← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§301.1-302.18

受動と変質における消滅と完成の二重性

アリストテレスの『心身論』417b2を注解し、受動と変質が消滅へと導く厳密なものと、完成や活動の発現へと導く広義のもの(救済)に分かれることを、第一・第二の可能態および現実態の区分に即して論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.104#1

" Οὐκ ἔστι δ’ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον." Διελόμενος τὰ διάφορα σημαινόμενα τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ νῦν βούλεται δεῖξαι ὅτι οὐδὲ τὸ πάσχειν ἁπλοῦν ἐστι, ταὐτὸν λαμβάνων τὸ πάσχειν καὶ τὸ ἀλλοιοῦσθαι, ὡς δῆλον αὐτὸς ποιεῖ μετ’ ὀλίγον. εἰπὼν γὰρ ὅτι “τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ ἤτοι οὐδὲ πάσχειν φατέον”, τοῦτο εἰπὼν ἐπήνεγκε τὸ “ἢ δύο τρόπους εἶναι ἀλλοιώσεως”, ταὐτὸν λέγων τὸ πάσχειν καὶ ἀλλοιοῦσθαι. διττὸν οὖν φησι τὸ πάσχειν, τὸ μὲν εἰς φθορὰν ἄγον, ὅπερ ἐστὶ καὶ κυρίως πάθος τε καὶ ἀλλοίωσις, τὸ δὲ εἰς τελειότητα, ὅπερ οὐ κυρίως λέγεται πάθος οὐδὲ ἀλλοίωσις, ἀλλὰ γένεσις μᾶλλον. καὶ ἵνα συντόμως εἴπω, διττοῦ ὄντος τοῦ δυνάμει, εἰ μὲν ἐκ τοῦ δευτέρου δυνάμει, ὅπερ ἦν τὸ κατὰ τὰς ἕξεις, εἰς τὴν ἐνέργειαν μεταβάλλει, οὐδὲ ὅλως ἀλλοίωσις οὐδὲ πάθος ἐστίν, εἴ γε ἀλλοιοῦσθαι λέγεται, οἷον τὸ λευκαινόμενον ἢ μελαινόμενον, ὅπερ μένον κατὰ τὴν οὐσίαν καὶ τὸ ὑποκείμενον τὸ αὐτὸ κατὰ παθητικὴν ποιότητα μεταβολὴν ἴσχει, ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλον φθειρομένης τῆς ἕξεως μετέβαλλεν.1 τὸ δὲ ἐκ τοῦ τὴν ἕξιν ἔχειν, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν μεταβάλλον οὐ κατά τινα ποιότητα τὴν μεταβολὴν ἴσχει· οὐδὲ γὰρ φθαρείσης ἄλλης ποιότητος εἰς ἄλλην μετέβαλλεν, ἀλλὰ τῆς αὐτῆς ἕξεως μενούσης τὴν ἐνέργειαν μόνην προεχειρίσατο. οὐ γὰρ δὴ ἀλλοιοῦσθαι φήσαιμεν ἂν τὸν οἰκοδόμον ἐκ τοῦ μὴ οἰκοδομεῖν εἰς τὸ οἰκοδομεῖν μεταβάλλοντα, ἢ τὸν γεωμέτρην, ἡνίκα προχειρίζεται τὰ θεωρήματα. ἡ μὲν οὖν ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ μεταβολὴ προφανὲς ὅτι οὐδ’ ἂν ὑπονοηθείη ἀλλοίωσις, ἢ εἴ τινι φίλον καὶ ταύτην ἀλλοίωσιν καλεῖν, ἕτερον ἂν εἴη, φησί, τοῦτο γένος ἀλλοιώσεως, καὶ οὐχ ὥσπερ ἐν τῇ συνηθείᾳ λέγεται· τοῦτο δέ ἐστιν ἡ μεταβολὴ ἡ κατὰ τὰς παθητικὰς ποιότητας, ὅταν ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλῃ τὸ μεταβάλλον, τοῦ ὑποκειμένου τοῦ αὐτοῦ μένοντος. ἡ δὲ ἐκ τοῦ προτέρου δυνάμει ἐπὶ τὸ δεύτερον δυνάμει, πρῶτον δ’ ἐνεργείᾳ μεταβολή, εἰ μὲν ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλοι, ἀλλοίωσίς ἐστιν, ὡς ὅταν τι ἐκ θερμοῦ ψυχρὸν γίνηται καὶ ἐκ λευκοῦ μέλαν· δυνάμει γὰρ τὸ ἐναντίον ὅπερ τὸ ἐναντίον· ὅταν δὲ ἐκ στερήσεως εἰς εἶδος μεταβάλλῃ, γένεσίς ἐστι τοῦτο καὶ οὐκ ἀλλοίωσις, ὡς ὅταν ἐξ οὐκ ἀνθρώπου ἄνθρωπος γίνηται καὶ ἐξ οὐ πυρὸς πῦρ, καὶ ἐπὶ τῶν ὁμοίων. ἢ οὖν οὐδὲ τοῦτο κυρίως ἀλλοίωσις, ἀλλὰ γένεσις ἁπλῶς, ἢ δύο τρόποι εἶεν ἂν ἀλλοιώσεως, ἥ τ’ ἐκ στερήσεως εἰς εἶδος μεταβολὴ καὶ ἡ ἐξ ἐναντίου εἰς ἐναντίον. ἔστι δ’ ἡ μὲν ἐξ ἐναντίου εἰς ἐναντίον μεταβολή τις γένεσις καὶ τίς φθορά, καὶ 〈οὐχ〉 ἁπλῶς γένεσις, ὡς ἐν τῷ Περὶ γενέσεως εἴρηται, φθορὰ μὲν τοῦ ἐξ οὗ μετέβαλλεν, γένεσις δὲ τοῦ εἰς ὃ μετέβαλλεν. οὐκ ἔστι δ’ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ ὁμοίου. δοκεῖ μὲν πᾶν τὸ ἐκ δυνάμει ὄντος εἰς ἐντελέχειαν μεταβάλλον πάσχειν τε καὶ ἀλλοιοῦσθαι, οὐ μὴν οὕτως ἔχει. ὅθεν καὶ αὐτὸς χρησάμενος ἐπὶ παντὸς τοῦ ἐκ δυνάμει εἰς ἐνέργειαν μεταβάλλοντος τῷ τοῦ πάθους ὀνόματι, ταὐτὸν δ’ εἰπεῖν τῷ τῆς ἀλλοιώσεως (εἶπε γὰρ ὅτι ‘τὸ μέν ἐστι φθορὰ ὑπὸ τοῦ ἐναντίου’· φθείρεται γὰρ τὸ μέλαν ἐπιγινομένου τοῦ λευκοῦ· ἔστι δὲ τοῦτο τὸ πρότερον δυνάμει· δυνάμει γὰρ τὸ ἐναντίον ὅπερ τὸ ἐναντίον, ἐπειδὴ πέφυκεν εἰς αὐτὸ μεταβάλλειν· ‘τὸ δὲ τελειότης’· τελειότης γὰρ τοῦ οἰκοδόμου καὶ τῶν λοιπῶν ἐπιστημόνων τὸ ἐνεργεῖν κατὰ τὴν ἕξιν) ἐνταῦθα κοινῶς κατὰ παντὸς τοῦ δυνάμει τὸ πάσχειν κατηγορήσας, τοῦτο δέ ἐστι τὸ ἀλλοιοῦσθαι, διὰ τὸ μὴ πεφροντικέναι τὴν συνήθειαν ἐπὶ τούτων διαφορᾶς ὀνομάτων, διαρθρώσει τὸν λόγον ἐφεξῆς καὶ ἐρεῖ,2 τί μέν ἐστι κυρίως ἀλλοίωσις, τί δὲ ἢ οὐδὲ ὅλως ἀλλοίωσις ἢ τὸ ὅλον τοῦτο ὁμώνυμος ἀλλοίωσις.

「しかし受動することもまた単純なのではなく、一方は反対のものによる或る種の消滅であり、他方はむしろ救済である。」 可能態と現実態の様々な意味を区分したのち、今や彼[アリストテレス]は、受動することもまた単純ではないことを示そうとしているのであり、受動することと変質させられることとを同一のものとして受け取っている。そのことは、彼自身が少し後で明らかにしている通りである。実際、「可能態にあるものから学び、完全現実態にあり教え導く能力のあるものによって知識を受け取るものは、そもそも受動するとさえ言うべきではない」と述べた後、これを述べた上で彼が「あるいは変質には二つの様態がある[と言うべきである]」と付け加え、受動することと変質させられることを同一のこととして語っているからである。それゆえ彼は受動することが二重であると述べており、一方は消滅へと導くものであって、これこそ厳密な意味での受動でもあり変質でもあるが、他方は完成へと導くものであって、これは厳密な意味では受動とも変質とも言われず、むしろ生成と言われる。そして端的に言えば、可能態が二重である以上、もし第二の可能態、すなわち諸状態に応じた可能態から活動へと変化するならば、それは全く変質でも受動でもない。もし少なくとも変質させられるということが、白くされるものや黒くされるもののように言われるのだとすればの話であるが、それらは実体と基底材においては同一のままで留まりつつ、受動的性質に従って変化を被るのであり、反対の性質から反対の性質へと変化し、その状態が消滅させられつつ変化したのである。これに対し、状態を所有していながら活動していない状態から活動することへと変化するものは、何らかの性質に従って変化を被るのではない。実際、別の性質が消滅して別の性質へと変化したのではなく、同一の状態が留まったまま活動だけを手近に準備したからである。なぜなら、家を建てていない状態から家を建てることへと変化する建築家や、諸定理を手近に準備する幾何学者を変質させられているとは決して言わないであろうからである。したがって、第二の可能態から第二の現実態への変化が変質であるとは推測さえされないであろうことは明白であり、あるいはもし誰かにとってこれをも変質と呼ぶことが好ましいとしても、このことは別の種類の変質なのであって、日常の慣習において言われるようなものではない、と彼[アリストテレス]は言う。そしてこれ[日常の意味での変質]とは、基底材が同一のままで留まりつつ、変化するものが反対の性質から反対の性質へと変化するとき、受動的性質に従って生じる変化のことである。他方、第一の可能態から第二の可能態、すなわち第一の現実態への変化は、もし反対のものから反対のものへと変化するのであれば変質である。例えば、何かが温かいものから冷たいものになり、また白いものから黒いものになるときのようにである。実際、反対のものは可能態においてまさに反対のものであるからである。しかし、欠如から形相へと変化するとき、これは生成であって変質ではない。例えば、非人間から人間が生じたり、非火から火が生じたりする場合や、同様のものにおいてそうであるように。それゆえ、これもまた厳密な意味では変質ではなく端的に生成であるか、あるいは変質には二つの様態がある、すなわち欠如から形相への変化と、反対のものから反対のものへの変化の二つがあるかのいずれかであろう。そして、反対のものから反対のものへの変化とは、或る種の生成であり或る種の消滅であって、『生成消滅論』において言われているように端的な生成ではなく、そこから変化したものの消滅であり、そこへと変化したものの生成である。「しかし受動することもまた単純なのではなく、一方は反対のものによる或る種の消滅であり、他方は完全現実態にあり類似したものであるものによる、可能態にあるもののむしろ救済である」。可能態にあるものから完全現実態へと変化するあらゆるものは受動し変質させられるように思われるが、決してそうではない。それゆえ彼自身も、可能態から活動へと変化するすべてのものについて受動という名称を用い、すなわち変質という名称と同義に用いた上で(実際彼は「一方は反対のものによる消滅である」と述べた。なぜなら白が付け加わるときに黒は消滅するからであり、これが第一の可能態である。実際、反対のものは可能態においてまさに反対のものであり、それはそれへと変化する自然の本性をもつからである。「他方は完成である」とも述べた。なぜなら、状態に従って活動することこそが建築家やその他の知識ある者たちにとっての完成だからである)、日常の慣習がこれらにおいて名称の相違に配慮してこなかったことのために、ここでは可能態にあるすべてのものについて受動すること、すなわち変質させられることを共通して述語づけたが、引き続いて議論を区分して整理し、何が厳密な意味での変質であり、何がそもそも全く変質ではないか、あるいは全面的に同名異義的な変質であるかを語るであろう。

構文注2 件
  1. 2.104εἰ μὲν ἐκ τοῦ δευτέρου δυνάμει, ὅπερ ἦν τὸ κατὰ τὰς ἕξεις, εἰς τὴν ἐνέργειαν μεταβάλλει, οὐδὲ ὅλως ἀλλοίωσις οὐδὲ πάθος ἐστίν, εἴ γε ἀλλοιοῦσθαι λέγεται, οἷον τὸ λευκαινόμενον ἢ μελαινόμενον, ὅπερ μένον κατὰ τὴν οὐσίαν καὶ τὸ ὑποκείμενον τὸ αὐτὸ κατὰ παθητικὴν ποιότητα μεταβολὴν ἴσχει, ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλον φθειρομένης τῆς ἕξεως μετέβαλλεν.

    主文の骨格は「εἰ μὲν ... μεταβάλλει, οὐδὲ ὅλως ἀλλοίωσις οὐδὲ πάθος ἐστίν(もし…変化するならば、それは全く変質でも受動でもない)」である。これに続く「εἴ γε ἀλλοιοῦσθαι λέγεται...」は、「もし少なくとも変質させられるということが…のように言われるとすれば」という制限・根拠づけの条件節である。末尾の「φθειρομένης τῆς ἕξεως μετέβαλλεν」は「ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλον」の直前の句を言い直して締めくくる動詞であり、関係代名詞 ὅπερ を主語とする節の完結部をなしている。

  2. 2.104ὅθεν καὶ αὐτὸς χρησάμενος ἐπὶ παντὸς τοῦ ἐκ δυνάμει εἰς ἐνέργειαν μεταβάλλοντος τῷ τοῦ πάθους ὀνόματι, ταὐτὸν δ’ εἰπεῖν τῷ τῆς ἀλλοιώσεως (...) ἐνταῦθα κοινῶς κατὰ παντὸς τοῦ δυνάμει τὸ πάσχειν κατηγορήσας, τοῦτο δέ ἐστι τὸ ἀλλοιοῦσθαι, διὰ τὸ μὴ πεφροντικέναι τὴν συνήθειαν ἐπὶ τούτων διαφορᾶς ὀνομάτων, διαρθρώσει τὸν λόγον ἐφεξῆς καὶ ἐρεῖ

    長大なハイパーバトンを伴う文の構造である。主節の主語は αὐτός(アリストテレス)であり、二つの分詞 χρησάμενος と κατηγορήσας が長い丸括弧内の説明を挟んで主動詞 διαρθρώσει(分節化・整理するであろう)および ἐρεῖ(語るであろう)にかかっている。括弧内の二つの引用と説明を経て、κατηγορήσας のところで直前の χρησάμενος の内容が受け直されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:301.1-302.18