← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§454.39-455.37

共通感覚対象の固有性と感覚間協働の難問

フィロポノスは、共通感覚対象が感覚に受動状態を引き起こすことからそれらが付帯的対象ではないという論証を完了し、続いて、ある感覚が他方の感覚対象を認知するように見える協働の難問を共通感覚および構想力における刻印の喚起によって解決した上で、さらなる難問を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.9#2

ἀλλὰ μὴν οὐκ εἰσὶ κατὰ συμβεβηκὸς τῶν πέντε τούτων· τὰ μὲν γὰρ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσιν πάθος περὶ τὴν αἴσθησιν, τὰ δὲ κοινὰ αἰσθητὰ ποιοῦσι πάθος περὶ τὰς αἰσθήσεις. ἔδειξε τοῦτο ἐκ τοῦ εἰπεῖν ὅτι 〈τὰ〉 κατὰ συμβεβηκὸς αἰσθητὰ διττά ἐστιν· ἢ γὰρ τὸ ὑπὸ ἄλλης τινὸς αἰσθήσεως γινωσκόμενον καθ’ αὑτὸ ἄλλης δὲ κατὰ συμβεβηκός, ἢ ὃ μηδεμιᾷ αἰσθήσει καθ’ αὑτὸ ὑποπίπτει, ὡς ἡ οὐσία. οὐδέτερον δὲ τούτων πάθος ποιεῖ περὶ τὴν αἴσθησιν· τὰ δὲ κοινὰ αἰσθητὰ πάθος ποιοῦσιν, ὡς δέδεικται ἐν τῷ δευτέρῳ λόγῳ τῆσδε τῆς πραγματείας· κίνησις γὰρ συνεχὴς καὶ μικρὰ γράμματα ἀμβλυώττειν ποιεῖ τὴν ὄψιν. δῆλον οὖν ὅτι τὰ κοινὰ αἰσθητὰ οὐκ ἔστι κατὰ συμβεβηκὸς αἰσθητά. καὶ αὕτη ἐστὶν ὅλου τοῦ λόγου ἡ διασκευὴ συγκειμένη ἔκ τε δύο ὑποθετικῶν συλλογισμῶν καὶ ἑνὸς κατηγορικοῦ. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερον κεφάλαιόν ἐστιν, ἐν ᾧ ἀπορίαν τοιαύτην ἀπορεῖ ὅτι τί δήποτε οὐκ ἰδιοπραγοῦσιν αἱ αἰσθήσεις, καὶ ἑκάστη τὰ ἑαυτῆς οἶδεν, ἀλλὰ ποτὲ καὶ ἡ ἄλλη τὰ ἄλλης ἐπίσταται; καὶ γοῦν ἐάν ποτε συνεργήσωσιν ὄψις καὶ γεῦσις περὶ τι πρᾶγμα, οἷον περὶ μέλι, καὶ ἅμα γευσώμεθα καὶ θεασώμεθα μέλι, τῇ αὔριον μέλιτος ὑποπεσόντος ἡ ὄψις οὐ μόνον τὸ οἰκεῖον εἰδέναι βούλεται, οἷον ὅτι ξανθόν, ἀλλὰ προπηδᾷ καὶ τῆς γεύσεως καὶ οἶδεν ὅτι καὶ γλυκύ ἐστιν. καὶ αὕτη μέν ἐστιν ἡ ἀπορία. λέγομεν δὲ λύσιν αὐτῆς τοιαύτην ὅτι συμβαίνει ποτὲ συνεργῆσαι δύο αἰσθήσεις, οἷον περὶ μέλι ἅμα ὄψιν καὶ γεῦσιν, τὴν μὲν γευσαμένην ὅτι γλυκύ, τὴν δὲ ἰδοῦσαν ὅτι ξανθόν, εἶτα ταύτας τὰς δύο αἰσθήσεις ἀποπερατωθῆναι εἰς τὴν κοινὴν αἴσθησιν κἀκεῖ καταλεῖψαι τοὺς τύπους, εἶτα τῇ αὔριον μέλιτος φανέντος καὶ τοῦ χρώματος ξανθοῦ ἡ φαντασία ἀνακινεῖ τοὺς ἐν αὐτῇ τύπους οὓς τῇ προτεραίᾳ ἐδέξατο γλυκέος ἅμα καὶ ξανθοῦ, καὶ ἀποφαίνεται ὅτι γλυκύ ἐστιν τὸ τοιοῦτον. αὕτη οὖν ἐστιν ἡ λύσις τῆς τοιαύτης ἀπορίας, τὸ τὴν κοινὴν αἴσθησιν δεξαμένην ἄμφω τοὺς τύπους, τὸν μὲν ἐκ τῆς γεύσεως, τὸν δὲ ἐκ τῆς ὄψεως, εἶτα τῇ ὑστεραίᾳ τοῦ ἐκ τῆς ὄψεως τύπου ἀνακινηθέντος τῷ θεαθῆναι ἡμῖν μέλι, λοιπὸν ἀνακινεῖσθαι καὶ τὸν ἐκ τῆς γεύσεως τύπον, καὶ ὡς ἔστιν εἰπεῖν ἀναχλίζεσθαι θάτερον ὑπὸ θατέρου τύπον,1 καὶ ταύτῃ γινώσκειν ὅτι γλυκύ ἐστι, κἂν μὴ γευσώμεθα. ἀμέλει τοι ἐντεῦθεν καὶ ἀπάτη γίνεται, καὶ τῆς Κολοφωνίας2 ὁ μὴ γευσάμενος, ἀλλὰ μόνον αὐτὴν θεασάμενος εἴποι μέλι εἶναι διὰ τὸ προσεοικέναι τῷ χρώματι. οὕτως ἐπιλυσάμενος τὴν ἀπορίαν λοιπὸν ἀπορεῖ ἑτέραν δριμυτέραν ἀπορίαν, ὅτι ὅσον ἐπὶ τούτῳ καθ’ αὑτὸ γινώσκει ἡ κοινὴ αἴσθησις τὸ γλυκὺ καὶ οὐ κατὰ συμβεβηκός· εἰ γὰρ ἀμφοτέρων ἔχει τοὺς τύπους, καὶ τῆς ὄψεως ὅτι ξανθόν, καὶ τῆς γεύσεως ὅτι γλυκύ, δῆλον ἄρα ὅτι τῇ ὑστεραίᾳ, κἂν μὴ ἐγευσάμεθα ἀλλ’ ἐθεασάμεθα μόνον τὸ μέλι, καθ’ αὑτὸ λέγομεν ὅτι γλυκύ ἐστιν.

しかしながら、それらはこれら五つの[感覚]にとって付帯的ではない。なぜなら、付帯的な感覚対象は感覚に関して受動状態を作り出さないが、共通の感覚対象は諸感覚に関して受動状態を作り出すからである。彼は、付帯的な感覚対象には二通りあり、ある感覚によってそれ自体として知られ、別の感覚によって付帯的に知られるものであるか、あるいは実体のように、いかなる感覚の下にもそれ自体としては入り込まないものである、と述べたことによってこのことを示した。そしてこれら[の二通り]のいずれも感覚に関して受動状態を作り出さないが、共通の感覚対象は受動状態を作り出すのであり、そのことは本著作の第二巻で示されている通りである。実際、連続的な運動や微小な文字は、視覚を鈍磨させるからである。したがって、共通の感覚対象が付帯的な感覚対象ではないことは明らかである。そしてこれが、二つの仮言三段論法と一つの定言[三段論法]から構成された議論全体の配置である。これらにおいて第一の要点が完了する。 第二の要点があり、その中で彼は次のような難問を提起している。すなわち、なぜ感覚はそれぞれ固有の働きに専念せず、各々が自分自身の対象を知るにとどまらず、ときに一方が他方の対象を知るのか。いずれにせよ、もし視覚と味覚がある事柄、たとえば蜂蜜に関して協働し、我々が蜂蜜を味わうと同時に見ることがあるとすれば、翌日に蜂蜜が感覚の下に入り込んだとき、視覚は固有の対象、たとえば黄色いことだけを知ろうとするのではなく、味覚を出し抜いて走り、それが甘いことまでも知るのである。そしてこれが難問である。我々はこれに対して次のような解決を語る。すなわち、二つの感覚が協働すること、たとえば蜂蜜に関して視覚と味覚が同時に協働し、一方が甘いと味わい、他方が黄色いと見て、次いでこれら二つの感覚が共通感覚へと到達し、そこに刻印を残すことがあり、次いで翌日に蜂蜜と黄色い色が立ち現れたとき、構想力がその中に前日に受け取った甘さと同時に黄色さの刻印を呼び覚まし、そのようなものは甘いと言明するのである。それゆえ、そのような難問の解決は次のこと、すなわち共通感覚が両方の刻印、一方は味覚から、他方は視覚からの刻印を受け取り、次いで翌日に我々によって蜂蜜が見られたことによって視覚からの刻印が呼び覚まされたとき、続いて味覚からの刻印も呼び覚まされ、いわば一方の刻印が他方の刻印によってこじ開けられ、このようにしてたとえ味わわなくとも甘いと知ることである。実に、ここから誤謬も生じるのであり、コロポン樹脂を味わわずにただそれを見ただけの者は、色が類似していることによって蜂蜜であると言うかもしれない。このように難問を解決した後、彼は続いてもう一つのより鋭い難問を提起する。すなわち、この限りにおいて共通感覚は甘さをそれ自体として知るのであって、付帯的に知るのではない、ということである。なぜなら、もしそれが両方の刻印、すなわち視覚から黄色いこと、味覚から甘いことの刻印を保持しているならば、翌日に我々が蜂蜜を味わわずにただ見ただけであっても、それが甘いとそれ自体として語っていることが明らかになるからである。

構文注2 件
  1. 3.9ἀναχλίζεσθαι θάτερον ὑπὸ θατέρου τύπον

    動詞 ἀναχλίζω(梃子でこじ開ける、揺り動かす)の中動・受動態不定詞 ἀναχλίζεσθαι が、対格 θάτερον … τύπον を意味上の主語とする対格不定詞構文を作っている。ὑπὸ θατέρου は動作者または道具・契機を表す前置詞句である。知覚の刻印が一方が呼び覚まされることによって他方もこじ開けられるように連鎖して活性化される比喩的表現である。

  2. 3.9τῆς Κολοφωνίας

    名詞 ῥητίνης(樹脂)が省略された属格表現であり、動詞 γευσάμενος の目的語として属格形をとっている。「コロポン産の樹脂(ロジン)」を指し、外見が蜂蜜に似ていることから古代の知覚論において錯視・誤認の典型例として用いられる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:454.39-455.37