← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§330.21-331.38

非物体的活動としての光と反射の諸問題

フィロポノスは光の根源を太陽に帰した上で、直進性と等角反射という幾何学的規則を物体的光線ではなく非物体的な活動(エネルゲイア)に帰属させることで、鏡像や反射に関する異論に答え、視覚光線論を退けてアリストテレスの説を擁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.128#5

ποιητικὸν δὲ πρώτως μὲν καὶ κυριώτατα ὁ ἥλιος, δευτέρως δὲ ὅσα τῷ μετασχεῖν ἀπορροίας τινὸς τῆς ἐξ ἐκείνου καὶ αὐτὰ φωτιστικὰ γέγονεν, ὥσπερ ἥ τε σελήνη καὶ τὰ λοιπὰ ἄστρα καὶ τὸ πῦρ· τὴν γὰρ πρώτην τοῦ φωτὸς πηγὴν ἐν ἡλίῳ ὁ θεὸς ἐναπέθετο. οὕτως οὖν πάσας τὰς εἰρημένας ἀπορίας ἐκφευξόμεθα, καὶ οὔτε σῶμα διὰ σώματος χωρήσει οὔτε ἀθρόαν γίνεσθαι καὶ ἄχρονον τὴν ἐνέργειαν οὐδὲν ἀδύνατον ἀσώματον οὖσαν. Ἀλλ’ ἀποροῦσιν ἡμῖν πρὸς τὰς ὑποθέσεις ταύτας1 τάς τε τοῦ φωτὸς καὶ τὰς τῶν ὄψεων, ὅτι εἰ μὴ σῶμά ἐστι τό τε φῶς καὶ αἱ ὄψεις, πόθεν οὖν αἱ ἐν τοῖς ἐνόπτροις ἀνακλάσεις; πόθεν καὶ ἐν τοῖς πυρείοις; πόθεν ἡ ἐκ τῆς ἀκτίνων ἀνακλάσεως παράτριψις καὶ ἐκ τούτου θέρμανσις; πόθεν αἱ ἀκρώρειαι ἧττόν εἰσι τῆς πεδιάδος τεθερμασμέναι; διὰ τί δὲ εἰ αἱ ἐνέργειαι τῶν ὁρατῶν ἐν τῷ ἀέρι εἰσίν, μὴ καὶ τὰ ὄπισθεν ὁρῶμεν; εἰ γὰρ κατὰ πᾶν μόριον ἑαυτοῦ ὁ ἀὴρ ἔχει τῶν χρωμάτων τὰς ἐνεργείας, ὡς δηλοῖ τὸ τοὺς πανταχόθεν ὁρῶντας τὸ αὐτὸ χρῶμα ὁρᾶν (οἷον εἰ εἴη τὸ Α χρῶμα, περὶ αὐτὸ δὲ ὦσι πλείους ὁρῶντες τὸ Β, τὸ Γ, τὸ Δ, τὸ Ε, τὸ Ζ, τὸ Η, πάντες αὐτὸ ὁρῶσι· δῆλον οὖν ὅτι διὰ τὸ τὸν ἀέρα κατὰ πᾶν ἑαυτοῦ μόριον ἔχειν τῶν χρωμάτων τὰς ἐνεργείας), εἰ δὲ τοῦτο, τί δή ποτε μὴ καὶ τὰ ὄπισθεν ὁρῶμεν; λύσιν οὖν τούτοις πᾶσι μίαν ἐπιθήσομεν ὑποθέσεσι χρησάμενοι εἰς τὸν περὶ τῶν ἐνεργειῶν λόγον, αἷς ἐχρήσαντο καὶ οἱ σώματα λέγοντες τὰς ὄψεις καὶ τὸ φῶς. ὥσπερ οὖν ἐκεῖνοι ὑποτίθενται τὰς ὄψεις καὶ τὰς ἀκτῖνας κατ’ εὐθείας τε γραμμὰς ἐκπέμπεσθαι καὶ ἀνακλᾶσθαι ἀπὸ τῶν λείων σωμάτων κατ’ ἴσας γωνίας, οὕτω καὶ ἡμεῖς ὑποτιθέμεθα τὰς ἐνεργείας τε τῶν χρωμάτων, ἔτι δὲ καὶ τὸ φῶς καὶ κατ’ εὐθεῖαν ἐκπέμπεσθαι καὶ ἀπὸ τῶν λείων σωμάτων ἀνακλᾶσθαι κατ’ ἴσας γωνίας. διὰ τοῦτο οὖν καὶ τὰ ἐν τοῖς κατόπτροις εἴδωλα φαίνεται οὐ τῶν ὄψεων τῶν ἡμετέρων ἀνακλωμένων πρὸς τὰ ὁρατά, ἀλλὰ τῶν ἐνεργειῶν τῶν ἐκείνων πρὸς ἡμᾶς. διὰ τοῦτο οὐδὲ τὰ ὄπισθεν ὁρῶμεν, ἐπειδὴ κατ’ εὐθεῖαν φέρονται αἱ ἐνέργειαι πρὸς τὰς ὄψεις, οὐκ ἄλλως δὲ κατ’ εὐθεῖαν ἐκ τῶν ὁρατῶν αἱ ἐνέργειαι πρὸς τὰς ὄψεις ἐνεχθήσονται, εἰ μὴ ἀντιπρόσωποι αὐτοῖς γενώμεθα. αἱ μὲν γὰρ ἐνέργειαι ἀεὶ ἐν τῷ ἀέρι εἰσὶν ἀπαθῶς, οὐ δρῶσι δὲ εἰς ἡμᾶς, εἰ μὴ ὅταν ὦσι κατ’ εὐθεῖαν τὰ αἰσθητὰ ταῖς ὄψεσιν, ὡς οὐδὲ αἱ ὄψεις κατ’ αὐτοὺς προσβάλλουσι τῷ ὁρατῷ, εἰ μὴ κατ’ εὐθεῖαν αὐτῷ γένωνται. διὰ τοῦτο οὖν τὰ ὄπισθεν χρώματα κἂν ἐκ πλαγίων ἀποβλέψωμεν, οὐχ ὁρῶμεν, καίτοι τῆς ἐνεργείας τῶν χρωμάτων οὔσης ἐν τῷ ἀέρι, διὰ τὸ μὴ κατ’ εὐθεῖαν πρὸς τὰς ὄψεις φέρεσθαι τὴν ἐνέργειαν. οὕτως οὖν καὶ τὰς ἀνακλάσεις τοῦ φωτὸς καὶ τῶν ἐνεργειῶν τῶν ὁρατῶν λέγομεν γίνεσθαι ἀπὸ τῶν λείων σωμάτων κατ’ ἴσας γωνίας τῶν ἐνεργειῶν ἀνακλωμένων. καὶ διὰ τοῦτο τῷ αὐτῷ τῶν ὄψεων λόγῳ, ὅταν τύχοι τὸ κάτοπτρον τοιαύτην θέσιν ἔχον πρὸς ἡμᾶς καὶ τὸ ὁρατόν, ὥστε τὰς ἐνεργείας εἰς αὐτὸ πεσούσας καὶ πρὸς ἴσας γωνίας ἀνακλασθείσας φοιτῆσαι πρὸς τὸ ὄμμα, καὶ τὰ μὴ κατ’ εὐθεῖαν τοῦ ὄμματος κείμενα ὁρῶμεν, οἷον τὰ ὄπισθεν ἢ ἄνω ἢ κάτω ἢ ἐκ πλαγίων. καὶ ἁπλῶς ἅπερ ἐκεῖνοι ἐπὶ τῶν ὄψεων λέγουσι, ταῦτα ἡμεῖς ἀπαραλλάκτως ἐπὶ τῶν ἐνεργειῶν λέγοντες τὰ φαινόμενα σώζομεν. τί γὰρ διαφέρει ἢ ἀπὸ τοῦ ὄμματος εὐθείας προϊούσας φοιτᾶν πρὸς τὸ κάτοπτρον, καὶ ἀπὸ τοῦ κατόπτρου ἀνακλᾶσθαι πρὸς τὸ ὄμμα;2 εἰ οὖν ταῦτα μὲν κοινῶς καὶ ἐκεῖνοι καὶ ὁ Ἀριστοτέλους ὑποτίθεται λόγος, ἀλλ’ ὁ μὲν ἐπὶ τῶν ἐνεργειῶν, οἱ δ’ ἐπὶ τῶν ὄψεων, μυρία δὲ ἀδύνατα τῇ τῶν ὄψεων ὑποθέσει ἀκολουθεῖ, αἱρετέον μᾶλλον τὴν Ἀριστοτέλους ὑπόθεσιν, ἣ καὶ τὰ φαινόμενα σώζει καὶ τὰ ἄτοπα ἐκκλίνει. πόθεν οὖν ἡ θέρμη ἐν τῷ ἀέρι γίνεται, εἴ γε ὁ μὲν ἥλιος θερμὸς οὐκ ἔστιν, αἱ δὲ ἀκτῖνες οὐ σῶμα; εἰ γὰρ μή εἰσι σῶμα, παράτριψις οὐκ ἔστι· παρατρίψεως δὲ μὴ οὔσης πῶς ὁ ἀὴρ θερμανθήσεται; ὅτι γὰρ ἡ παράτριψις θερμαίνει οὕτως, ὥστε καὶ ἐκπυρῶσαι, ἂν πυκνοτέρα γένηται, προφανὲς ἐκ τῆς ἐναργείας· καὶ ἐκ ξύλων γοῦν καὶ ἐκ λίθων καὶ σιδήρου παρατριβομένων ἔξαψις γίνεται.

そして作動的なものは、第一にかつ最も本来的な意味では太陽であり、第二には、太陽からの何らかの流出に与ることによって自らも光を放つものとなったものたち、たとえば月や残りの天体、また火である。なぜなら、神は光の最初の源泉を太陽の中に蓄え置かれたからである。したがってこのようにして、我々は述べられたすべてのアポリアーを免れるのであり、物体が物体を貫いて進むこともなく、活動が非物体的である以上、それが一挙に、また時間なしに生じることも何ら不可能ではない。 しかし、[反対者たちは]光と視線についてのこれら我々の仮説に対して次のように難問を提起する。すなわち、もし光も諸視線も物体でないとするなら、鏡における反射はどこから生じるのか。また凹面鏡(火起し鏡)における[発火]はどこからか。光線の反射から生じる摩擦と、それによる加温はどこから生じるのか。山頂が平野部よりも温められていないのはなぜか。そして、もし可視的な諸対象の活動が空気中にあるのなら、なぜ我々は背後のものをも見ないのか。というのも、もし空気がそれ自身のあらゆる部分において諸色の活動を保持しているとするなら――このことは、あらゆる方角から見る者たちが同じ色を見ることから明らかであるが(たとえば、もし色がΑであり、その周囲にΒ、Γ、Δ、Ε、Ζ、Ηという複数の見る者たちがいるなら、彼ら全員がそれを見る。それゆえ、空気がそれ自身のあらゆる部分において諸色の活動を保持していることによるのは明らかである)――、もしそうであるなら、なぜ我々は背後のものをも見ないのか、と。 それゆえ我々は、視線や光を物体であると語る者たちもまた用いた仮説を諸活動についての論述に適用することによって、これらすべてに対して一つの解決を与えるであろう。すなわち、彼らが諸視線と光線が直線に沿って送り出され、滑らかな諸物体から等しい角度で反射されると仮定するように、我々もまた諸色の活動、さらには光をも、直線に沿って送り出され、滑らかな諸物体から等しい角度で反射されると仮定する。それゆえこのことによって、鏡における像が見えるのも、我々の視線が可視的な対象へと反射されるからではなく、あちらの活動が我々のもとへと反射されるからである。このことによって我々は背後のものも見ないのである。なぜなら諸活動は直線に沿って諸視線へと運ばれるのであり、可視的な対象から諸活動が諸視線へと直線に沿って運ばれることは、我々がそれらと正面に向き合わない限り、他にはあり得ないからである。というのも、諸活動は常に空気の中に非受動的に存在するが、感覚対象が諸視線に対して直線上にない限り、我々に作用することはないからである。それはあたかも、彼ら[の説]に従っても、可視的な対象に対して直線的にならない限り、諸視線がそれに向かって当たることがないのと同様である。それゆえこのことによって、背後にある諸色は、我々が斜めから見やったとしても、諸色の活動が空気の中にあるにもかかわらず、その活動が直線に沿って諸視線へと運ばれないがゆえに、我々には見えないのである。それゆえこのようにして、光の反射も可視的な対象の活動の反射も、諸活動が滑らかな諸物体から等しい角度で反射されることによって生じると我々は語るのである。 そしてこのことによって、諸視線の論理と同じ理由で、鏡が我々と可視的な対象に対して、諸活動が鏡に落ち等しい角度で反射されて眼へと到達するような配置をとるに至ったとき、我々は眼の直線上に置かれていないものたち、たとえば背後や上方、下方、あるいは斜めのものをも見るのである。そして端的に言って、彼らが諸視線について語るまさにそれらのことを、我々が諸活動について違えることなく語ることで、諸現象を救うのである。というのも、眼から直線が進み出て鏡へと至り[鏡から対象へ向かうこと]と、[対象から]鏡へと至り鏡から眼へと反射されることとで、何の違いがあろうか。それゆえ、もしこれらを彼らもアリストテレスの議論も共通して仮定するとして、ただし一方は諸活動について、他方は諸視線について仮定するのであり、諸視線の仮説には無数の不可能なことが帰結するのなら、諸現象を救い不都合を回避するアリストテレスの仮説のほうをむしろ選ぶべきである。 それでは、もし太陽が熱くなく、光線が物体でないとするなら、空気中の熱はどこから生じるのか。なぜなら、もしそれらが物体でないなら摩擦は存在せず、摩擦が存在しないなら、どのようにして空気が温められるのか。摩擦が、より密になるならば発火させるほどに温めるということは明瞭な事実から明白である。実際、木と木、石や鉄が擦り合わされることからも発火が生じるのである。

構文注2 件
  1. 2.128Ἀλλ’ ἀποροῦσιν ἡμῖν πρὸς τὰς ὑποθέσεις ταύτας

    ἀποροῦσιν は3人称複数現在直説法能動態(主語は反対者たち)であり、ἡμῖν は「我々に対して」を表す与格である。分詞与格複数(ἡμῖν との一致)ではなく、反対者たちが我々の仮説に対して次々と難問を投げかけている構図を示す。

  2. 2.128τί γὰρ διαφέρει ἢ ἀπὸ τοῦ ὄμματος εὐθείας προϊούσας φοιτᾶν πρὸς τὸ κάτοπτρον, καὶ ἀπὸ τοῦ κατόπτρου ἀνακλᾶσθαι πρὸς τὸ ὄμμα;

    τί διαφέρει に続く選言の ἢ(本来は ἢ ... ἢ ...「〜か、それとも〜か」)により前段(放出説)と後段(活動説)が対比されているが、中間部分(鏡から対象への進行、および二つ目の ἢ と対象から鏡への進行)が欠落し、後段の後半にあたる καὶ ἀπὸ τοῦ κατόπτρου ἀνακλᾶσθαι πρὸς τὸ ὄμμα(鏡から眼へと反射されること)に直結している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:330.21-331.38