← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§333.18-334.37

光線仮説の便宜と活動の反射の原理

ピロポノスは、光や視覚が非物体的な活動であるにもかかわらずアリストテレスが『気象論』で光線や円錐を用いた理由を解明し、活動の反射とは受容した物体による対抗活動であることを論じ、最後に距離の知覚に関する難問を提起する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.128#7

οὕτω μὲν οὖν τὰς φερομένας ἀπορίας εἰς τὸν περὶ τῶν ἐνεργειῶν λόγον ἐπιλύονται. καὶ εἰ ἐνέργεια τὸ φῶς καὶ μὴ σῶμα, ἔτι δὲ καὶ οὐ κατ’ ἐκπομπὴν ὄψεών τινων σωμάτων οὐσῶν τὸ ὁρᾶν γίνεται, ἀλλὰ τῶν ὁρατῶν αἱ ἐνέργειαι πρὸς ἡμᾶς ἀφικνοῦνται, // τί δήποτε ἐν τοῖς Μετεώροις ταύταις ἐχρήσατο ταῖς ὑποθέσεσιν Ἀριστοτέλης; λέγω οὖν ὅτι ὡς σαφεστέραις ὑποθέσεσιν ἐχρήσατο ταῖς τῶν ἀκτίνων καὶ τῶν ὄψεων· οὐ γὰρ εὐχερὲς ἐννοῆσαι ἐνεργείας ἀνακλωμένας ἢ ὅλως χωρούσας διὰ τοῦ ἀέρος τὰς τῶν χρωμάτων ἐνεργείας. ὅσα δὲ κατεσκευάσθη δι’ ἐκείνων τῶν ὑποθέσεων, τὰ αὐτὰ καὶ διὰ τούτων κατασκευασθήσεται. ὡς γὰρ ἐκεῖ κώνους ἐλέγομεν ἐξιέναι ἐκ τῶν ὀμμάτων ἀπό τινος κέντρου, εἶτα προϊόντας εὐρύνεσθαι, οὕτω καὶ ἐπὶ τῶν ἐνεργειῶν δηλονότι λεχθήσεται. ἐπειδὴ γὰρ εἰς στενόν τι κέντρον τοῦ κρυσταλλοειδοῦς αἱ ἐνέργειαι τῶν ὁρατῶν κρίνονται, ἀνάγκη ἀπὸ πλατέος μὲν ἄρχεσθαι αὐτοῦ τοῦ ὁρατοῦ, λήγειν δ’ εἰς στενὸν τὸ ὄμμα· τοῦτο δὲ κῶνός ἐστιν ἔχων κορυφὴν μὲν τὴν κόρην ἢ τὸ τοῦ κρυσταλλοειδοῦς κέντρον, βάσιν δὲ αὐτὸ τὸ ὁρατόν. ὥστε οὐδὲν πρὸς τὰ δεδειγμένα λυμαίνεται τὸ διάφορον τῶν ὑποθέσεων. καὶ τὰ περὶ τῶν ἀνακλάσεων δ’ ὁμοίως ἕξει ἐπ’ ἀμφοτέρων τῶν ὑποθέσεων. ταῦτα μὲν οὖν ὅσον συνηγορῆσαι ταῖς Ἀριστοτελικαῖς ὑποθέσεσιν.1 Δυσφάνταστον δὲ δοκεῖ τὸ περὶ τῆς ἀνακλάσεως τῶν ἐνεργειῶν, πῶς οἷόν τέ ἐστι τὰς ἐνεργείας, ἀσώματόν τι πρᾶγμα, ἀνακλᾶσθαί τε καὶ γωνίας ποιεῖν. ἀμβλεῖα γὰρ καὶ ὀξεῖα γωνία διαστάσεώς ἐστιν, ἡ δὲ διάστασις μεγέθους, τὸ δὲ μέγεθος σωμάτων καὶ ἐν σώμασιν· ἡ δὲ ἐνέργεια ἀσώματος, οὐκ ἔχουσα ἐν τῷ ἀέρι τὸ εἶναι, ἀλλ’ ἐν τῷ ἐνεργοῦντι· πῶς οὖν ἀνακλᾶται τοῦ ἰδίου ὑποκειμένου χωρίς; ἄλλως τε εἰ ἀνακλᾶται, ἢ μετὰ τοῦ ἀέρος ἀνακλᾶται ἢ καθ’ ἑαυτήν. εἰ μὲν οὖν καθ’ ἑαυτήν, πῶς πάλιν ἀσώματόν τι πρᾶγμα ἀνακλασθήσεται καὶ γωνίας ποιήσει; εἰ δὲ μετὰ τοῦ ἀέρος, ἐπειδὴ ὑγρὸς ὢν ὁ ἀὴρ ἑαυτῷ ἀντιπεριίσταται, ἐξ ἀνάγκης ὁ ἀνακλασθεὶς ὠθήσει ἄλλον ἀέρα, οὗ ἐν τῷ τόπῳ γίνεται, καὶ τὸν αὐτοῦ τόπον ἄλλο μόριον τοῦ ἀέρος καταλήψεται. δῆλον οὖν ὅτι ὁ ἀντιπεριστὰς τῷ ἀνακλασθέντι ἀὴρ μετὰ τῆς ἐν αὐτῷ τοῦ φωτὸς ἐνεργείας ὑποχωρήσει τῷ ἀνακλασθέντι, ὥστε οὐ διπλασιασθήσεται ἡ ἐνέργεια τοῦ φωτὸς ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἀέρι· ἀντὶ γὰρ τῆς ἀνακλωμένης μεταξὺ τοῦ ἀέρος ἄλλη μετὰ τοῦ ἀντιπεριστάντος ἀέρος ὑπεχώρησεν. εἰ δὲ μὴ ἐδιπλασιάσθη ἡ ἐνέργεια, οὐ μᾶλλον ἐθέρμανε. μάταιος ἄρα ὁ τῶν ἀνακλάσεων τῶν ἐνεργειῶν λόγος εἰς τὸ ποιῆσαι πλείω θερμασίαν, ὁπότε ἀντιπεριίσταται τῇ ἀνακλασθείσῃ μετὰ καὶ τοῦ ἀέρος ἡ ἐν τῷ τόπῳ, οὗ ἡ ἀνάκλασις γέγονε πρότερον οὖσα ἐνέργεια.2 ἀλλὰ πρὸς τοῦτό φημι, ὅπερ ἤδη ἔφθην εἰπών, ὅτι ὃν τρόπον ἡ σελήνη δεχομένη τὰς τοῦ ἡλίου ἐνεργείας καὶ φωτιζομένη διὰ τὴν τοῦ σώματος αὐτῆς λαμπρότητα πέφυκε καὶ αὐτὴ ἀντενεργεῖν καὶ φωτίζειν τὰ τῇδε, οὕτω δὲ καὶ ἄλλα πλεῖστά ἐστιν, ἅπερ δεχόμενα τὰς τοῦ φωτὸς ἐνεργείας καὶ αὐτὰ ἀντενεργεῖν πέφυκεν, οἷον ὕδωρ, ὕελος, ἄργυρος, χαλκὸς καὶ ἁπλῶς τὰ λεῖα πάντα καὶ στιλπνά. ὅταν οὖν λέγηται ἀνακλᾶσθαι ἡ ἐνέργεια ἀπὸ τῶν λείων σωμάτων, οὐδὲν ἄλλο λέγεται ἢ ὅτι δεχόμενα τὰ τοιαῦτα σώματα τάς τε τοῦ φωτὸς τάς τε τῶν ὁρατῶν ἐνεργείας οὐκ αὐτὰς κατ’ ἀριθμὸν ἃς ἐδέξατο ποιεῖ κλᾶσθαι, ἀλλ’ ὅτι ἀντενεργεῖν τοιαύτας ἐνεργείας καὶ αὐτὰ πέφυκε. καὶ διὰ τοῦτο καὶ σπουδάζομεν οὕτω πρὸς τὸ φωτισθῆναι τὰ πυρεῖα, ὡς τήν τε ἐκ τοῦ ἡλίου ἐνέργειαν εἰς τὸ πυρεῖον προσπίπτουσαν καὶ τὴν ἐξ αὐτοῦ πάλιν γινομένην μὴ διεστηκέναι ἀλλήλων, ἀλλὰ πλησίον εἶναι καὶ ταύτῃ τῇ πυκνότητι θερμαίνειν. τὰ αὐτὰ καὶ ἐπὶ τῶν ὄψεων. Τούτῳ μὲν οὖν οὕτω διητήσθω·3 ἐκεῖνο δ’ εὐλόγως ἄν τις ἀπορήσειεν, εἰ μὴ κατ’ ἐκπομπὴν τῶν ὄψεων τὸ ὁρᾶν γίνεται, ἀλλ’ αἱ τῶν ὁρατῶν ἐνέργειαι εἰς τὸ ὄμμα φοιτῶσι, πόθεν τὰ διαστήματα τὰ μεταξὺ ἡμῶν τε καὶ τῶν ὁρωμένων γινώσκομεν· εἰ γὰρ ἐφοίτων μέχρι τοῦ ὄμματος αἱ ἐνέργειαι, καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω ὡσαύτως ὁρᾶσθαι ἔδει· εἰ δὲ γινώσκομεν τὰ ἀποστήματα τῶν ὁρατῶν, δῆλον ὅτι οὐ πρὸς ἡμᾶς τὰ εἴδωλα ἤτοι αἱ ἐνέργειαι τῶν ὁρατῶν φοιτῶσι. πῶς δ’ ἄν τις καὶ φαντασθείη ἐνεργείας σχημάτων καὶ χρωμάτων διὰ τοῦ ἀέρος φοιτώσας;

このようにして人々は諸活動に関する議論に向けられた難問を解決するのである。そして、もし光が活動であって物体ではなく、さらに視覚が何らかの物体である視線の射出によって生じるのではなく、可視的なものたちの諸活動が我々のもとへと到達することによって生じるのだとすれば、いったいなぜアリストテレスは『気象論』においてこれらの仮説を用いたのであろうか。そこで私は言う。彼が光線や視線の仮説を用いたのは、それらがより分かりやすい仮説であったからである。というのも、諸活動が反射されることや、あるいは色の諸活動が空気を通じて進むこと自体を概念把握することは容易ではないからである。しかし、それらの仮説によって確立されたすべての事柄は、これらの仮説によっても同様に確立されるであろう。なぜなら、向こうでは円錐が中心から眼の外へと出て、次いで進むにつれて広がると我々が語っていたのと同様に、諸活動に関しても明らかに語られることになるからである。というのも、可視的なものたちの諸活動は水晶体様体の狭い中心において判定されるのであるから、可視的なもの自体という広いものから始まり、眼という狭いものへと終わることが必然だからである。そしてこれは、瞳孔あるいは水晶体様体の中心を頂点とし、可視的なもの自体を底面とする円錐である。したがって、仮説の違いは証明された事柄に対して何ら害を与えるものではない。また反射に関する事柄も、両方の仮説において同様に成り立つであろう。これらはアリストテレスの仮説を擁護する限りのことである。 しかし、諸活動の反射に関する事柄、すなわち非物体的な事柄である諸活動がいかにして反射され、また角をなすことができるのかということは、心に思い描くことが困難であると思われる。なぜなら、鈍角や鋭角は空間的広がりのものであり、空間的広がりは大きさのものであり、大きさは物体のものであって物体の中にあるからである。他方で活動は非物体的であり、空気の中に存在をもつのではなく、活動するものの中にある。では自らの基体から離れてどのように反射されるのであろうか。その上、もし反射されるとするなら、空気とともに反射されるか、それ自身として反射されるかのいずれかである。もしそれ自身として反射されるなら、再び、非物体的な事柄がどのように反射されて角をなすのであろうか。他方、もし空気とともに反射されるとするなら、空気は流動的であって自ら位置を互いに譲り合う(反周置する)のであるから、反射された空気は、〔自らが〕その場所に入る別の空気を必然的に押し出し、それの場所を空気の別の部分が占めることになる。それゆえ、反射された空気に位置を譲り合った空気は、その中にある光の活動とともに、反射された空気に場所を譲って後退することは明らかであり、その結果、光の活動が単一の同じ空気の中で二重化されることはないであろう。なぜなら、空気の間で反射される活動の代わりに、位置を譲り合った空気とともに別の活動が後退したからである。そしてもし活動が二重化されなかったとすれば、より多く温めることもなかったはずである。したがって、諸活動の反射についての議論はより多くの熱を生み出すことに関しては無駄である。なぜなら、かつてその場所(反射が生じた場所)にあった活動が、空気とともに反射された活動に対して位置を互いに譲り合うからである。 しかしこれに対して私は、すでに先に述べたことであるが、次のように言う。すなわち、月が太陽の諸活動を受け取って照らされ、自らの物体の輝きゆえにそれ自身もまた対抗活動をなし、地上のものたちを照らす性質をもつのと同様に、光の諸活動を受け取ってそれ自身も対抗活動をなす性質をもつものは他にも極めて多く存在し、たとえば水、ガラス、銀、青銅、そして端的に言って滑らかで光沢のあるすべてのものがそうである。したがって、活動が滑らかな諸物体から反射されると言われるとき、そのような諸物体が光の諸活動や可視的なものたちの諸活動を受け取って、数において同一であるまさにその受け取った活動を折れ曲がらせるのではなく、自らもそのような諸活動を対抗活動としてなす性質をもつということ以外には何も言われていないのである。そしてまさにこのために、我々は凹面鏡が照らされることに対しても、太陽から凹面鏡へと射し込む活動と、凹面鏡から再び生じる活動とが互いに離れ離れになるのではなく、近接して存在し、この稠密さによって温めるように配慮するのである。視線に関しても同じことが言える。 これについてはこのように判定されたものとしておこう。しかし次のことは当然疑われるであろう。もし視覚が視線の射出によって生じるのではなく、可視的なものたちの諸活動が眼へとやって来ることによって生じるなら、我々は我々と見られるものたちとの間の距離をどこから知るのか、と。なぜなら、もし諸活動が眼までやって来るのであれば、近いものも遠いものも同様に見られるはずだったからである。しかし我々が可視的なものたちの隔たりを知っているとすれば、像すなわち可視的なものたちの諸活動が我々のもとへとやって来るのではないことは明らかである。また、形や色の諸活動が空気を通ってやって来るなどということを、いったい誰が心に思い描くことができようか。

構文注3 件
  1. 2.128ταῦτα μὲν οὖν ὅσον συνηγορῆσαι ταῖς Ἀριστοτελικαῖς ὑποθέσεσιν

    ὅσον+不定詞(συνηγορῆσαι)は「〜する限りにおいて」という限定・制限を表す慣用的な表現である。動詞 ἐστί(または同種の述語)が省略されており、「これらはアリストテレスの仮説を弁護・擁護する限りのことである」という意味をなす。

  2. 2.128ὁπότε ἀντιπεριίσταται τῇ ἀνακλασθείσῃ μετὰ καὶ τοῦ ἀέρος ἡ ἐν τῷ τόπῳ, οὗ ἡ ἀνάκλασις γέγονε πρότερον οὖσα ἐνέργεια

    語順の倒置(hyperbaton)が見られる構造。主語は後方に置かれた ἡ … πρότερον οὖσα ἐνέργεια(かつて存在していた活動)であり、関係節 οὗ ἡ ἀνάκλασις γέγονε が先行詞 τόπῳ を修飾して間に挟まっている。与格 τῇ ἀνακλασθείσῃ[sc. ἐνεργείᾳ]が動詞 ἀντιπεριίσταται の目的語であり、前置詞句 μετὰ καὶ τοῦ ἀέρος がそれに添えられている。

  3. 2.128Τούτῳ μὲν οὖν οὕτω διητήσθω

    完了受動態命令法三人称単数(非人称受動構文)。指示代名詞与格 τούτῳ は事柄・問題(「このこと」)を指し、全体で「この事柄については、このように裁定/判定されたものとせよ(しておこう)」という議論の区切りを示す慣用的な表現である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:333.18-334.37