← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§509.23-511.2

共通感覚対象と付帯的感覚対象における真理性

感覚が共通の感覚対象と付帯的感覚対象のどちらについてより真実を捉えるかという見かけの矛盾に対し、付帯的感覚対象を「個別実体」と取るか「他の感覚の固有対象」と取るかによる二つの意味を区別して調停し、単一の感覚による共通感覚対象の誤認例を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.82#3

δευτέρα ἀπορία, πῶς ἀνωτέρω ἔφασκε περὶ τὰ κοινὰ αἰσθητὰ μᾶλλον ἀληθεύειν τὴν αἴσθησιν ἤπερ περὶ τὰ κατὰ συμβεβηκὸς αἰσθητά, νυνὶ δὲ τοὐναντίον λέγει ὅτι περὶ τὰ κατὰ συμβεβηκὸς μᾶλλον ἀληθεύει ἤπερ περὶ τὰ κοινά. καὶ αὕτη μὲν ἡ ἀπορία. ἵνα δὲ αὐτὸν Ἀριστοτέλην πρὸς ἑαυτὸν ἄμαχον καταστήσωμεν καὶ πρὸς τὰ πράγματα, ἐπιλυσόμεθα τὴν ἀπορίαν οὕτως, ὅτι διττά εἰσιν, ὡς καὶ ἀνωτέρω εἴρηται, τὰ κατὰ συμβεβηκὸς αἰσθητά, αἵ τε ἄτομοι οὐσίαι, αἵτινες οὐδεμιᾷ αἰσθήσει τὸ παράπαν ὑποπίπτουσιν, ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς συμβεβηκότων νοοῦνται, ἢ κατὰ συμβεβηκός ἐστιν αἰσθητὸν τὸ ἄλλῃ ὑποπῖπτον αἰσθήσει, οἷον τῇ ὄψει τὸ γλυκύ· καθ’ αὑτὸ γὰρ αἰσθητόν ἐστι τῇ γεύσει. διττοῦ οὖν ὄντος τοῦ κατὰ συμβεβηκὸς αἰσθητοῦ δύναται καὶ οὗτος ὁ λόγος ἀληθεύειν καὶ ὁ ἀνωτέρω εἰρημένος. εἰ μὲν γὰρ κατὰ συμβεβηκὸς αἰσθητὸν λάβοις τὰς ἀτόμους οὐσίας, ἀληθεύει ὁ ἀνωτέρω λόγος· μᾶλλον γὰρ ἡ αἴσθησις ἀληθεύει περὶ τὰ κοινὰ αἰσθητὰ ἤπερ περὶ τὰς ἀτόμους οὐσίας. ὅτι δὲ μᾶλλον ἀληθεύει ἡ αἴσθησις περὶ τὰ κοινὰ αἰσθητὰ ἢ περὶ τὰς ἀτόμους οὐσίας, δῆλον ἐκ τοῦ μᾶλλον πάσχειν τὴν αἴσθησιν ἐκ τῶν κοινῶν αἰσθητῶν.1 ἐκ γὰρ τῶν ἀτόμων οὐσιῶν οὐδὲ ὅλως πάσχει· ἀπὸ οὐσίας γὰρ καθὸ οὐσία οὐδὲν πάσχει ἡ αἴσθησις· ἐκ δὲ τῶν κοινῶν αἰσθητῶν πάσχει, ὡς ἤδη δέδεικται· διακρίνεται γὰρ ὑπὸ τοῦ μεγάλου καὶ συγκρίνεται ὑπὸ τοῦ μικροῦ μεγέθους, ὁμοίως δὲ καὶ ὑπὸ τῶν ἄλλων πάσχει. ἐξ οὗ δὲ πάσχει ἡ αἴσθησις, τοῦτο μᾶλλον γινώσκει· ὃ δὲ μᾶλλον γινώσκει, περὶ τοῦτο ἀληθεύει· περὶ τὰ κοινὰ ἄρα αἰσθητὰ μᾶλλον ἀληθεύει ἡ αἴσθησις ἢ περὶ τὰς ἀτόμους οὐσίας, καὶ ταύτῃ ἀληθεύει ὁ ἄνω λόγος. εἰ δὲ κατὰ συμβεβηκὸς αἰσθητὸν λάβοις τὸ ἄλλο σημαινόμενον τοῦ κατὰ συμβεβηκός, τότε ἀληθὴς ὁ λέγων λόγος μᾶλλον ἀληθεύειν τὴν αἴσθησιν περὶ τὸ ἄλλῃ αἰσθήσει αἰσθητὸν ἤπερ περὶ τὰ κοινὰ αἰσθητά. τοῦτο δὲ δείκνυται οὕτως· τὸ πλησιάζον τῷ ἀεὶ ἀληθεύοντι μᾶλλον ἀληθεύει τοῦ μὴ πλησιάζοντος· ἀεὶ δὲ ἀληθεύει τὰ ἴδια αἰσθητά, τὸ δὲ ἄλλῃ αἰσθήσει αἰσθητὸν μᾶλλον πλησιάζει, ὡς δείξω, τοῖς ἰδίοις αἰσθητοῖς ἤπερ τὰ κοινὰ αἰσθητά· μᾶλλον ἄρα ἀληθεύει τὸ ἄλλῃ αἰσθήσει αἰσθητὸν τῶν κοινῶν αἰσθητῶν. ὅτι δὲ τοῦτο μᾶλλον πλησιάζει, οὐ χαλεπόν ἐστιν ὁρᾶν. ἰστέον γὰρ ὅτι οὔτε τὰ ἴδια αἰσθητὰ οὔτε τὰ [τῇ] ἄλλῃ αἰσθήσει αἰσθητὰ χωριστά ἐστι τῆς ὕλης, ὥστε πλησιάζουσιν ἀλλήλοις, διότι χωρισθῆναι τῆς ὕλης οὐ δύνανται. οὔτε γὰρ λευκότης, ὅ ἐστιν ἴδιον αἰσθητὸν τῆς ὄψεως, οὔτε γλυκύτης, ὅ ἐστιν ἴδιον αἰσθητὸν τῆς γεύσεως, δύναται χωρὶς ὕλης νοηθῆναι. τὰ δὲ κοινὰ αἰσθητὰ δύναται χωρὶς ὕλης νοηθῆναι· χωρίσαντες γὰρ αὐτὰ τῆς ὕλης οἱ φιλόσοφοι τὰ μαθήματα συνεστήσαντο· ἐκ γὰρ τῶν κοινῶν αἰσθητῶν ἐστι τὰ μαθήματα. εἰ οὖν τὰ ἄλλῃ αἰσθήσει αἰσθητὰ μᾶλλον πλησιάζει τοῖς ἰδίοις αἰσθητοῖς ἤπερ τὰ κοινὰ αἰσθητά, τὰ δὲ μᾶλλον πλησιάζοντα τοῖς ἰδίοις αἰσθητοῖς μᾶλλον ἀληθεύει, τὰ ἄρα ἄλλῃ αἰσθήσει αἰσθητὰ μᾶλλον ἀληθεύει, ὅπερ ἐστὶν ἓν σημαινόμενον τοῦ κατὰ συμβεβηκός, τῶν κοινῶν αἰσθητῶν. ὥστε καὶ οὗτος ὁ λόγος ἀληθής ἐστιν ὁ λέγων περὶ τὰ κατὰ συμβεβηκὸς μᾶλλον ἀληθεύειν τὴν αἴσθησιν ἤπερ περὶ τὰ κοινὰ αἰσθητά, καὶ ὁ ἄνω λόγος πάλιν ἀληθεύει ὁ λέγων περὶ τὰ κοινὰ μᾶλλον ἀληθεύειν τὴν αἴσθησιν ἤπερ περὶ τὰ κατὰ συμβεβηκός. ἰστέον δὲ ὅτι τὰ κοινὰ αἰσθητὰ καὶ παχυμερῆ ἐστι καὶ ἀκριβῆ. ὡς μὲν γὰρ ὑπὸ μιᾶς αἰσθήσεως καταλαμβανόμενα παχυμερῆ ἐστιν, ὡς δὲ ὑπὸ πασῶν ἀκριβῆ.2 ὅτι δὲ μιᾷ αἰσθήσει οὐκ ἀκριβῶς γινώσκεται τὰ κοινὰ αἰσθητά, δηλοῦσιν οἱ παραπλέοντες τὴν μὲν γῆν οἰόμενοι κινεῖσθαι, τὸ δὲ πλοῖον ἑστάναι. ἰδοὺ γὰρ περὶ τὸ ἠρεμοῦν ἡμάρτανον, τουτέστιν τὴν γῆν, καὶ περὶ τὸ κινούμενον, τουτέστι τὸ πλοῖον, διότι ὄψει μόνῃ ταῦτα ἠθέλησαν γνῶναι. καὶ ἄλλως δὲ ἔστιν ἰδεῖν περὶ ἠρεμίας ἡμᾶς ἁμαρτάνοντας· τὰ γὰρ ὄντα ἀεικίνητα ἄστρα ἑστάναι νομίζομεν. καὶ περὶ ἀριθμῶν δὲ ἁμαρτάνει ἡ ὄψις οἰομένη τὰ ἐν διαφόροις σφαίραις ἐν μιᾷ εἶναι.

第二の疑問は、以前には感覚が付帯的感覚対象についてよりも共通の感覚対象についてより真実を捉えると言っていたのに、今では逆に、共通のものについてよりも付帯的なものについてより真実を捉えると言っていることである。そしてこれがその疑問である。アリストテレス自身を彼自身に対しても諸事象に対しても矛盾しないものとするために、我々は次のように疑問を解決しよう。すなわち、以前にも述べられたように付帯的感覚対象には二通りあり、一つはいかなる感覚にもまったく直接かからず、それらの内にある付帯事象から思惟される個別実体であり、あるいはもう一つは他の感覚に直接かかるもの、たとえば視覚にとっての甘さのようなものである。なぜなら甘さは味覚にとってはそれ自体による感覚対象だからである。したがって付帯的感覚対象が二通りである以上、この議論も真実でありえ、以前に述べられた議論も真実でありうる。というのも、もし付帯的感覚対象として個別実体を取るならば、以前の議論が真実となる。感覚は個別実体についてよりも共通の感覚対象についてより真実を捉えるからである。感覚が個別実体についてよりも共通の感覚対象についてより真実を捉えるということは、感覚が共通の感覚対象からより多く被動することから明らかである。実際、個別実体からは全く被動しない。実体からは、実体である限りにおいて感覚は何ら被動しないからである。しかし共通の感覚対象からは、すでに示されたように被動する。大きい大きさによって散らされ、小さい大きさによって集められ、同様に他のものからも被動するからである。そして感覚はそれから被動するものをより多く認識する。より多く認識するものについて、真実を捉える。したがって感覚は個別実体についてよりも共通の感覚対象についてより真実を捉えるのであり、この点で先の議論は真実である。 しかし、付帯的感覚対象として付帯的なもののもう一つの意味を取るならば、そのときは、感覚は共通の感覚対象についてよりも他の感覚にとっての感覚対象についてより真実を捉えると言う議論が真である。そしてこのことは次のように示される。常に真であるものに近接するものは、近接しないものよりも真である。固有の感覚対象は常に真であり、一方、他の感覚にとっての感覚対象は、私が示すように、共通の感覚対象よりも固有の感覚対象により近接している。したがって他の感覚にとっての感覚対象は共通の感覚対象よりも真である。これがより近接しているということは、見て取るのが困難ではない。なぜなら固有の感覚対象も他の感覚にとっての感覚対象も、質料から分離されえないのであり、したがって質料から分離されえないがゆえに互いに近接している、と知るべきだからである。実際、視覚の固有の感覚対象である白さも、味覚の固有の感覚対象である甘さも、質料なしに思惟されることはできない。これに対して共通の感覚対象は質料なしに思惟されうる。哲学者たちはそれらを質料から分離して数学的諸学問を構成したからである。数学的諸学問は共通の感覚対象から成り立っているのである。それゆえ、もし他の感覚にとっての感覚対象が共通の感覚対象よりも固有の感覚対象により近接しており、固有の感覚対象により近接するものがより真であるならば、したがって他の感覚にとっての感覚対象(これこそが付帯的なものの一つの意味である)は、共通の感覚対象よりも真である。したがって、感覚が付帯的なものについて共通の感覚対象についてよりも多く真実を捉えると言うこの議論も真であり、また感覚が共通のものについて付帯的なものについてよりも多く真実を捉えると言う先の議論も再び真である。 しかし共通の感覚対象は粗雑でもあり精密でもある、と知るべきである。単一の感覚によって把握されるものとしては粗雑であり、すべての感覚によるものとしては精密だからである。共通の感覚対象が単一の感覚によっては精密に認識されないことは、船で航行する人々が、陸地が動いており船が静止していると思い込んでいることが明らかにしている。見よ、彼らは静止しているもの、すなわち陸地について、また動いているもの、すなわち船について誤りを犯した。彼らが視覚だけでこれらを認識しようとしたからである。また別の仕方でも、私たちが静止について誤りを犯しているのを見ることができる。常に動いている天体を、私たちは静止していると見なしているからである。また視覚は数についても、異なる諸天球にあるものを単一の天球内にあると思い込んで誤りを犯すのである。

構文注2 件
  1. 3.82τὰ ἄρα ἄλλῃ αἰσθήσει αἰσθητὰ μᾶλλον ἀληθεύει, ὅπερ ἐστὶν ἓν σημαινόμενον τοῦ κατὰ συμβεβηκός, τῶν κοινῶν αἰσθητῶν

    末尾の属格 τῶν κοινῶν αἰσθητῶν は、関係節 ὅπερ ἐστὶν ἓν σημαινόμενον τοῦ κατὰ συμβεβηκός を挟んで比較級表現 μᾶλλον ἀληθεύει に係る比較の属格。語順の倒置・離隔(hyperbaton)が生じている。

  2. 3.82ὡς μὲν γὰρ ὑπὸ μιᾶς αἰσθήσεως καταλαμβανόμενα παχυμερῆ ἐστιν, ὡς δὲ ὑπὸ πασῶν ἀκριβῆ

    接続詞 ὡς が中性複数分詞 καταλαμβανόμενα(共通感覚対象 τὰ κοινὰ αἰσθητά に一致)に伴い、「〜として捉えられる限りにおいて」という観点・条件を示す。後半の ὡς δὲ ὑπὸ πασῶν では分詞 καταλαμβανόμενα と動詞 ἐστι が省略されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:509.23-511.2