← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§409.10-410.29

音の諸性質と触覚における諸対立の独立性

フィロポノスはテミスティオスの批判に反駁し、音における大と小や粗滑は高音・低音の強弱や付随的性質にすぎず別個の対立ではないこと、また音の大と小の比喩が時間の連続性に由来することを論じる。さらに、触覚対象の諸対立が互いに分離し自立しているのに対し、聴覚における諸性質はすべての声に付帯するにすぎず、触覚の多重性を否定する根拠にはならないことを示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.209#2

ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι1 τὸ ἐν ψόφοις μέγα καὶ μικρὸν οὐκ ἔστιν ἑτέρα τις ἀντίθεσις παρὰ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον, ὥσπερ ἐπὶ τῆς ἁφῆς παρὰ τὸ θερμὸν καὶ ψυχρὸν ἑτέρα παντελῶς ἀντίθεσις τὸ βαρὺ καὶ κοῦφον ἢ τραχὺ καὶ λεῖον καὶ τῶν ἄλλων ἑκάστη, ἀλλὰ τὴν ἄνεσιν ἢ τὴν ἐπίτασιν δηλοῖ τῶν ψόφων· τοῦτο δὲ οὐκ ἔστιν ἑτέρας ἀντιθέσεως ἴδιον. τὸ τοιοῦτο γοῦν μέγα καὶ μικρὸν ἐπὶ πάντων τῶν αἰσθητῶν εὑρίσκεται· οὕτω γοῦν καὶ χυμὸν μέγαν καὶ μικρὸν εὑρεῖν ἔστιν, οἷον τὸν μὲν τοῦ μέλιτος, εἰ τύχοι, μέγαν, τὸν δὲ τῆς ἰσχάδος, εἰ τύχοι, μικρόν, ὅτι ἐπιτέταται ἡ γλυκύτης ἐν τῷ μέλιτι, ἀνεῖται δὲ ἐν τῇ ἰσχάδι. ἀλλὰ καὶ τὸ μέλαν χρῶμα τὸ μὲν κατακορὲς εἴποι ἄν τις μέγα, τὸ δὲ μὴ οὕτως ἔχον ἀλλ’ ὑφειμένον μικρόν, τὸ σφοδρὸν ἁπλῶς καὶ ἀμυδρὸν τῇ τοῦ μεγάλου καὶ μικροῦ φωνῇ ὀνομάζων. ὥστε οὐκ ἔστιν ἑτέρα ἀντίθεσις τὸ τοιοῦτο. ἀλλὰ κἂν μέλαιναν φωνὴν καὶ λευκὴν λέγωμεν, οὐχ ἕτερον εἶδος ἀντιθέσεως εἴπομεν τῶν φωνῶν· οὐ γὰρ ἔστι διάκρισιν τούτων εὑρεῖν παρὰ τὸ ὀξὺ καὶ παρὰ τὸ βαρύ, ὥσπερ τὸ σκληρὸν καὶ μαλακὸν ἔστι τῶν ἄλλων κεχωρισμένον ἰδεῖν, ὁμοίως τὸ τραχὺ καὶ λεῖον, ἀλλ’ οἷον ἰδιότητές τινές εἰσιν ἐπὶ τοῦ ὀξέος θεωρούμεναι καὶ ἐπὶ τοῦ βαρέος, οὐ μὴν ἐξαλλαγή τινός ἐστιν εἴδους περὶ τὸν ὀξὺν ἢ βαρὺν φθόγγον. ζητῆσαι δ’ ἄξιον τί δήποτε ἐπὶ μόνων τῶν μεγεθῶν λεγομένου τοῦ μεγάλου καὶ μικροῦ2 ἐπὶ μόνων τῶν σφοδρῶν ψόφων καὶ ἀμυδρῶν τῇ μεταφορᾷ ἐχρησάμεθα, μέγαν ψόφον λέγοντες καὶ μικρὸν ψόφον, οὐ μέντοι μέγα γλυκὺ τὸ ἄγαν γλυκύ, οὐδὲ μικρὸν τὸ ἀμυδρὰν ἔχον τὴν γλυκύτητα, οὐδὲ ἐπ’ ἄλλου οὐδενός. φημὶ οὖν ὅτι ὁ ψόφος οὐκ ἔστιν ὑφεστηκός τι ἀθρόον πρᾶγμα, ἀλλ’ ἐν τῷ γίνεσθαι ὑφέστηκεν·3 γίνεται δὲ ἐν χρόνῳ, πᾶς δὲ χρόνος συνεχής. διὰ τοῦτο τὸν ἐν πολλῷ χρόνῳ γινόμενον ψόφον μέγαν φαμέν, μικρὸν δὲ τὸν ἐν ὀλίγῳ. τὸ δὲ ἄγαν γλυκὺ καὶ ἄγαν μέλαν καὶ ἐπὶ τῶν ἄλλων τῷ σφοδρῷ τῆς ποιότητος τοιαῦτα ἐστιν, οὐ τῷ μήκει τοῦ χρόνου. ὁ μὲν οὖν Θεμίστιος οὐ καλῶς πρὸς τὰ παρὰ Ἀριστοτέλους ἐνέστη· ἔστι δὲ ἐκεῖνο εἰπεῖν ὅτι4 ἐπὶ μὲν τῶν ἁπτῶν πλείους ἐλήφθησαν ἀντιθέσεις μηδὲν ἀλλήλαις ἐπικοινωνοῦσαι ἀλλὰ κεχωρισμέναι. τῆς τε γὰρ ψυχροῦ καὶ θερμοῦ ἀντιθέσεως κεχώρισται ἡ κατὰ τὸ ὑγρὸν καὶ ξηρόν, ὅθεν πῦρ μὲν θερμὸν καὶ ξηρόν, ὕδωρ δὲ ψυχρὸν καὶ ὑγρόν· ὁμοίως σκληρὸν καὶ μαλακόν, τραχὺ καὶ λεῖον, κραῦρον καὶ γλίσχρον, ταῦτα πάντα κεχώρισται ἀλλήλων· οὐδὲν γοῦν τούτων οὔτε ἐν πυρὶ ἐνθεωρεῖται οὔτε ἐν ἀέρι οὔτε ἐν ὕδατι, ἀλλ’ οὐδὲ πᾶσι τοῖς συνθέτοις παρακολουθεῖ σώμασιν. οὐ γὰρ πᾶν ἢ κραῦρόν ἐστιν ἢ γλίσχρον· οἱ γοῦν στερροί τε καὶ δύσθραυστοι τῶν λίθων οὔτε κραῦροί εἰσι δι’ αὐτὸ τοῦτο οὔτε γλίσχροι· ἐν ὑγρῷ γὰρ τὸ γλίσχρον. τὰς μέντοι ἀντιθέσεις, ἃς εἶπεν ὁ Ἀριστοτέλης ἐπὶ τῶν ψόφων, ἐν πάσῃ φωνῇ ἔστιν εὑρεῖν· πᾶσα γὰρ φωνὴ μεγάλη ἐστὶν ἢ μικρά· καὶ γὰρ ἡ ὀξεῖα ἢ μεγάλη ἐστὶν ἢ μικρά, ἢ λεία ἢ τραχεῖα, καὶ ἡ βαρεῖα ὁμοίως. ὥστε συμβέβηκε πάσῃ φωνῇ· κατὰ τὸ ποσὸν γὰρ τῆς ἐκφωνήσεως τὸ μέγα ἴσχουσι καὶ τὸ μικρόν· ὁμοίως καὶ τὸ λεῖον καὶ τραχὺ κατὰ τὸ ποιόν· ὥστε οὐκ ἀντιθέσεις εἰσὶ διαφόρων ἀκουστῶν ἢ ψόφων. ἐπὶ δὲ τῆς ἁφῆς, ὡς ἐδείξαμεν, κεχωρισμέναι εἰσὶν ἀλλήλων αἱ ἀντιθέσεις καὶ οὐδὲν ἐπικοινωνοῦσαι ἀλλήλαις οὐδὲ συμβεβηκυῖαι ἄλλαι ἄλλαις, ὅθεν οὐδ’ ἐν πᾶσιν τοῖς ἁπτοῖς ἐνθεωροῦνται. διὰ τί γὰρ μὴ ὡς πᾶσα φωνὴ ἢ μεγάλη ἐστὶν ἢ μικρὰ ἢ τραχεῖα ἢ λεία, οὕτω πᾶν ἁπτὸν ἢ κραῦρόν ἐστιν ἢ γλίσχρον, ἢ τραχὺ ἢ λεῖον; εἰ δὲ πᾶν ἐστιν ἢ θερμὸν ἢ ψυχρόν, ἢ ξηρὸν ἢ ὑγρόν, τοῦτο διὰ τὸ συστατικὰς εἶναι ταύτας τὰς ἀντιθέσεις τῆς τῶν σωμάτων ὑποστάσεως. εἰ δὲ καὶ τὸ βαρὺ καὶ κοῦφον πάντα διανενέμηται τὰ σώματα, ἀλλ’ οὐχ ὡς συμβεβηκότα ταῖς ἄλλαις ποιότησι, θερμότητι λέγω καὶ ψύξει, ἢ ξηρότητι καὶ ὑγρότητι· οὐ γὰρ ὥσπερ τῷ ποσῷ τῶν ψόφων καὶ τῷ ποιῷ παρηκολούθει τὸ μέγα καὶ μικρὸν καὶ τραχὺ καὶ λεῖον, οὕτω καὶ τῷ ποσῷ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, φημὶ δὴ τῇ ἐπιτάσει καὶ ἀνέσει, παρακολουθεῖ τὸ τραχὺ καὶ λεῖον ἢ βαρὺ καὶ κοῦφον καὶ τὰ λοιπά.

だがこれに対しても、音における大と小は高音と低音のほかの別の対立なのではなく、触覚において熱と冷のほかに重と軽、粗と滑、および他の各々が完全に別の対立であるのとは異なって、音の緩みや強まりを示しているのである、と述べることが可能である。そしてこれは別の対立に固有のものではない。少なくともそのような大と小はすべての感覚対象において見出される。かくして少なくとも味覚対象についても大と小を見出すことができ、例えば蜂蜜の味は、もしそう言えるとすれば、大であり、乾燥イチジクの味は、もしそう言えるとすれば、小である。なぜなら甘味は蜂蜜において強められており、乾燥イチジクにおいては緩められているからである。だが黒い色彩についても、極めて濃いものを大と言い、そうではなく薄まっているものを小と言うことができ、単に激しいものと微弱なものを大と小という語によって名づけるのである。したがって、そのようなものは別の対立ではない。また、私たちが黒い声や白い声と言うとしても、声の別の種の対立を言ったのではない。これらを高音のほか、低音のほかに見分けることはできず、硬と軟を他のものから分離して見ることができ、同様に粗と滑を見ることができるのとは異なり、むしろ高音において、また低音において観察される或る種の特性なのであって、高音や低音に関する或る種の変異では決してないからである。 もっとも、大と小が大きさ(分量)についてのみ言われるのに、どうして激しく微弱な音についてのみ私たちは比喩を用いて大なる音、小なる音と言うのであり、過度に甘いものを大なる甘味とは言わず、微弱な甘味をもつものを小とも言わず、他のいかなるものについてもそう言わないのか、と問うことは価値がある。そこで私は、音は一挙に成立している或る事象ではなく、生成することのうちに成立している、と言う。そして音は時間のうちに生じ、あらゆる時間は連続的である。このゆえに、私たちは長い時間のうちに生じる音を大と言い、短い時間のうちに生じるものを小と言うのである。これに対して、過度に甘いものや過度に黒いもの、および他のものにおけるこれらは、質の激しさによってそのようなものなのであり、時間の長さによるのではない。 したがって、テミスティオスはアリストテレスの議論にうまく反対したのではない。そしてあのこと、すなわち触覚対象においては互いに何ら共通性をもたず分離された複数の対立が取られたのだ、と述べることが可能である。冷と熱の対立からは湿と乾による対立が分離されており、それゆえ火は熱く乾いており、水は冷たく湿っているからである。同様に硬と軟、粗と滑、脆と粘、これらすべては互いに分離されている。少なくともこれらのどれひとつとして火の中にも空気の中にも水の中にも観察されず、それどころかすべての複合された物体にさえ付随するわけではない。すべてが脆であるか粘であるかではないからである。少なくとも石のうち堅固で砕けにくいものは、まさにこの理由によって脆でも粘でもない。粘は湿ったもののうちにあるからである。これに対して、アリストテレスが音について語った対立は、あらゆる声のうちに見出すことができる。あらゆる声は大であるか小であるかだからである。実際、高音も大であるか小であるか、あるいは滑らかであるか粗いかであり、低音も同様である。したがって、〔声は〕声の発出の量に応じて大と小をもち、同様に滑と粗を質に応じて持っているので、〔これらは〕あらゆる声に付帯しているのである。したがって、これらは異なる可聴物や音の対立ではない。これに対して触覚においては、私たちが示したように、対立は互いに分離されており、何ら互いに共通せず、互いに付随することもないのであり、それゆえすべての可触物において観察されるわけでもない。というのも、あらゆる声が大であるか小であるか、粗いか滑らかであるかであるのと同様に、どうしてすべての可触物が脆であるか粘であるか、あるいは粗いか滑らかであるかではないのか。もしすべてが熱であるか冷であるか、乾であるか湿であるかであるとすれば、これはこれらの対立が物体の実在を構成するものであるからである。また、重と軽がすべての物体に分配されているとしても、他の諸性質、すなわち熱さと冷たさ、あるいは乾きと湿りに付帯しているものとして[分配されている]のではない。音の量と質に大と小、粗と滑が付随していたのとは異なり、熱と冷、乾と湿の量、すなわち強まりと緩みに、粗と滑、あるいは重と軽、および残りのものが付随するわけではないからである。

構文注4 件
  1. 2.209ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι

    非人称構文 ἔστι(…することが可能である)に不定詞 εἰπεῖν が後続し、ὅτι 節がその内容(客体)を導く。πρὸς τοῦτο は「これに対して」の意で、前チャンク末尾で述べられたテミスティオスの批判的議論を指している。

  2. 2.209ἐπὶ μόνων τῶν μεγεθῶν λεγομένου τοῦ μεγάλου καὶ μικροῦ

    属格絶対構文(譲歩または理由的背景)であり、主語 τοῦ μεγάλου καὶ μικροῦ と分詞 λεγομένου からなる。「大と小が[本来は]大きさ(空間的・連続的量)についてのみ言われるのに」という対比的条件を提示し、主節の疑問文(τί δήποτε... ἐχρησάμεθα)の前提をなす。

  3. 2.209ὁ ψόφος οὐκ ἔστιν ὑφεστηκός τι ἀθρόον πρᾶγμα, ἀλλ’ ἐν τῷ γίνεσθαι ὑφέστηκεν

    述語部の ἔστιν ὑφεστηκός は完了分詞を伴う迂言的表現(「一挙に成立しているものとしてあるのではない」)。これに対して対立節 ἀλλ’ ἐν τῷ γίνεσθαι ὑφέστηκεν では、前置詞 ἐν + 中性単数定冠詞付き不定詞(動名詞)によって「生成すること(推移の過程)において成立している」という継続的・時間的あり方が対置されている。

  4. 2.209ἔστι δὲ ἐκεῖνο εἰπεῖν ὅτι

    非人称の ἔστι+不定詞 εἰπεῖν に、指示代名詞の中性単数対格 ἐκεῖνο が添えられ、後ろの ὅτι 節の内容を予示(カタポラ)している(「あのこと、すなわち…ということを述べることが可能である」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:409.10-410.29