὕτω τὰ πλεῖστα γενέσθαι φησὶν ὡς ἂν εἰ ἀπὸ προνοίας ἐγένοντο, τοὺς μὲν ἐμπροσθίους ὀδόντας ὀξεῖς πρὸς τὸ τέμνειν ἐπιτηδείους, τοὺς δὲ γομφίους πρὸς τὸ λεαίνειν. ὥστε κατηγορίας ἄξιοι, διότι ὅλως τινὰ λέγοντες εἶναι ἀπὸ τύχης οὐδὲν περὶ τῆς τύχης διωρίκασιν. ἀλλ’ ὁ μὲν Ἐμπεδοκλῆς μικρῶν τινων τὴν τύχην αἰτιασάμενος, εἰ μηδένα αὐτῆς πεποίηται λόγον, ἥττονος ἂν εἴη κατηγορίας ἄξιος· εἰσὶ δέ τινες, φησί, λέγει δὲ τοὺς περὶ Δημόκριτον,2 οἳ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν θειοτάτων ἐν τοῖς φανεροῖς αἰτίαν αὐτὴν ἡγησάμενοι, οὐδὲ ἐπὶ σμικρόν τι περὶ αὐτῆς διελέχθησαν. ἀπείρους γὰρ κόσμους ὑποτιθέμενος ὁ Δημόκριτος, κατὰ τύχην μὲν ἔλεγεν ἐν τῷδε τῷ μέρει τοῦ κενοῦ ἀπείρου ὄντος τὸν κόσμον τοῦτον γενέσθαι, ἐν ἄλλῳ δὲ ἄλλον. ἀλλὰ καὶ αὐτῆς τῆς τῶν ὄντων διακοσμήσεως τὴν τύχην αἰτίαν φησὶν εἶναι· τάς τε γὰρ ἀτόμους κατὰ τύχην κινουμένας συνελθεῖν καὶ ποιῆσαι ἐξωτέρω μὲν τοῦ κόσμου παντὸς τὸν οὐρανὸν καὶ ἐφεξῆς ὡς ἔχει τάξεως τὰ λοιπά, καὶ τὴν γῆν δὲ κατὰ τύχην ἑστάναι· τὴν γὰρ τοῦ οὐρανοῦ δίνην συμπεριάγειν ἑαυτῇ τὸν ἐντὸς ἀέρα. οὗτος δ’ ὁ ἀὴρ διὰ τὸ συνεχὴς εἶναι τῇ γῇ πανταχόθεν αὐτῆς ἁπτόμενος τῇ ὀξείᾳ περιδινήσει οὐκ ἐᾷ αὐτὴν καταπίπτειν, ἀλλ’ ἀκίνητον φυλάττει, ὥσπερ οἱ τὰς φιάλας πεπληρωμένας ὕδατος περιάγοντες καὶ μὴ ἐκχέοντές τι τοῦ ὕδατος διὰ τὴν ὀξεῖαν περιαγωγήν· ταχυτέρα γὰρ οὖσα ἡ κίνησις καὶ ἡ περιαγωγὴ τοῦ περιέχοντος τῆς κατὰ φύσιν τοῦ ἐντὸς κινήσεως φθάνει περιελθεῖν πρὶν ἐκεῖνο τῆς οἰκείας ἐκπεσεῖν ἕδρας. ὅθεν καὶ μέμφεται τῷ Δημοκρίτῳ, ὅτι τῶν μὲν μερικῶν οὐδὲν ἀπὸ τύχης γίνεσθαί φησιν (οὐ γὰρ ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεσθαι), καὶ ἐν τῇ τῶν κατὰ μέρος ἀποδόσει (οἷον διὰ τί τὰ θερμὰ διακρίνει καὶ τὰ λευκά; ἢ διὰ τί τὸ μέλι γλυκύ;) τὴν θέσιν καὶ τὴν τάξιν καὶ τὸ σχῆμα τῶν ἀτόμων αἰτιᾶται, αὐτῆς δὲ τῆς τῶν ὅλων γενέσεως τὸ αὐτόματον αἴτιον εἶναί φησι. καίτοι, φησί, τὸ ἐναντίον ἔδει3 ἐν μὲν τοῖς οὐρανίοις καὶ ταῖς τῶν στοιχείων ὁλότησι μηδὲν ἀπὸ τύχης μηδὲ ἀπὸ ταὐτομάτου εἶναι λέγειν, ἐν τοῖς κατὰ μέρος δέ, ἄν ἄρα, τὴν τύχην καὶ τὸ αὐτόματον αἰτιᾶσθαι. ἐν μὲν γὰρ τοῖς οὐρανίοις οὐδὲν ἐνδεχομένως γίνεται, οὐδὲ ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχουσι τά τε οὐράνια καὶ αἱ τῶν στοιχείων ὁλότητες, τὰ δὲ κατὰ μέρος οὐκ ἔχουσι τὸ ἀναγκαῖον· οὐ γὰρ ἀεὶ πενταδάκτυλον ἡ φύσις ποιεῖ, ἀλλ’ ἔστιν ὅτε καὶ ἀποτυγχάνει τοῦ σκοποῦ. εἰ τοίνυν ἡ τύχη καὶ τὸ αὐτόματον οὐ τῶν ἐξ ἀνάγκης γινομένων, ἀλλὰ τῶν ὡς ἐπ’ ἔλαττον, εὐλογώτερον τῶν κατὰ μέρος αὐτὴν αἰτιᾶσθαι ἅπερ οὐκ ἔχει τὸ ἀναγκαῖον, ἢ τῶν ὁλοτήτων ἐν αἷς ἔστιν ἀεὶ τὸ ἀναγκαῖον· ἀλλ’ ὅμως τύχην καὶ τὸ αὐτόματον τῶν τηλικούτων αἰτιασάμενος, οὐδένα λόγον ἡμῖν περὶ τύχης καὶ αὐτομάτου κατεβάλλετο.

実際、[空気は]現今では土と水の上方にあるが、別の宇宙生成において、もしそうなるならば、ふたたびスパイロスから宇宙が生じるときに、別の何らかの秩序と場所を占めることもありうると[エンペドクレスは言う]。また動物の諸部分の大部分も、あたかも配慮から生じたかのように運によってそのように生じたと彼は言う。例えば、前歯は切断に適して鋭く、臼歯はすり潰すのに適しているというように。したがって、彼らは非難に値する。というのも、総じて何らかのものが運から生じると言いながら、運について何も規定しなかったからである。しかし、エンペドクレスは些細ないくつかのことについて運を原因としたのであるから、もし彼が運について何ら説明を行わなかったとしても、より少ない非難に値するにすぎないかもしれない。だが、「ある者たち」と彼は言うが――彼が言っているのはデモクリトスとその一派のことである――、彼らはこの天や目に見えるものどものうち最も神的なものの原因を運であると考えながら、運についてごくわずかにも論じなかった。実際、デモクリトスは無限の世界を仮定し、無限である虚空のこの部分にこの世界が生じ、別の部分に別の世界が生じたのは運によると言っていた。それだけでなく、存在するものどもの秩序づけそのものの原因も運であると彼は言う。原子が運によって運動して集合し、全世界の外側に天を、そして秩序のあり方に従って順次残りのものを生じさせ、大地もまた運によって静止していると言うのである。なぜなら、天の渦巻き運動が、その内側の空気を自分とともに回転させるからである。そしてこの空気は大地と連続しているために、あらゆる方向から大地に接し、その鋭い旋回によって大地が落下するのを許さず、かえって静止した状態に保つのである。それはあたかも、水を満たした平鉢を激しく回転させて、その鋭い回転のために水をごくわずかもこぼさない者たちのようである。なぜなら、包摂するものの運動と回転の方が、内側にあるものの自然本来の運動よりも速いので、内側のものが本来の座から落ちる前に回転し尽くしてしまうからである。それゆえ彼はデモクリトスをも非難している。すなわち、デモクリトスは個別的な事柄については何ひとつ運から生じるとは言わず(というのも、偶然のものが偶然のものから生じることはないからである)、個別的な事柄の原因説明においては(例えば、なぜ熱いものは分離し、白いものはそうするのか、あるいはなぜ蜂蜜は甘いのか)、原子の位置や配列や形態を原因とするのに、万物の生成そのものについては自発的事象が原因であると言っているからである。「にもかかわらず」と彼は言う、「本来はその反対であるべきだったのであり、天界のものどもや諸元素の全体においては運や自発的事象によるものは何もないと言い、個別的なものどもにおいてこそ、もしそう言うとすれば、運や自発的事象を原因とすべきであった」。というのも、天界のものどもにおいては何ひとつ偶発的に生じることはなく、ある時は存在しある時は存在しないということもなく、天界のものどもも諸元素の全体も常に同様の状態にあるが、個別的なものどもは必然的な性質を持っていないからである。実際、自然は常に五本指のものを作るわけではなく、時には目標を外すこともある。それなら、もし運や自発的事象が必然的に生じるものどもに属するのではなく、稀に生じるものどもに属するのであるとすれば、必然性を持たない個別的なものどもの原因を運とみなす方が、常に必然性がある全体[の原因とする]よりも、理に適っている。しかしそれにもかかわらず、彼はこれほど重大な事柄の原因を運や自発的事象に帰しておきながら、運や自発的事象について我々に何の説明も提示しなかったのである。

構文注3 件
  1. 2.65νῦν μὲν γὰρ ὑπὲρ τὴν γῆν εἶναι καὶ τὸ ὕδωρ, ἄλλοτε δ’ εἰ τύχοι ἐν ἑτέρᾳ κοσμοποιΐᾳ, ἡνίκα πάλιν ἀπὸ τοῦ σφαίρου γίνεται κόσμος, ἄλλην τινὰ τάξιν καὶ τόπον ἀπολαβεῖν

    不定詞 εἶναι と ἀπολαβεῖν は、直前チャンク末尾で導入されたエンペドクレスの学説を報告する間接話法(対格不定詞構文)の継続であり、意味上の主語は前チャンクの τὸν ἀέρα である。εἰ τύχοι は挿入節的に条件を表し、「もしそうなれば」「たまたまそうなるなら」の意。

  2. 2.65τοὺς περὶ Δημόκριτον

    οἱ περί τινα の慣用表現で、文字通りには「デモクリトスとその一派・追随者たち」を指すが、古代ギリシア語の通例として主要人物本人(デモクリトス)をも含み、続く文で ὁ Δημόκριτος と単数で受けられている。

  3. 2.65καίτοι, φησί, τὸ ἐναντίον ἔδει

    ἔδει(直説法未完了過去)は反実仮想的当為を表し、「(実際にはそうしなかったが)反対のことをなすべきであった」を意味する。続く二つの不定詞 λέγειν と αἰτιᾶσθαι がこの ἔδει の主語的補足(なされるべき事柄)を構成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:261.23-263.2