- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:391.29-392.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ピロポノスは、匂いが物体的な流出(蒸気)によって生じるという議論と、媒体(空気・水)によって非物体的に伝達されるというアリストテレスの説との調和を図り、流出物が媒体を通じて現実態を及ぼすこと、および動物と人間の嗅覚の差異や嗅覚器官の位置を論じる。
καὶ τὴν ἀπορίαν δὲ ἐκείνην οὕτως ἐπελυόμεθα, λέγω δὴ τὴν δοκοῦσαν δεικνύναι ἐκ τῆς τοῦ μήλου γινομένης εὐωδίας, ὡς αἱ ποιότητες χωρίζονται τῶν ὑποκειμένων, καὶ ἐλέγομεν ὡς οὐκ αὐτὴ καθ’ αὑτὴν ἐκ τοῦ μήλου ἡ εὐωδία χωρεῖ καὶ ἐκ τῶν παραπλησίων, ἀλλὰ μετά τινος οὐσίας, καὶ ἐπιστούμεθα τὸν λόγον ἔκ τε τοῦ χρόνῳ ῥυτιδοῦσθαι τὸ μῆλον, καὶ ἐκ τοῦ ῥάκους τοῖς μυκτῆρσιν ἐπιτεθέντος ἀναπνεῖν μὲν τὸν ἀέρα (οὐ γὰρ ἂν ἐζῶμεν μὴ ἀναπνέοντες), τῆς ὀσμῆς δὲ μὴ ἀντιλαμβάνεσθαι1 ὡς παχυμερεστέρας οὔσης τῆς οὐσίας, ἐν ᾗ ἵδρυται τὸ ὀσφραντόν, καὶ μὴ δυναμένης διὰ τοῦ ῥάκους διηθεῖσθαι, τοῦ δὲ ἀέρος διηθουμένου. πῶς οὖν συνάγονται ἀμφότεροι οἱ λόγοι ὅ τε νῦν εἰρημένος καὶ ὁ λέγων ἀσωμάτως διὰ τῆς διόσμου τοῦ ἀέρος δυνάμεως διαπορθμεύεσθαι τὰς ὀσμὰς ἐπὶ τὸ αἰσθητήριον; λέγομεν οὖν πρὸς ταῦτα ὅτι κατὰ ἀλήθειαν μὲν γίνονται ἀπόρροιαί τινες λεπτομερεῖς σωμάτων ἀπὸ τῶν εὐωδῶν καὶ μάλιστα ἀπὸ τῶν θυμιωμένων, καὶ διὰ τοῦτο ἐγγινομένων ἐν τῷ ἀέρι2 ἡ πλείων καὶ δραστικωτέραν ἔχουσα τὴν ὀσμὴν ἐπικρατεῖ τῆς ἥττονος, ἐπεὶ καὶ ἐπὶ τῶν ψόφων, ἔνθα μὴ σωμάτων ἐστὶν ἀπόρροια, ὁ μείζων ψόφος ἐπικρατεῖ τοῦ ἐλάττονος, καὶ τὸ ἄγαν λαμπρὸν τοῦ ἥττονος λαμπροῦ. ἀλλ’ εἰ καὶ γίνεται τις ἀπόρροια, οὐκ αὐτὴ ἐν τῷ αἰσθητηρίῳ γινομένη τὴν ἀντίληψιν παρέχει, ἀλλὰ δεῖται τοῦ μεταξὺ ἢ ὕδατος ἢ ἀέρος διαπορθμεύοντος τὰς τῶν ὀσφραντῶν ἐνεργείας. ἐπεὶ πῶς τὰ ἔνυδρα ὀσφραίνονται τῶν ὑπὲρ τὴν ἐπιφάνειαν τοῦ ὕδατος; οὐ γὰρ εἰκός ἐστι τὴν ἀπόρροιαν ταύτην διὰ τοῦ ὕδατος κάτω χωρεῖν, ἀλλὰ μᾶλλον ἄνω, εἴτε ἀτμιδώδης ἦν εἴτε καπνώδης, ὡς ἐφεξῆς ἐρεῖ. νῦν δὲ καὶ οἱ κροκόδειλοι ὀσφραίνονται τῶν ἐπικρεμαμένων ὑπὲρ τὴν ἐπιφάνειαν τοῦ ὕδατος κρεῶν. καὶ ὅτι οὐχ ὁρῶντες ἐπιτρέχουσιν αὐτοῖς, ἀλλ’ ὀσφραινόμενοι, δῆλον ἐξ ὧν καὶ ἐν νυκτὶ θηρῶνται. καὶ γῦπες δ’ ἐκ μυρίων ὅσων διαστημάτων αἰσθάνονται τῶν νεκρῶν σωμάτων, καὶ οὐ δήπου ἐπὶ τοσοῦτον ἀπόρροιαι ἐκ τῶν σωμάτων διαφοιτῶσιν. ἀλλ’ ἔοικεν ἡ ἡμετέρα ὄσφρησις ἀμυδρὰ οὖσα καὶ ἀσθενὴς δεῖσθαι ἰσχυροτέρας τῆς ἐνεργείας. ἐπεὶ οὖν ἡ ἐν πολλῷ ἀέρι διαπορθμευομένη ἐνέργεια ἐλάττων γίνεται, ὥσπερ καὶ ἐπὶ ὁρατῶν ἔχει καὶ ἀκουστῶν, διὰ τοῦτο δεόμεθα πλησιαίτερον τῆς ῥινὸς τὴν ἀπόρροιαν γενέσθαι τοῦ ὀσφραντοῦ, ἵνα ἰσχυρᾶς ἔτι οὔσης τῆς ἐνεργείας εὐχερῶς πάθῃ ὑπ’ αὐτῆς ἡ ὄσφρησις ἀλλοιουμένου τοῦ ἐν τῇ ῥινὶ ἀέρος, ὥσπερ καὶ οἱ τὰς ὄψεις ἀσθενεῖς ἔχοντες ἢ οἱ τὰ ὦτα, εἰ μὴ πλησίον ποιήσωσι τὰ ὁρατὰ καὶ τὰ ἀκουστά, οὐκ ἀντιλαμβάνονται. καὶ διὰ τοῦτο ῥάκους ἐπικειμένου ἐπὶ τὸ αἰσθητήριον συμβαίνει μὴ ἀντιλαμβάνεσθαι τῆς ὀσμῆς, καὶ μάλιστα εἰ τὸ ῥάκος παχυμερὲς εἴη ἢ μὴ δραστήριος ἡ ὀσμή, ὡς εἰ δραστήριος εἴη ἡ ὀσμή,3 καὶ ῥάκους ἐπικειμένου ἐξαρκεῖ ἡ δίοσμος τοῦ ἀέρος δύναμις καὶ ἄνευ τοῦ πλησιάσαι τῷ αἰσθητηρίῳ τὸν εὐώδη ἀτμὸν δρᾶσαι εἰς τὸ αἰσθητήριον. ἔστι δὲ τὸ ὀσφραντικὸν αἰσθητήριον ἡ κατὰ τὰ ἐμπρόσθια τοῦ ἐγκεφάλου μαστοειδὴς αὐτοῦ ἀπόφυσις μετὰ τὰ ἰσθμοειδῆ ὀστέα ὡς ἐπὶ τὸ ἔνδον.
また我々はかつて、あの難問、すなわちリンゴから生じる芳香から性質が基体から分離されると示すように思われた難問をこのように解決し、リンゴやそれに類するものから芳香それ自体が単独で去るのではなく、何らかの実体を伴って去るのだと述べていた。そしてその主張を、時とともにリンゴに皺が寄ることからも、また布切れが鼻孔に当てられたときに空気は呼吸されるが(実際、呼吸しなければ我々は生きていられないであろう)、匂いは捉えられないということからも論証していた。それは、嗅覚対象が宿る実体がより粗大であって布切れを通して濾過され得ないのに対して、空気は濾過されるからであった。それでは、今述べられた議論と、匂いは空気の透嗅的な能力を通じて非物体的に感覚器官へと媒介されると述べる議論の両者は、どのように調和させられるのであろうか。そこで我々はこれらに対して次のように言う。実のところ、芳香を放つものから、とりわけ焚かれるものから物体の微小な流出物が生じるのは事実であり、このために[流出物が]空気の中に生じるにあたって、より量が多く、より強い効力をもつ匂いを有するものが、より劣るものを圧倒する。なぜなら、物体の流出が存在しない物音においても、より大きな音はより小さな音を圧倒し、過度に明るいものはより明るさの劣るものを圧倒するからである。しかし、たとえ何らかの流出が生じるとしても、それ自体が感覚器官の中に生じることで把握をもたらすのではなく、嗅覚対象の現実態を媒介する媒体(水あるいは空気)を必要とするのである。なぜなら、そうでなければ水棲動物はどうして水面の上にあるものを嗅ぎ知るのであろうか。この流出物が蒸気状であれ煙状であれ(彼が次に述べるように)、水を通って下方へ進むとは考え難く、むしろ上方へ進むはずだからである。しかし現にワニも水面の上に吊るされた肉を嗅ぎ知る。そして彼らが肉を見るからではなく嗅ぎ知るからそれらに駆け寄るのだということは、彼らが夜にも狩りをするということからも明らかである。またハゲワシも無数の隔たった距離から死体を感知するが、物体からの流出がまさかそれほどの距離まで散布されることはあるまい。むしろ、我々の嗅覚は鈍く弱小であるために、より強力な現実態を必要としているように思われる。それゆえ、多くの空気の中で媒介される現実態は、可視的なものや可聴的なものの場合と同様に小さくなるので、このために我々は嗅覚対象の流出物が鼻のより近くに生じることを必要とするのである。それは、現実態がまだ強力であるうちに、鼻の中の空気が変容させられて嗅覚がその現実態によって容易に変容を被るためである。それはちょうど、視力や聴力の弱い人々が、可視的なものや可聴的なものを近くに置かなければ捉えられないのと同様である。そしてこのために、布切れが感覚器官の上に置かれているときには匂いを捉えないということが生じるのであり、とりわけ布切れが粗大であるか、匂いが強力でない場合にそうなる。というのも、もし匂いが強力であれば、布切れが置かれていても空気の透嗅的な能力は、芳香のある蒸気が感覚器官に近づくことなしに感覚器官へと作用するのに十分だからである。そして嗅覚の感覚器官とは、篩骨の奥の内側に向かうところにある、脳の前部におけるその乳頭状の突起である。
- 2.188ἐκ τοῦ ῥάκους τοῖς μυκτῆρσιν ἐπιτεθέντος ἀναπνεῖν μὲν τὸν ἀέρα ... τῆς ὀσμῆς δὲ μὴ ἀντιλαμβάνεσθαι
前置詞句 ἐκ τοῦ に統括される二つの冠詞付き不定詞(ἀναπνεῖν と μὴ ἀντιλαμβάνεσθαι)の内部に、絶対属格句 ῥάκους τοῖς μυκτῆρσιν ἐπιτεθέντος が時または条件の副詞的要素として挿入されている。不定詞の意味上の主語は一般的な人間(我々)であり、後続の括弧内の οὐ γὰρ ἂν ἐζῶμεν μὴ ἀναπνέοντες に対応している。
- 2.188ἐγγινομένων ἐν τῷ ἀέρι
主語を明示しない絶対属格である。直前の ἀπόρροιαι(流出物)または ἀπόρροιαι σωμάτων を意味上の主語として受けており、「それら(流出物)が空気の中に生じるにあたって」と解される。
- 2.188ὡς εἰ δραστήριος εἴη ἡ ὀσμή
接続詞 ὡς は理由・根拠を導く副詞節(「というのも〜だからである」)を形成し、その内部に希求法を用いた潜在条件文 εἰ δραστήριος εἴη(もし匂いが強力であるならば)を従えている。この ὡς 節の述語動詞は帰結節をなす ἐξαρκεῖ であり、直前で述べられた「布切れを当てると匂いが遮断される」という事態に対する条件付きの補足・例外を説明している。
