← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§65.36-66.28

直線運動の本質と非物体的動者の不動性

フィロポノスは、自然な場所への直線運動が本質的自然ではなく全体性への復帰過程にすぎないことを論証した上で、古人が動かすものはすべて動かされると見なして魂の場所的運動を主張した誤謬を、非物体的動者および欲求対象の不動性をもって論駁する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.52#2

ἕκαστον γὰρ ἐν τῇ ὁλότητι τῇ ἑαυτοῦ ἕστηκεν· αἱ γὰρ ὁλότητες ἢ ἑστάναι βούλονται ἢ κύκλῳ κινεῖσθαι, διότι καὶ ἡ κύκλῳ κίνησις στάσις ἐστίν. ἡ γὰρ πυρία σφαῖρα καὶ ὁ περὶ αὐτὴν ἀὴρ συγκινούμενα τῷ παντὶ βίαιον μὲν ἔχει ταύτην τὴν κίνησιν, οὐκ ἐξιστῶσαν δὲ τοῦ κατὰ φύσιν· φυλάττει γὰρ τὰ κύκλῳ κινούμενα τὸν οἰκεῖον τόπον· οὐ γὰρ δὴ γίνεται ἐν τῷ παρὰ φύσιν, λέγω δὴ τῷ περὶ τὴν γῆν, ἀλλ’ ἔχει τὴν οἰκείαν λῆξιν καὶ κύκλῳ κινούμενα. τὸ 〈δὲ〉 μερικὸν πῦρ καὶ ὁ μερικὸς ἀὴρ καὶ τὸ ὕδωρ ὑπό τινος ἔξωθεν βίας ἐκστάντα τοῦ κατὰ φύσιν πάλιν κινεῖται τὴν ἐπὶ τὸ κατὰ φύσιν ὁδόν· ἐν ὅσῳ δὲ κινεῖται, ἅτε ἐν ἀλλοτρίῳ ὂν τόπῳ καὶ τῆς ἰδίας ὁλότητος ἐκτὸς παρὰ φύσιν ἐστίν· οὐκοῦν οὐ φύσει ἡ ἐπὶ τὸν κατὰ φύσιν τόπον κίνησις, καὶ αἱ ὁλότητες τὰς τοιαύτας κινήσεις οὐ κινοῦνται. δεῖ δὲ τὴν φύσιν ἐν τῇ ὁλότητι μᾶλλον διαφαίνεσθαι· οὐκ ἄρα φύσει αἱ κινήσεις αὗται τοῖς μέρεσιν, ἀλλ’ ὁδοὶ ἐπὶ τὸ κατὰ φύσιν. τοῖς γοῦν οὐρανίοις φύσει ἡ κύκλῳ κίνησις, καὶ ταὐτὸ τοῖς μέρεσι τὸ ὅλον ὑπομένει, καὶ ἐν τῷ ὅλῳ μᾶλλον ἢ τοῖς μέρεσιν ἡ κύκλῳ διαφαίνεται κίνησις· ὀξυτάτη γὰρ ἡ τοῦ ὅλου περιφορά. οὕτω μὲν οὖν αἱ τοιαῦται κινήσεις οὐ κατὰ φύσιν, ἀλλ’ ὁδοὶ ἐπὶ τὸ κατὰ φύσιν. δύνανται δὲ ἄλλως λέγεσθαι κατὰ φύσιν, ὥσπερ λέγομεν καὶ τὴν ὑγίανσιν κατὰ φύσιν, παρὰ φύσιν δὲ τὴν οἷον νόσανσιν, ὅτι ἡ μὲν ἐπὶ τὸ κατὰ φύσιν ἄγει, ἡ δὲ ἐπὶ τὸ παρὰ φύσιν. οὕτω γὰρ οὖν, φησίν, οἱ παλαιότεροι αἴσθησιν καὶ κίνησιν ψυχῆς εἶναι ἀποφηνάμενοι, καὶ καλῶς γε τοῦτο, εἰ καὶ μὴ πάσης, κακῶς τὰ ἐφεξῆς συνεπέραναν. ἐπειδὴ γὰρ ἐνόμισαν πᾶν τὸ κινοῦν κινεῖσθαι, εἰ κινεῖ, φασίν, ἡ ψυχή, πᾶν δὲ τὸ κινοῦν καὶ αὐτὸ κινεῖται, καὶ αὐτὴ ἄρα κινηθήσεται τὴν κατὰ τόπον κίνησιν, λέγοντες κακῶς· εἰ μὲν γὰρ σῶμα εἴη τὸ κινοῦν τῷ ὄντι κινούμενον κινήσει, οἷον τὴν θύραν ἡ βακτηρία καὶ ταύτην ἡ χεὶρ καὶ τὴν χεῖρα τὸ ὅλον σῶμα κἀκεῖνο ἡ ψυχή·1 εἰ μέντοι εἴη ἀσώματον τὸ πρώτως κινοῦν, οὐκ ἀνάγκη καὶ αὐτὸ κινεῖσθαι, κατὰ τόπον λέγω, ἐπεὶ καὶ τὸ θεῖον κινοῦν τὸ πᾶν ἀκίνητόν ἐστιν ἑστῶσαν ἔχον καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν. ἄλλως τε οὐδὲν τῶν ὀρεκτῶν κινοῦν κινεῖται· ὁ γὰρ χόρτος κινεῖ τὸν ὄνον πρὸς ὄρεξιν αὐτὸς μὴ κινούμενος, καὶ ἡ εἰκὼν τὸν ἐραστήν.

なぜなら各々のものは自らの全体性のうちにあって静止しているからである。というのも諸々の全体は、静止することを望むか円運動することを望むかのいずれかであり、円運動もまた一種の静止だからである。実際、火の球体とそれを取り巻く空気は、全宇宙とともに動かされることでこの運動を強制的[なもの]として有しているが、それは自然本性に適った[状態]から逸脱させるものではない。なぜなら円運動するものは固有の場所を保つからである。というのも、自然に反した[場所]、すなわち大地を取り巻く[場所]には決して入らず、円運動しつつも固有の領域を保持しているからである。しかし部分的な火、部分的な空気、そして水は、外部からの何らかの力によって自然本性に適った[状態]から逸脱すると、再び自然本性に適った[状態]への道を運動する。そして運動している間は、他なる場所にあって自らの全体性の外にあるため、自然に反した状態にある。それゆえ自然本性に適った場所への運動は自然本性によるものではなく、諸々の全体はそのような運動を運動しない。ところで自然本性は全体においていっそう明瞭に現れねばならない。したがってこれらの運動は部分にとって自然本性によるものではなく、自然本性に適った[状態]への道なのである。現に天球のものたちにとっては円運動が自然本性によるものであり、全体は部分と同じ状態を保ち、円運動は部分においてよりも全体においていっそう明瞭に現れる。なぜなら全体の回転が最も速いからである。このように、そのような運動は自然本性に適ったものではなく、自然本性に適った[状態]への道なのである。しかしそれらは別の意味では自然本性に適ったものと言われうる。それは我々が健康への回復をも自然本性に適ったものと呼び、言わば発病を自然に反したものと呼ぶのと同様である。前者は自然本性に適った[状態]へと導き、後者は自然に反した[状態]へと導くからである。このようにして、古人たちは感覚と運動が魂のものであると表明し――あらゆる魂の[もの]ではないとしても、このこと自体は適切であったが――それに続く事柄を誤って推論した、と[アリストテレスは]言う。なぜなら彼らは動かすものはすべて動かされると考えたため、「もし魂が動かすのであれば、動かすものはすべてそれ自身も動かされるのだから、魂それ自身も場所的運動を動かされることになる」と主張したからであり、これは誤った主張である。というのも、もし動かすものが物体であるならば、それは現実に動かされながら運動させるであろう。例えば杖が扉を[動かし]、手が杖を、身体全体が手を、そして魂が身体を[動かす]ように。しかしもし第一に動かすものが非物体的なものであるならば、それ自身も動かされる必然性はない(私が言っているのは場所的運動のことである)。なぜなら全宇宙を動かしている神的なものも、静止した実体と能力と現実態を有しつつ不動だからである。その上、欲求の対象のうち動かすものは何一つとして動かされない。なぜなら干し草は自らは動かされることなくロバを欲求へと動かし、肖像は恋人を動かすからである。

構文注2 件
  1. 1.52οἷον τὴν θύραν ἡ βακτηρία καὶ ταύτην ἡ χεὶρ καὶ τὴν χεῖρα τὸ ὅλον σῶμα κἀκεῖνο ἡ ψυχή

    直前の動詞 κινήσει(から補われる κινεῖ)の省略に伴う連続的省略構文(brachylogy)。対格(被動者・目的語)と主格(動者・主語)が対をなし、先行する主格が次の連鎖で指示代名詞対格(ταύτην, κἀκεῖνο)となって受け継がれる動因の連鎖(杖が扉を、手が杖を、全身が手を、魂が身体を動かす)を端的に表している。

  2. 1.52διαφέρον R: διαφέρων Dt 16 ἁπλῶς post φησιν (15) habent Rt 19 διὸ — παλαιοτέ

    底本の印刷テキストにおいて、直前ページの校訂装置(apparatus criticus)の一部が「ὁ περὶ」と「αὐτὴν ἀὴρ」の間に脱落・迷入した機械的混入である。文脈上の本来の語列は「ἡ γὰρ πυρία σφαῖρα καὶ ὁ περὶ αὐτὴν ἀὴρ συγκινούμενα τῷ παντὶ」であり、この復元された構造に基づいて訳出している。

    本文中の位置は未特定

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:65.36-66.28