- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:15.29-17.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
質料の多様性と第一質料の性格を論じ、ここでの教えが自然本性上後なる普遍者から始まっていることを確認した上で、普遍者と個別者の認識順序に関する本箇所と『分析論後書』第1巻との見かけ上の矛盾という難問を提示する。
ἄλλη γὰρ ἡ τοῖς οὐρανίοις καὶ ἀϊδίοις ὑποκειμένη ὕλη καὶ ἄλλη 〈ἡ〉 τοῖς ἐν γενέσει· καὶ ἐν τούτοις ἄλλη μὲν ἡ τοῖς μετεώροις, ἄλλη δὲ ἡ τοῖς ἐν γῇ· καὶ ἄλλη μὲν φυτῶν, ἄλλη δὲ ζῴων. ὥστε κἂν περὶ τῆς ὕλης διδάσκῃ ἡμᾶς ἐν τούτοις, ἀλλὰ περὶ τῆς κοινότερον καλουμένης ὕλης, ἥτις ἐπὶ πάσης ὕλης κατηγορεῖσθαι δύναται. οὐ μία δὲ ἡ τῆς ὕλης φύσις οὐδὲ τῆς πρώτης· ἄλλη μὲν γὰρ ἡ τῶν οὐρανίων, ἄλλη δὲ ἡ τῶν ἐν γενέσει. ῥᾴδιον δὲ ἐπιβλέψειεν ἄν τις, ὅτιπερ ἐν τοῖς πράγμασιν ἄλλο μέν τί ἐστι τὸ ὑποκείμενον καὶ ὥσπερ ὕλη ὑπεστρωμένον, ἄλλο δὲ τὸ εἶδος καὶ ἡ μορφὴ ἡ ἐγγινομένη ἐν αὐτῇ (ὥσπερ ἐπὶ τῶν ξυλίνων τε καὶ κηρίνων σκευῶν καὶ πάντων τῶν τοιούτων ἔχει), καὶ ὅτι ἡ αὐτή ἐστιν ἐπὶ πάντων ἀναλογία, εἰ τῇ ἰδίᾳ ἑκάστου ἀρχῇ τις ἐπιστήσειεν,1 ὅτι τοῖς μὲν μετεώροις ἡ ξηρὰ καὶ ὑγρὰ ἀναθυμίασις ὑπόκειται, τοῖς δὲ οὐρανίοις πέμπτη τις οὐσία· τῷ γὰρ ὄντι πολλῆς ἐπιβλέψεως χρεία εἰς τὸ τὰς ἰδικὰς ἑλεῖν ἀρχὰς τῶν πραγμάτων. ἴσως δὲ ἀπορήσειέ τις ὅτι, εἰ περὶ τῆς ἀνειδέου καὶ πρώτης ὕλης ἐνταῦθά ἐστιν αὐτῷ ὁ λόγος, πῶς φαμεν ὡς ἐκ τῶν ὑστέρων τῇ φύσει ποιεῖται τὴν διδασκαλίαν; πρώτη γὰρ πάντων ἀρχὴ αὐτή. φημὶ δὲ ἐγὼ ὅτι πρῶτον μὲν ἡ πρωτίστη ὕλη ὡς μὲν σωμάτων τῷ ὄντι ἐστὶ πρώτη ἀρχή, ὡς μέντοι ζῴων ἢ φυτῶν2 ἢ μετάλλων ἢ τῶν ἐν τοῖς μετεώροις συνισταμένων ἢ τῶν οὐρανίων ἄλλη τίς ἐστιν ἰδικωτέρα ἀρχή. ὅταν οὖν ὡς μετεώρων πρώτην ἀρχὴν ζητῶμεν, οὐ δυνάμεθα λέγειν τὴν ἀνείδεον ὕλην· αὕτη γὰρ οὐδὲν μᾶλλόν ἐστι τῶν μετεώρων ἀρχὴ ἢ πάντων ἁπλῶς τῶν σωμάτων· ἀλλὰ δεῖ ζητεῖν τὴν ἰδίως αὐτοῖς ὑποκειμένην καὶ ὡς μετεώρων πρωτίστην ἀρχήν. ἄλλως τε κἂν διδάσκῃ περὶ τῆς ἀνειδέου ὕλης, οὐδὲν ἧττον κοινοτέρα ἐστὶ καὶ συγκεχυμένη ἡ διδασκαλία· συγκεχυμένη μέν, διότι οὐδὲν ἧττον ἡ τῶν οὐρανίων ἀνείδεός ἐστιν ἢ ἡ τῶν ἐν γενέσει, καὶ ταύτῃ οὐδὲν ἴδιον περὶ τῆς ἰδίας ἢ τούτων ἢ ἐκείνων ὕλης εἴρηκεν, ἀλλὰ κοινόν τινα λόγον ἀποδέδωκε περὶ αὐτῶν· τὸ δὲ κοινὸν τοῦτο δηλονότι ὕστερόν ἐστι τῇ φύσει, ἐπειδὴ ἡ φύσις, ὡς εἴπομεν, οὐδὲν τῶν κοινῶν ποιεῖ, ἀλλὰ τὰ καθ’ ἕκαστα ἐξ ὧν συλλέγεται τὸ κοινόν. ἀλλ’ οὐδὲ ὅλως τὴν πρώτην ὕλην ἡ φύσις ποιεῖ. γίνεται μὲν γάρ, ὡς πολλάκις εἶπον, τὰ καθ’ ἕκαστα, τούτων δὲ προσεχὴς ἑκάστου ἡ ὕλη ἣν ἡ δημιουργὸς ἑκάστου φύσις ποιεῖ. τὴν οὖν πρώτην ὕλην οὐδεμία φύσις ποιεῖ· ἐκ τοῦ πρώτου γὰρ παρῆκται, οὐχ ὑπὸ φύσεως. εἰ οὖν ἔγνωσται τῇ φύσει τὰ πρῶτα λεγόμενα ἃ ποιεῖ, τὴν δὲ ἀνείδεον ὕλην ἡ φύσις οὐ ποιεῖ, οὐκ ἄρα περὶ τῆς ἀνειδέου διδάσκων ὕλης περὶ τῶν τῇ φύσει πρώτων διδάσκει καὶ γνωριμωτέρων,3 εἰ μὴ ἁπλῶς τῇ καθόλου καὶ περιεκτικῇ τῶν ὅλων φύσει λέγοι τις γνωριμωτέραν εἶναι τὴν ἀνείδεον ὕλην. Ἐπιστάσεως δὲ ἄξιον, πῶς οὐκ ἐναντία ἐστὶ τὰ ἐνταῦθα λεγόμενα τοῖς ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς. ἐνταῦθα μὲν γὰρ εἰπὼν ὅτι πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα, τὰ καθόλου φησὶν ἡμῖν εἶναι γνωριμώτερα, τὰ δὲ καθ’ ἕκαστα ἀσαφέστερα μὲν ἡμῖν, τῇ δὲ φύσει γνωριμώτερα (διό, φησίν, ἐκ τῶν καθόλου ἐπὶ τὰ καθ’ ἕκαστα δεῖ προϊέναι· τὸ γὰρ ὅλον, φησί, κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστι)· ταῦτα οὖν εἰπὼν ἐνταῦθα, τἀναντία λέγει ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς. τὴν γὰρ τῶν καθόλου γνῶσιν ὑστέραν ἡμῖν φησι παραγίνεσθαι· “λέγω” γάρ φησι “πρὸς ἡμᾶς πρότερα καὶ γνωριμώτερα τὰ ἐγγυτέρω τῆς αἰσθήσεως· ἔστι δὲ πορρωτάτω μὲν τὰ καθόλου μάλιστα, ἐγγύτατα δὲ τὰ καθ’ ἕκαστα.” τὰ οὖν ζητούμενά ἐστι δύο, πῶς ἐνταῦθα μὲν τὰ καθόλου φησὶ γνωριμώτερα τῇ αἰσθήσει, καὶ διὰ τοῦτο δεῖν ἐκ τῶν καθόλου ἀρξαμένους ἐπὶ τὰ καθ’ ἕκαστα προϊέναι, ἐν δὲ τῇ Ἀποδεικτικῇ ἐγγυτέρω φησὶ τῆς αἰσθήσεως εἶναι τὰ καθ’ ἕκαστα, πορρωτέρω δὲ τὰ καθόλου· καὶ πῶς ἐν μὲν τῇ Ἀποδεικτικῇ πρῶτά φησιν εἶναι τῇ φύσει τὰ καθόλου, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα τῇ φύσει πρῶτα.
というのも、天上の永遠なるものどもに基底として横たわる質料と生成のうちにあるものどもにおける質料とは別であり、またこれら[生成のうちにあるものども]のなかでも気象現象におけるものと地上のものにおけるものとは別であり、植物のものと動物のものとは別だからである。したがって、彼がこれらにおいて質料について我々に教えるとしても、より共通に呼ばれる質料、すなわちあらゆる質料について述語づけられうるような質料について教えるのである。そして質料の自然本性は、第一の質料の自然本性ですら一つではない。なぜなら天上のものどもの〔質料の〕自然本性と生成のうちにあるものどもの〔質料の〕自然本性とは別だからである。また、事物のなかには、基底として横たわりあたかも質料のように下に敷かれているあるものと、そのなかに生じる形相および形態という別のものとがあること(木製や蝋製の道具やすべてのそのようなものどもにおいて成り立っているように)、そして各々の固有の原理に注意を向けるならば、気象現象には乾いた蒸気と湿った蒸気が基底として横たわり、天上のものどもには第五の何らかの本体が基底として横たわっているように、あらゆるものにおいて同じ比例関係が成り立つということは、誰でも容易に観察できよう。なぜなら実に、事物の特殊的諸原理を把握するためには多くの注意深い観察が必要だからである。 しかしおそらく誰かが次のように難じるかもしれない。もし無形相で第一の質料についてここでの彼の議論があるのだとすれば、彼が自然本性において後なるものから教えをなしていると我々がどうして言えようか。なぜなら〔第一の質料〕それ自体が万物の第一の原理だからである。これに対して私はこう言う。第一に、最第一の質料は物体[の原理]としては実に第一の原理であるが、しかし動物や植物、鉱物、気象現象において成立するもの、あるいは天上のものどもの原理としては、別の何らかのより特殊的な原理が存在する。それゆえ、気象現象〔の原理〕としての第一原理を探究するとき、無形相の質料を言うことはできない。なぜならこの質料は、端的にすべての物体の原理である以上に気象現象の原理であるわけではないからである。むしろそれらに固有の仕方で基底として横たわり、気象現象〔の原理〕としての最第一の原理であるようなものを探究しなければならない。さらに、仮に彼が無形相の質料について教えるとしても、教えはそれにもかかわらずより共通で混淆したものである。混淆しているというのは、天上のものどもの質料も生成のうちにあるものどもの質料に劣らず無形相であり、この点で彼はこれらやあれらの固有の質料について固有のことは何も述べておらず、それらについての共通の何らかのロゴスを与えたからである。そしてこの共通のものは明らかに自然本性において後である。なぜなら我々が言ったように、自然本性は共通なものを何一つ造らず、共通のものがそこから集められる個別のものたちを造るからである。しかしそもそも自然本性は第一の質料を全く造らない。なぜなら、私がたびたび言ったように、個別のものが生成し、各々の創造者である自然本性が造る質料は、これらのおのおのの近接した〔質料〕だからである。したがって第一の質料をいかなる自然本性も造りはしない。なぜならそれは第一のものから導出されたのであり、自然本性によってではないからである。それゆえ、もし自然本性が自らが造るところの、第一と言われるものどもを知っており、他方で自然本性が無形相の質料を造らないのだとすれば、万物を包括する普遍的な自然本性にとって無形相の質料がより知られやすいと端的に言わない限り、無形相の質料について教える彼は、自然本性にとって第一でありより知られやすいものについて教えているわけではないのである。 他方で、ここで言われていることが『分析論後書』第一巻において言われていることといかに反しないかということは、検討に値する。なぜならここでは、「自然本性上、我々にとってより知られやすく明瞭なものから、自然本性にとってより明瞭で知られやすいものへの道がある」と述べて、普遍的なものが我々にとってより知られやすく、個別のものは我々にとってはより不明瞭であるが自然本性にとってはより知られやすいと言っているからである(それゆえ彼が言うには、普遍的なものから個別のものへと進まねばならない。なぜなら感覚にとっては全体がより知られやすく、普遍的なものは一種の全体だからである)。このようにここで述べておきながら、彼は『分析論後書』第一巻においては反対のことを述べている。なぜなら普遍的なものの認識は我々にとって後に生じると彼が述べているからである。実際、彼が言うには、「感覚により近いものが我々にとって先であり、より知られやすいと私は言う。そして最も普遍的なものが最も遠く、個別のものが最も近い」のである。したがって探究されるべき課題は二つある。ここでは普遍的なものが感覚にとってより知られやすく、そのために普遍的なものから始めて個別のものへと進まねばならないと言いながら、『分析論後書』においては個別のものが感覚により近く、普遍的なものがより遠いと言っているのはいかなるわけか。そして、『分析論後書』においては普遍的なものが自然本性にとって第一であると言いながら、ここでは個別のものが自然本性にとって第一であると言っているのはいかなるわけか、ということである。
- 1.4ῥᾴδιον δὲ ἐπιβλέψειεν ἄν τις, ὅτιπερ ἐν τοῖς πράγμασιν ἄλλο μέν τί ἐστι τὸ ὑποκείμενον ... καὶ ὅτι ἡ αὐτή ἐστιν ἐπὶ πάντων ἀναλογία, εἰ τῇ ἰδίᾳ ἑκάστου ἀρχῇ τις ἐπιστήσειεν
主節動詞 ῥᾴδιον ... ἐπιβλέψειεν ἄν(潜在の ἄν+希求法)に対し、ὅτιπερ 節(... ἄλλο μέν τί ἐστι ... ἄλλο δὲ τὸ εἶδος)と καὶ ὅτι 節(... ἡ αὐτή ἐστιν ἐπὶ πάντων ἀναλογία)という二つの名詞節が並列して目的語となっている。後者の内部に条件節 εἰ ... ἐπιστήσειεν が埋め込まれ、さらにその帰結を具体化する ὅτι 節(ὅτι τοῖς μὲν μετεώροις ...)が従属している重層的な構文。
- 1.4ὡς μὲν σωμάτων τῷ ὄντι ἐστὶ πρώτη ἀρχή, ὡς μέντοι ζῴων ἢ φυτῶν
ὡς は観点・資格を表す接続詞的副詞で、属格名詞 σωμάτων および ζῴων などに直接結合して「〜の[原理]として」という意味をなす。後続の ὡς μέντοι ζῴων ... においては述語 ἀρχή が補われて解釈される。
- 1.4οὐκ ἄρα περὶ τῆς ἀνειδέου διδάσκων ὕλης περὶ τῶν τῇ φύσει πρώτων διδάσκει καὶ γνωριμωτέρων
条件文(εἰ οὖν ἔγνωσται ... τὴν δὲ ἀνείδεον ὕλην ἡ φύσις οὐ ποιεῖ)の帰結部。分詞 διδάσκων は時・条件を表し、「無形相の質料について教えるとき/教える彼は」として主動詞 διδάσκει にかかる。二重の前置詞句 περὶ τῆς ἀνειδέου ... ὕλης と περὶ τῶν τῇ φύσει πρώτων ... は前者が分詞 διδάσκων の対象、後者が主動詞 διδάσκει の対象として整然と対応している。
