- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:437.1-438.23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの「感覚とは質料なしに形相を受け入れるものである」という共通の定義(424a17)に対し、フィロポノスは蝋の印章の比喩を用いながら、受容が認識論的であることを論じ、単なる無生物の物理的受容(質料と形相の複合体による作用・受動)や鏡の受容との違いを解明する。
" Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν εἰδῶν ἄνευ τῆς ὕλης." Εἰπὼν ἰδίᾳ περὶ ἑκάστης αἰσθήσεως καὶ τῶν ἰδίων αἰσθητῶν ἑκάστης βούλεται νῦν περὶ πασῶν κοινῶς εἰπεῖν καὶ διορίσασθαι, περὶ ὧν ἀσαφῶς ἐν τῷ περὶ ἑκάστου λόγῳ εἶπεν. οἷον ἔλεγεν ἐν ἑκάστῃ ὅτι ἡ αἴσθησις δυνάμει οὖσα ὅπερ τὸ αἰσθητὸν ἄγεται εἰς ἐνέργειαν ὑπ’ αὐτοῦ· καὶ γάρ ἐστιν ὅπερ ἐκεῖνο. πῶς οὖν ἡ αἴσθησις πάσχει ὑπὸ τῶν αἰσθητῶν καὶ ἐξομοιοῦται αὐτοῖς, νῦν λέγει. οὕτω γάρ, φησί, γίνεται ὅπερ τὸ αἰσθητόν, οὐ λευκὴ γινομένη ἢ γλυκεῖα, ἀλλὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης δεχομένη, τουτέστι γνωστικῶς τοὺς λόγους αὐτῶν καθαροὺς ἀποματτομένη.1 καθόλου γὰρ οὐδὲν πάσχον ὑπό τινος τὴν ὕλην τὴν τοῦ ποιοῦντος δέχεται, ἀλλὰ τὸ εἶδος τὸ ἐν αὐτῷ, ὥσπερ καὶ ὁ κηρὸς τὴν ἐν τῷ χρυσῷ σφραγῖδα, οὐ τὸν χρυσόν. οὐ γὰρ καθὸ χρυσῆ ἢ ἀργυρᾶ ἡ σφραγὶς ὁμοιοῦται αὐτῇ, ἀλλὰ καθὸ τοιόνδε εἶδος ἔχει. εἰ γὰρ καθὸ χρυσῆ ἢ σιδηρᾶ ἡ σφραγίς, ὡμοίωτο αὐτῇ ὁ κηρός, γένεσις ἄν ἦν καὶ φθορά, γένεσις μὲν χρυσοῦ ἢ σιδήρου, φθορὰ δὲ κηροῦ. οὕτως οὖν καὶ ἡ αἴσθησις δέχεται τὸ ἐν τῷ μέλιτι τῆς γλυκύτητος εἶδος, οὐ καθὸ μέλι ἐστίν, ἀλλὰ καθὸ ἔχει τοιόνδε γλυκύτητος εἶδος. διαφέροι δ’ ἂν τὰ αἰσθανόμενα τῶν πασχόντων ἁπλῶς, μὴ αἰσθανομένων δέ, ὅτι οὕτω ταῦτα δέχεται ὥστε γνωρίζειν καὶ κρίνειν τὸ ἐν αὐτοῖς γινόμενον εἶδος, ἐκείνων πασχόντων μέν, οὐ γνωριζόντων δέ, οἷά ἐστι τά τε κάτοπτρα καὶ τὰ ἐκμαγεῖα καὶ τὰ ὅμοια τούτοις. τὰ μὲν οὖν κάτοπτρα καὶ τὰ ἐκμαγεῖα διαφέρει τῆς αἰσθήσεως τῷ μὴ δύνασθαι κρίνειν τὸ πάθος τὸ ἐν αὐτοῖς γενόμενον. διαφέρουσι δὲ αὐτά τε ταῦτα καὶ αἱ αἰσθήσεις τῶν λοιπῶν, διότι εἰ καὶ πάσχει2 τὰ φυσικὰ πάντα σώματα (πάσχει γὰρ ὑπὸ θερμότητος καὶ ψυχρότητος λευκότητός τε καὶ τῶν παραπλησίων), ἀλλ’ οὖν ὅτι ταῦτα μὲν ὑπὸ τῶν ποιούντων κατὰ τὸ συναμφότερον ποιούντων οὕτω πάσχει· τὸ γὰρ πῦρ οὐ κατ’ εἶδος μόνον δρᾷ εἰς τὸν ἀέρα καὶ θερμαίνει αὐτόν, ἀλλὰ κατὰ τὸ συναμφότερον· ὡς γὰρ σῶμα δρᾷ εἰς αὐτόν (σαφὲς δὲ τεκμήριον τὸ ἐπὶ τῆς εὐωδίας τε καὶ δυσωδίας· μετὰ γὰρ τοῦ ὑποκειμένου δρᾷ εἰς τὸν ἀέρα καὶ εἰς τὰ ἱμάτια ἡ εὐωδία, ἐγκαταμιγνυμένης αὐτοῖς οὐσίας τινὸς ἀπὸ τοῦ εὐώδους σώματος. ὁμοίως καὶ τὰ χρωννύμενα τῶν ἱματίων πάσχει. καὶ οἱ χυμοὶ δὲ δρῶσιν εἰς τὰ σώματα· ἄλλως γοῦν ὑπὸ τῶν γλυκέων ὑδάτων διατίθεται τῶν λουομένων τὰ σώματα καὶ ἄλλως ὑπὸ τῶν ἁλμυρῶν, οὐσίας τινὸς ἐγκαταμιγνυμένης μετὰ τοῦ χυμοῦ. καὶ τοὺς λίθους δ’ οἱ οἰκοδόμοι, οὓς ἂν ἰσχυροὺς εἶναι βούλωνται, προβρέξαντες ἐπὶ χρόνον γλυκέσιν ὕδασιν οὕτω παραλαμβάνουσιν εἰς τὴν οἰκοδομίαν. φαίνεται δὲ καὶ ἡ τῆς θαλάττης ἅλμη διαβιβρώσκουσα τὰς πέτρας)· τὰ μὲν οὖν ἄψυχα καὶ καθόλου πᾶν σῶμα ᾗ σῶμά ἐστι πάσχει ὑπὸ τῶν αἰσθητῶν ποιοτήτων, τοῦ τε δρῶντος κατὰ τὸ συναμφότερον δρῶντος, καὶ τοῦ πάσχοντος κατὰ συναμφότερον πάσχοντος· ἡ μέντοι αἴσθησις οὔτε ὑπὸ τοῦ συναμφοτέρου πάσχει, ἀλλ’ ὑπὸ μόνου τοῦ εἴδους, ὥσπερ καὶ ὁ κηρὸς ὑπὸ τῆς σφραγῖδος, οὔτε αὐτὴ κατὰ τὸ συναμφότερον πάσχει (οὐ γὰρ δὴ χρώννυται τὸ αἰσθητήριον ἢ εὐῶδες γίνεται), ἀλλὰ κατὰ μόνον τὸ εἶδος, λέγω δὲ αὐτὴν τὴν αἰσθητικὴν δύναμιν. ἐπεὶ καὶ τὸ σῶμα πάσχει ὑπὸ τῆς θερμότητος, πάσχει δὲ καὶ ἡ ἁπτικὴ αἴσθησις, ἀλλ’ οὐ τὸ αὐτὸ πάθος· ἀλλ’ ἡ μὲν αἴσθησις ὑπὸ μόνου τοῦ εἴδους τοῦ θερμοῦ πέπονθε γνωστικῶς, τὸ δὲ αἰσθητήριον ἡ σὰρξ ὡς ὕλη κατὰ τὸ συναμφότερον, ὑποκείμενον αὐτῇ γενομένη τῇ θερμότητι καὶ ὑπὸ τοῦ θερμαίνοντος ὅλου ὡς ὅλον παθοῦσα. καὶ οὐδέν γε θαυμαστόν, εἰ ὑπὸ τῶν αἰσθητῶν ἄλλως μὲν πάσχει ἡ αἴσθησις, ἄλλως δὲ τὸ αἰσθητήριον καὶ ὅλως τὸ σῶμα· ἄλλο γὰρ αὐτοῖς ἐστι τὸ χρώμασιν εἶναι3 ἢ χυμοῖς ἢ ψόφοις ἢ θερμοῖς ἢ ψυχροῖς, καὶ ἄλλο τὸ αἰσθητοῖς εἶναι. διὸ χρώματα μέν ἐστι καὶ χυμοὶ καὶ ψόφοι καὶ τὰ λοιπὰ καὶ αἰσθήσεως μὴ οὔσης, αἰσθητὰ δὲ οὔκ εἰσιν, εἰ μὴ αἴσθησις εἴη ἀντιλαμβανομένη αὐτῶν. εἰς μὲν οὖν τὰς αἰσθήσεις ὡς αἰσθητὰ ποιεῖ, εἰς δὲ τὰ σώματα οὐκέτι ὡς αἰσθητά, ἀλλ’ ὡς χρώματα ἢ χυμοὶ καὶ καθὸ ἕκαστον εἶδός τι ἔχει καὶ οὐσίαν, ὅλον εἰς ὅλον ἐνεργεῖ, καὶ τὸ πάσχον ὅλον ὑπὸ ὅλου πάσχει.
「一般にすべての感覚に関して、感覚とは質料なしに感覚される形相を受け入れうるものである、と捉えなければならない。」 おのおのの感覚とおのおのの固有の感覚対象について個別に論じた後、彼は今やすべての感覚について共通に論じ、おのおのについての議論において判然とせず語った事柄について規定しようと欲している。たとえば、おのおのの感覚において、感覚は潜勢態において感覚対象そのものであるゆえに、感覚対象によって現実態へと導かれると語っていた。実際、感覚はあの感覚対象そのものであるからである。では、いかにして感覚が感覚対象から影響を受け、それらと似たものとなるのかを彼は今や語っている。というのも彼によれば、感覚は白くなったり甘くなったりすることによってではなく、質料なしに感覚対象の形相を受け入れることによって、すなわち認識論的にそれらの純粋な定義を受け写すことによって、感覚対象そのものとなるからである。一般に、あるものから影響を受ける何ものも、作用をもたらすものの質料を受け入れるのではなく、その中にある形相を受け入れるのであり、それはあたかも蝋が黄金の中の印章[の形相]を受け入れ、黄金を受け入れないのと同様である。実際、印章が黄金製であるか銀製であるかに従い、蝋が印章と似たものとなるのではなく、印章がこのような形相を有していることに従い[似たものとなる]からである。なぜなら、もし印章が黄金製であるか鉄製であるかに従って蝋がそれに似たものとなったとすれば、生成と消滅が生じることになり、黄金や鉄の生成であり、蝋の消滅であっただろう。したがってこのように感覚も、蜂蜜が蜂蜜であることに従ってではなく、蜂蜜がこのような甘さの形相を有することに従って、蜂蜜の中にある甘さの形相を受け入れるのである。他方、感知するものは、感知はせず単に影響を受けるだけのものと区別されるであろう。前者は、自身の中に生じる形相を認識し判定するようにこれを受け入れるのに対し、後者は影響は受けるものの認識はしないからであり、鏡や蝋の押し型、その他これらに類するものがそうである。鏡や押し型は、自身の中に生じる変容を判定することができないことによって、感覚と異なるのである。そしてこれらそのものと感覚とは、それら以外のものと区別される。なぜなら、すべての自然の物体が影響を受けるとしても(実際、熱さや冷たさ、白さやそれに類するものから影響を受ける)、それらは作用をもたらすものたちが複合体に従って作用をもたらす下で、このように影響を受けるからである。実際、火は形相に従ってのみ空気に働きかけてこれを温めるのではなく、複合体に従って働きかける。すなわち物体として空気に働きかけるのである(芳香と悪臭における例はその明瞭な証拠である。芳香は基体とともに空気や衣類に働きかけるのであり、芳香ある物体から何らかの実体がそれらの中に混入するからである。同様に、染色される衣類も影響を受ける。また味も諸物体に働きかける。ともかく入浴する者たちの身体は、味とともに何らかの実体が混入することによって、甘い水からはある仕方で、塩辛い水からは別の仕方で状態づけられる。また建築家たちも、頑丈であってほしいと望む石を、甘い水にしばらくあらかじめ浸してから建築に採用する。また海の塩分も岩石を腐食させているのが見られる)。それゆえ無生物、そして一般にすべての物体は、物体である限りにおいて感覚される諸性質から影響を受け、作用をもたらすものも複合体に従って作用をもたらし、影響を受けるものも複合体に従って影響を受けるのである。しかし感覚は、複合体から影響を受けるのではなく、形相のみから影響を受けるのであり、あたかも蝋が印章から[影響を受ける]のと同様である。また感覚自身も複合体に従って影響を受けるのではなく(実際、感覚器官が色づいたり芳香を帯びたりするわけではない)、形相のみに従って影響を受けるのであり、私は感覚能力そのもののことを言っているのである。身体も熱さから影響を受け、触覚も影響を受けるとしても、同じ影響ではないからである。感覚は認識論的に熱いものの形相のみから影響を受けたのに対し、感覚器官である肉は質料として複合体に従って影響を受け、熱さそのものの基体となり、温めるもの全体から全体として影響を受けたのである。そして感覚対象から、感覚はある仕方で影響を受け、感覚器官ひいては一般に身体は別の仕方で影響を受けるとしても、まったく驚くには当たらない。色であること、味であること、音であること、熱いこと、冷たいことと、感覚の対象であることとは、それらにとって別であるからである。それゆえ色は存在し、味も音もその他もろもろのものも感覚が存在しないときにも存在するが、それらを知覚する感覚が存在しないならば、感覚対象ではありえない。それゆえ諸感覚に対しては感覚対象として作用をもたらすが、諸物体に対してはもはや感覚対象としてではなく、色や味として、そして各々が何らかの形相と実体を有することに従って、全体として全体へと活動し、影響を受けるものは全体として全体から影響を受けるのである。
- 2.226γνωστικῶς τοὺς λόγους αὐτῶν καθαροὺς ἀποματτομένη
副詞 γνωστικῶς は、感覚が質料なしに形相を受け入れることの意味を「認識論的に/認知的に」と規定する注解者の解釈語。続く τοὺς λόγους αὐτῶν καθαροὺς ἀποματτομένη(「それらの純粋な定義[または形相比]を受け写すことによって」)において、καθαρούς は質料を伴わない純粋な形相・定義であることを示す述語的・修飾的位置にある。
- 2.226διαφέρουσι δὲ αὐτά τε ταῦτα καὶ αἱ αἰσθήσεις τῶν λοιπῶν, διότι εἰ καὶ πάσχει τὰ φυσικὰ πάντα σώματα... ἀλλ’ οὖν ὅτι ταῦτα μὲν ὑπὸ τῶν ποιούντων κατὰ τὸ συναμφότερον ποιούντων οὕτω πάσχει
構文的には διότι と ὅτι が重畳した文構造である。主節 διαφέρουσι... τῶν λοιπῶν に対し、理由節を導入する διότι の直後に譲歩節 εἰ καὶ πάσχει τὰ φυσικὰ πάντα σώματα が挿入され、続く ἀλλ’ οὖν ὅτι... は διότι の理由内容を補足・再開する接続詞 ὅτι として機能している。
- 2.226ἄλλο γὰρ αὐτοῖς ἐστι τὸ χρώμασιν εἶναι ἢ χυμοῖς ἢ ψόφοις ἢ θερμοῖς ἢ ψυχροῖς, καὶ ἄλλο τὸ αἰσθητοῖς εἶναι.
τὸ ... εἶναι に与格が結びついたアリストテレス的な本質表現(「〜にとって…であること/本質」)。αὐτοῖς(感覚対象たち)に対する二つの「あること」が対比されている。すなわち「色や味や音や熱いものや冷たいものであること」と「感覚対象であること」との区別(前者は絶対的・物理的性質、後者は感覚との相関的関係)を表す。
