- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:431.29-433.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ピロポノスは423b12を注解し、遠隔感覚とは異なり触覚・味覚では感覚対象が媒体と感覚器官に同時に作用することを示して「媒体の存在」と「接触」の整合性を論じ、さらに熱冷乾湿の基本性質のみが触覚器官を質料的にも変容させる理由を説明する。
" Ἀλλὰ διαφέρει τὸ ἁπτὸν τῶν ὁρατῶν καὶ ψοφητικῶν, καὶ τὰ ἑξῆς." Εἰπὼν ὅτι κοινὸν ἐπὶ πασῶν τῶν αἰσθήσεων τὸ διά τινος μεταξὺ γίνεσθαι τὴν ἀντίληψιν, λέγει νῦν πῇ διαφέρει γεῦσίς τε καὶ ἁφὴ τῶν λοιπῶν. αἱ μὲν γὰρ ἄλλαι, φησίν, αἰσθήσεις οὐχ ὑπ’ αὐτῶν πρώτως πάσχουσι τῶν αἰσθητῶν, ἀλλὰ τοῦ μεταξὺ πρώτως πάσχοντος ὑπὸ τῶν αἰσθητῶν οὕτω τὸ αἰσθητήριον ὑπὸ τοῦ μεταξὺ πάσχει· καὶ γὰρ τὰ χρώματα κινητικὰ ἐλέγοντο εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ ὁ ψόφος κινητικὸς τοῦ διηχοῦς, ὁμοίως καὶ αἱ ὀσμαὶ τοῦ διόσμου· ἐπὶ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐ τοῦ μεταξὺ πάσχοντος ὑπὸ τῶν αἰσθητῶν πρώτως οὕτω διαδίδοται εἰς ἡμᾶς διὰ τοῦ μεταξὺ τὸ πάθος αὐτοῦ ποιοῦντος εἰς ἡμᾶς, ἀλλ’ ἅμα σὺν τῷ μεταξὺ πάσχομεν ὑπὸ τοῦ αἰσθητοῦ·1 τὰ γὰρ ἁπτὰ ἅμα καὶ τὸ μεταξὺ καὶ τὸ αἰσθητήριον διατίθησιν. ἐναργεῖ δὲ κέχρηται εἰς πίστιν τούτου παραδείγματι· ὁ γὰρ ὑπὸ δόρατος ἢ λίθου ἢ τινος τοιούτου δι’ ἀσπίδος πληγεὶς ἅμα τῇ ἀσπίδι καὶ αὐτὸς ὑπὸ τοῦ δόρατος ἢ τοῦ λίθου τέτρωται, ἀλλ’ οὐχ ὑπὸ μὲν τῆς ἀσπίδος αὐτός, ἡ δὲ ἀσπὶς ὑπὸ τοῦ δόρατος, ἀλλὰ μετὰ ταύτης καὶ αὐτός· τούτου γὰρ τὸ ἅμα δηλωτικόν. ὥσπερ γὰρ τὸ ὑγρὸν τὸν χυμὸν δεξάμενον αὐτὸ αἰσθητὸν γίνεται τῷ δέξασθαι τὸν χυμὸν ἐν ἑαυτῷ, διὸ οὐ δι’ αὐτοῦ αἰσθανόμεθα τοῦ χυμοῦ, ἀλλὰ σὺν αὐτῷ πάσχομεν ὑπὸ τοῦ χυμοῦ, οὕτως καὶ τῶν ἁπτῶν ἡ διὰ τῶν μεταξὺ αἴσθησις γίνεται αὐτῶν πασχόντων ὁμοίως τῷ αἰσθητηρίῳ. οὐχ οὕτως δὲ καὶ ἡ ὄψις ἀντιλαμβάνεται τῶν χρωμάτων, τῷ χρώννυσθαι τὸν ἀέρα, ἀλλὰ διὰ τούτου μέσου. ἀλλὰ διαφέρει τὸ ἁπτὸν τῶν ὁρατῶν καὶ ψοφητικῶν, καὶ τὰ ἑξῆς. ἐπειδὴ ἐδείκνυεν ὁ λόγος ὁ τὴν σάρκα αἰσθητήριον εἶναι βουλόμενος, ἐλεγχόμενος δὲ τῷ μὴ σώζεσθαι ἐπὶ τῆς ἁφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὰς ἄλλας αἰσθήσεις, ὅτι ἔστι καὶ ἐπὶ τῆς ἁφῆς τὸ μεταξύ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, καὶ οὐκ ἀμέσως ἡ σὰρξ τοῖς ἁπτοῖς προσπελάζει, τούτῳ δὲ πάλιν ἀντέπιπτε τῷ λόγῳ τὸ μὴ σώζεσθαι μηκέτι τῆς ἁφῆς ἰδιότητα καὶ σημασίαν (οὐ γὰρ ἅπτονται ἀλλήλων τὰ διά τινος μεταξὺ ὄντος διειργόμενα· ταύτῃ γοῦν καὶ ἁφὴ κέκληται, τῷ τὰς μὲν ἄλλας μὴ ἀμέσως ὑπὸ τῶν αἰσθητῶν πάσχειν, ἀλλὰ ὑπὸ μὲν τῶν αἰσθητῶν τὸ μεταξύ, ὑπὸ δὲ τούτου τὰς αἰσθήσεις, τὴν δὲ ἁφὴν ὑπ’ αὐτῶν τῶν ἁπτῶν ἀμέσως πάσχειν) τοῦτο οὖν τὸ ἀντιπῖπτον ὥσπερ ἐπιλυόμενος ταῦτα ἐπήγαγεν,2 ὅτι εἰ καὶ ἔστι τὸ μεταξὺ καὶ ἐπὶ τῆς ἁφῆς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἀλλ’ οὖν οὐκ ἀπόλλυται διὰ τοῦτο τὰ τῆς αἰσθήσεως τῆς ἁπτικῆς ἴδια. πάσχει γὰρ ἡ αἴσθησις οὐχ ὑπὸ τοῦ μεταξύ, ὥσπερ αἱ ἄλλαι, ἀλλ’ ὑπ’ αὐτῶν τῶν αἰσθητῶν σὺν τῷ μεταξύ· ὥστε καὶ ἡ ὁμοιότης ἡ πρὸς τὰ ἄλλα αἰσθητὰ σώζεται καὶ ἐπὶ τῆς ἁφῆς, τὸ εἶναι καὶ ἐπὶ ταύτης τὸ μεταξύ, καὶ τὸ ἴδιον τῆς ἁφῆς οὐκ ἀπόλλυται. αὐτὸ γὰρ τὸ μεταξὺ ποιοῦται καὶ ὕλη γίνεται τοῦ θερμοῦ ἢ ψυχροῦ ἢ ὑγροῦ ἢ ξηροῦ, καὶ σὺν αὐτῷ τὸ αἰσθητήριον, ὅπερ ἐπὶ τῶν ἄλλων οὐκ ἐγίνετο· μόνον γὰρ τὰς ἐνεργείας τῶν αἰσθητῶν ἐδέχοντο αἱ αἰσθήσεις. ἰστέον δὲ ὅτι οὐδὲ τὸ ἁπτικὸν αἰσθητήριον ὑπὸ πάσης αἰσθήσεως ποιοῦται· οὐδὲ γὰρ ὅταν ἀντιλαμβάνηται βαρέος καὶ κούφου, γλίσχρου καὶ κραύρου, τραχέος καὶ λείου, τοιαύτη γίνεται ἡ σάρξ, ἀλλὰ μόνον γνωστικῶς τὰ εἴδη αὐτῶν δέχεται. ἐπειδὴ δέ, ὡς πολλάκις εἴρηται, πᾶν σῶμα ἐκ τῆς συγκράσεως τοῦ ὑγροῦ καὶ ξηροῦ, θερμοῦ τε καὶ ψυχροῦ συνέστηκε, διὰ τοῦτο καὶ ὁπηνίκα πάσχει ὑπὸ τούτων, ὡς μὲν αἴσθησις ἀντιλαμβάνεται αὐτῶν καὶ γινώσκει αὐτά, ὡς μέντοι φυσικὸν σῶμα πάσχει ὑλικῶς ὑπ’ αὐτῶν. καὶ ἐντεῦθεν δὲ ἔστι συλλογίσασθαι ὅτι αὗται μόναι δύο ἀντιθέσεις εἰσίν, ἐξ ὧν συνέστηκε πᾶν σῶμα φυσικόν, ὅτι μόναι ποιοῦσι τὰ πάσχοντα ὑπ’ αὐτῶν αἰσθητήρια καὶ οὐσιωδῶς ἐν αὐτοῖς ἐγγίνονται, βαρύτης δὲ καὶ κουφότης, καίτοι παντὶ σώματι παρακολουθοῦσαι (πᾶν γὰρ γενητὸν σῶμα ἢ βαρύ ἐστι ἢ κοῦφον), ὅμως ὁπηνίκα δρῶσιν εἰς τὴν ἁφήν, οὐ μεταβάλλουσι τὴν σάρκα εἰς τὴν ἑαυτῶν ἰδιότητα ὥσπερ θερμότης καὶ ὑγρότης καὶ ψύξις καὶ ξηρότης.
「しかし、触覚の対象は、視覚の対象や聴覚の対象とは異なっており、云々。」 すべての感覚において把握が何らかの媒体を介して生じるということは共通であると述べた後、[アリストテレスは]今や、味覚と触覚が残りの諸感覚とどのように異なっているかを述べる。というのも、残りの諸感覚は、感覚対象そのものによって第一義的に受動するのではなく、媒体が感覚対象によって第一義的に受動し、そのようにして感覚器官が媒体によって受動するからである、と彼は言う。実際、色は現実態における透明なものを動かすものと言われ、音は音を伝えるものを動かすものと言われ、同様に匂いも匂いを伝えるものを動かすものと言われていた。これに対して、触覚と味覚においては、媒体が感覚対象によって第一義的に受動し、それ自身が私たちに働きかけることで、媒体を介してその変容が私たちへと伝達されるという仕方ではなく、私たちは感覚対象によって媒体とともに同時に受動するのである。実際、触覚対象は媒体と感覚器官の双方を同時に特定の状態にする。そして彼は、このことの確信のために明白な実例を用いている。というのも、槍や石やそのような何かによって盾越しに打たれた者は、その盾と同時に自らも槍や石によって傷つけられるのであり、自らが盾によって[傷つけられ]、盾が槍によって[傷つけられる]のではなく、この[盾]とともに自らもまた傷つけられるからである。というのも、「同時に」という語はこのことを示すものだからである。実に、湿ったものが風味を受け取ったとき、その風味を自身の中に受け取ったことによってそれ自身が感覚対象となるのであり、それゆえ私たちはその風味をそれを通して知覚するのではなく、風味によってそれとともに受動するのと同様に、触覚対象の媒体を介した感覚も、媒体自身が感覚器官と同様に受動することによって生じるのである。しかし、視覚が色を把握するのは、空気が着色されることによってではなく、これを媒介として把握するのであり、そのようには生じない。「しかし、触覚の対象は、視覚の対象や聴覚の対象とは異なっており、云々。」肉が感覚器官であることを欲する議論は、触覚においては他の諸感覚との類似が保たれていないという理由によって反論され、触覚においても他の感覚と同様に媒体が存在し、肉は触覚対象に直接近づくのではないということを示していたが、この議論に対して、もはや触覚の固有性およびその名称の意義が保たれなくなるということが再び反駁として生じたため(というのも、間にある何らかの媒体によって隔てられているものは互いに接触しないからである。実際まさに、他の諸感覚は感覚対象によって直接には受動せず、感覚対象によって媒体が、そしてこの媒体によって感覚器官が受動するのに対し、触覚は触覚対象そのものによって直接に受動するという理由で「触覚」と呼ばれたのである)、それゆえ、彼はこの反論を解決するかのように、「たとえ他の感覚と同様に触覚においても媒体が存在するとしても、決してこのことによって触覚感覚に固有の事柄が失われるわけではない」というこれらの言葉を続けたのである。というのも、この感覚は他の感覚のように媒体によって受動するのではなく、媒体とともに感覚対象そのものによって受動するからである。したがって、触覚においても他の感覚対象との類似、すなわちこの感覚においても媒体が存在するという点も保たれ、触覚の固有性も失われない。というのも、媒体自身が変質させられ、熱・冷・湿・乾の質料となり、それとともに感覚器官もそうなるのであり、これは他の感覚においては生じなかったことだからである。というのも、[他の]諸感覚は感覚対象の活動だけを受け取っていたからである。もっとも、触覚器官がすべての感覚によって変質させられるわけではないということも知らねばならない。実際、重さ・軽さ、粘り気・もろさ、粗さ・滑らかさを把握するとき、肉がそのようになるわけではなく、ただ認識的にそれらの形相を受け取るだけである。しかし、度々述べられたように、あらゆる物体は湿と乾、熱と冷の配合から成り立っているので、まさにこのゆえに、それらのものによって受動するとき、感覚としてはそれらを把握して認識するが、しかし自然物体としてはそれらによって質料的に受動するのである。そしてこのことから、あらゆる自然物体を構成しているのはこれら二つの対立関係だけであると推論することも可能である。というのも、それらだけが、それらによって受動する感覚器官を変質させ、それらの中に実体的に生じるからである。これに対して、重さと軽さは、あらゆる物体に付随するものであるにもかかわらず(なぜなら生成するあらゆる物体は重いか軽いかのいずれかであるから)、触覚に作用するとき、熱さや湿り気、冷たさや乾きのように肉をそれら自身の固有性へと変化させることはない。
- 2.220ἐπὶ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐ τοῦ μεταξὺ πάσχοντος ὑπὸ τῶν αἰσθητῶν πρώτως οὕτω διαδίδοται εἰς ἡμᾶς διὰ τοῦ μεταξὺ τὸ πάθος αὐτοῦ ποιοῦντος εἰς ἡμᾶς, ἀλλ’ ἅμα σὺν τῷ μεταξὺ πάσχομεν ὑπὸ τοῦ αἰσθητοῦ
構文の骨格は οὐ... ἀλλ'...(…ではなく…である)。前半の否定文では属格独立構文(τοῦ μεταξὺ πάσχοντος)が先行し、主動詞 διαδίδοται に主語 τὸ πάθος が続く。分詞句 αὐτοῦ ποιοῦντος εἰς ἡμᾶς は属格独立構文であり、先行する τοῦ μεταξὺ を意味上の主語として「媒体自体が私たちに対して作用を及ぼすことによって」と解釈される。後半の肯定文では πάσχομεν が主動詞となり、ἅμα σὺν τῷ μεταξὺ(媒体とともに同時に)が副詞的に機能する。
- 2.220ἐπειδὴ ἐδείκνυεν ὁ λόγος ὁ τὴν σάρκα αἰσθητήριον εἶναι βουλόμενος, ἐλεγχόμενος δὲ τῷ μὴ σώζεσθαι ἐπὶ τῆς ἁφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὰς ἄλλας αἰσθήσεις, ὅτι ἔστι καὶ ἐπὶ τῆς ἁφῆς τὸ μεταξύ... τούτῳ δὲ πάλιν ἀντέπιπτε τῷ λόγῳ τὸ μὴ σώζεσθαι μηκέτι τῆς ἁφῆς ἰδιότητα καὶ σημασίαν... τοῦτο οὖν τὸ ἀντιπῖπτον ὥσπερ ἐπιλυόμενος ταῦτα ἐπήγαγεν
長大な複文の構造整理。ἐπειδὴ... から始まる理由文は、主語 ὁ λόγος(分詞 ὁ... βουλόμενος と受動分詞 ἐλεγχόμενος が修飾)と動詞 ἐδείκνυεν(目的語節は ὅτι ἔστι...)を含む。これに対比される形で τούτῳ δὲ πάλιν ἀντέπιπτε...(主語は冠詞付き不定詞 τὸ μὴ σώζεσθαι...)という文脈上の対立が挟まり、最終的に全体の主節は τοῦτο οὖν τὸ ἀντιπῖπτον ὥσπερ ἐπιλυόμενος ταῦτα ἐπήγαγεν(主語はアリストテレス、動詞は ἐπήγαγεν)として収束する。
