← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§3.11-5.4

共通概念と感覚的事物における普遍の認識

フィロポノスは、知性の痕跡としての共通概念と『分析論後書』の「知識の原理」としての知性の意味を解き明かし、次いで感覚的事物における普遍を思惑がどのように把握するかという難問に対し、限定的な推論の可能性と、魂に潜在するロゴスが感覚に触発されて想起・投射されるという解決を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0#2

ὅθεν καὶ ὁ Πλωτῖνος ‘ἀγέσθωσαν οἱ νέοι, φησί, διὰ τῶν μαθημάτων πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως’. εἰ δέ ποτε ἡ διάνοια συλλογίζεται καὶ περὶ τῶν νοητῶν, ἀλλ’ οὐ καθ’ αὑτήν,1 ἀλλὰ τῷ νῷ συμπλακεῖσα, ὥσπερ καὶ ἐπὶ τῶν αἰσθητῶν συλλογίζεται συμπλακεῖσα τῇ φαντασίᾳ. τούτου τοίνυν τοῦ νοῦ εἰ καὶ μὴ μετέχομεν οἱ πολλοί, ἀλλ’ οὖν ἴχνη τινὰ καὶ ἰνδάλματα διαβέβηκεν καὶ εἰς ἡμᾶς· ταῦτα δέ ἐστιν αἱ κοιναὶ ἔννοιαι, ἃς ἀναποδείκτως, μᾶλλον δὲ κρειττόνως ἢ κατὰ ἀπόδειξιν πάντες γινώσκομεν, οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, ὅτι ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα γίνεται, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, ὅτι πάντα τοῦ ἀγαθοῦ ἐφίεται, καὶ ὅσα τοιαῦτα. πρὸς γὰρ τὴν τούτων πίστιν κατασκευῆς οὐ δεόμεθα, ἀλλὰ κατὰ πρώτην ἐπιβολὴν κρεῖττον ἢ κατὰ ἀπόδειξιν ταῦτα γινώσκομεν. αὗται οὖν, ὡς εἴπομεν, αἱ κοιναὶ ἔννοιαι αἱ διὰ πάντων χωροῦσαι ἰνδάλματα τοῦ νοῦ ἐναργῶς εἰσιν. περὶ τούτου καὶ ἐν τοῖς Ἀποδεικτικοῖς ὁ Ἀριστοτέλης πρὸς τοὺς νομίζοντας μὴ εἶναι ἐπιστήμην ἔλεγεν, ὅτι οὐ μόνον ἐπιστήμην εἶναι λέγομεν, ἀλλὰ καὶ ἀρχὴν ἐπιστήμης, ᾗ τοὺς ὅρους γινώσκομεν, ὅρους λέγων ἤτοι τὰς κοινὰς ἐννοίας καὶ τοὺς ἐν τοῖς συλλογισμοῖς ὅρους (δεῖ γὰρ πάντα συλλογισμὸν ἀπὸ κοινῶν ἐννοιῶν ἔχειν τὴν ἀρχήν, αἵτινες, ὡς εἴπομεν, ἀπὸ τοῦ νοῦ καὶ πρὸς ἡμᾶς φοιτῶσιν· ἀναποδείκτως γὰρ ἴσμεν ὅτι τόδε τι ἄνθρωπός ἐστιν ἢ ψυχὴ ἤ τι τοιοῦτον), ἢ τὰ νοητὰ ὅρους φησὶ ὡς πέρατα τῶν ὄντων· ὅρος γάρ ἐστιν, ὡς φησιν ὁ γεωμέτρης, ὅ τινός ἐστι πέρας. ἀρχὴν οὖν ἐπιστήμης φησὶ τὸν νοῦν εἶναι· δι’ αὐτοῦ γὰρ ἔχομεν τὰς κοινὰς ἐννοίας, ὅθεν ἡ διάνοια ὡς ἀπὸ ἀρχῶν τὰς ἐπιστημονικὰς ἀποδείξεις ποιεῖται· ἤγουν ὅρους λέγει τὰ νοητά· καὶ γὰρ αὐτὰ ἔσχατά ἐστι τῶν ὄντων. λέγομεν οὖν, φησίν, εἶναι τὸν νοῦν, ὃν ἀρχὴν ἐπιστήμης ἐκάλεσεν, ᾧτινι τὰ νοητὰ γινώσκομεν· ταῦτα γὰρ ὅροι ὡς πέρατα. ἄξιον δὲ ζητῆσαι, ἐπειδὴ ἐλέγομεν τὴν δόξαν τὸ μὲν ὅτι εἰδέναι, τὸ δὲ διότι ἀγνοεῖν, ἐλέγομεν δὲ καὶ τὸ καθόλου ἐν τοῖς αἰσθητοῖς εἰδέναι, ἔτι γε μὴν καὶ τῶν διανοητῶν τὰ συμπεράσματα, πόθεν τῇ δόξῃ ἡ γνῶσις τοῦ καθόλου ἐν τοῖς αἰσθητοῖς. τίνος γὰρ ἀποδείξαντος ὅτι πᾶς ἄνθρωπος δίπους λαβοῦσα τοῦτο τὸ συμπέρασμα ἔχει παρ’ ἑαυτῇ,2 ὥσπερ ἐπὶ τῶν διανοητῶν τῆς διανοίας ἀποδειξάσης ὅτι ἡ ψυχὴ ἀθάνατος τὸ συμπέρασμα λαβοῦσα ἡ δόξα κατέχει; οὔτε γὰρ ἡ διάνοια τοῦτο ἀπέδειξε, λέγω δὴ ὅτι πᾶς ἄνθρωπος δίπους ἢ πᾶς ἵππος χρεμετιστικὸς ἢ ὅσα τοιαῦτα· οὐ γὰρ δυνατὸν ἐκ τῶν μερικῶν τὸ καθόλου πιστώσασθαι. οὐ γὰρ ἐπειδὴ Ξανθὸς καὶ Βαλίος τετράπους καὶ οἱ ἐν τῷδε καὶ τῷδε τῷ τόπῳ ἵπποι, ἤδη δυνατὸν λέγειν ὅτι καὶ πάντες, οὐδ’ ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα ὁ Αἰθίοψ μέλας, ἤδη δῆλον ὅτι καὶ πᾶς Αἰθίοψ μέλας. ὅτι μὲν οὖν ἡ διάνοια τὸ αἰσθητὸν οὐκ ἀποδείκνυσι δῆλον· ὅτι δὲ οὔτε ἡ φαντασία οὔτε ἡ αἴσθησις, καὶ τοῦτο πρόδηλον, καὶ ὅταν περὶ αὐτῶν λέγωμεν, ἔτι πολλῷ μᾶλλον φανερὸν ἔσται· ἑκάστη γὰρ τούτων μερικόν τι γινώσκει. πόθεν οὖν τῇ δόξῃ τὸ καθόλου τῶν αἰσθητῶν γινώσκειν; λέγομεν οὖν ὅτι μάλιστα μέν πως δυνατὸν τὴν διάνοιαν καὶ τὸ ἐν τοῖς αἰσθητοῖς καθόλου συλλογίσασθαι, ὥσπερ ἐποίησεν ὁ Ἀριστοτέλης ἐπὶ τῶν ἄστρων, βουλόμενος δεῖξαι ὅτι σφαιρικά, πιστωσάμενος τοῦτο ἀπὸ ἑνὸς τῆς σελήνης· εἰ γὰρ ἐπὶ τῶν ὁμοουσίων ὃ ἐφ’ ἑνός, ἀνάγκη καὶ ἐπὶ πάντων εἶναι, ὁμοούσια δὲ πάντα τὰ ἄστρα, δέδεικται δὲ ὅτι ἡ σελήνη σφαιρική, δῆλον ὅτι καὶ τὰ ἄλλα σφαιρικὰ ἔσται. καὶ καπνόν τις ἑωρακὼς συλλογίζεται ὅτι καὶ πῦρ ὑπάρχει ἐν τῷ τόπῳ οὕτως· ἐν τῷ τόπῳ τούτῳ καπνός ἐστι· πᾶς καπνὸς ἐκ πυρός ἐστιν· ἐν τῷ τόπῳ ἄρα τούτῳ πῦρ ἐστιν. ἴσως μὲν οὖν, ὅπερ εἶπον, δυνατὸν καὶ περί τινων αἰσθητῶν συλλογίζεσθαι τὸ καθόλου, εἰ καὶ μὴ ἐπὶ πάντων· πλὴν λέγω ὅτι ἔχει ἡ λογικὴ ψυχὴ συνουσιωμένους τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτῇ,3 διὰ δὲ τὸ καταδεδυκέναι ἐν τῇ ὕλῃ οἷον ἐγκατεχώσθησαν, ὡς ὁ ἐν τῇ τέφρᾳ κρυπτόμενος σπινθήρ. ὥσπερ οὖν ὅταν τις μικρὸν τὴν τέφραν διορύξῃ, ὁ σπινθὴρ εὐθὺς ἀναλάμπει, καὶ οὐχ ὁ διορύξας τὸν σπινθῆρα ἐποίησεν, ἀλλὰ μόνον τὰ ἐμποδίζοντα ἔπαυσεν, τοῦτον τὸν τρόπον καὶ ἡ δόξα ἐρεθιζομένη ὑπὸ τῆς αἰσθήσεως προβάλλει τοὺς λόγους τῶν ὄντων.

それゆえプロティノスも「若者たちは非物体的本性に習熟するために諸学科(数学)を通して導かれるべきである」と言っている。もし思考が思考可能対象についても推論することがあるとしても、それはそれ自体によってではなく、知性と結び合わされてのことであり、感覚的なものについて表象と結び合わされて推論するのと同様である。それゆえ、私たち多くの者はこの知性に与っていないとしても、何らかの痕跡や面影は私たちのもとにも伝わってきている。そしてこれらが共通概念であり、私たちはこれらを論証なしに、むしろ論証によるよりも優れた仕方で誰もが知っている。たとえば、同じものに等しいものは互いにも等しいということ、等しいものから等しいものが引かれるならば残りは等しくなるということ、すべての事柄について肯定か否定のいずれかであるということ、すべてのものは善を追求するということ、およびこれらに類するすべての事柄である。というのも、これらの確信のために私たちは論証的な確立を必要とせず、むしろ最初の直観によって、論証によるよりも優れた仕方でこれらを知るからである。それゆえ、私たちが述べたように、すべてに行き渡るこれらの共通概念は明らかに知性の面影である。これについて『分析論後書』においてアリストテレスも、知識は存在しないと考える人々に対して、知識が存在すると述べるだけでなく、知識の原理も存在し、これによって私たちは定義(項)を知るのである、と述べていた。彼が定義(項)と呼んでいるのは、共通概念と三段論法における諸項のことであるか(なぜならあらゆる三段論法は共通概念から端緒を持たねばならず、これらは私たちが述べたように知性から私たちのもとへと至るからである。というのも、この特定のものが人間であるとか、魂であるとか、あるいはそのような何かであることを、私たちは論証なしに知っているからである)、あるいは、存在者の限界としての思考可能対象を彼が定義(項)と呼んでいるのかのいずれかである。なぜなら幾何学者が言うように、定義(限界)とは何かの限界だからである。それゆえ彼が言うには、知識の原理とは知性である。というのも、これを通じて私たちは共通概念を有し、そこから思考が原理からのようにして学知的な論証を行うからである。あるいは、彼は思考可能対象を定義(限界)と呼んでいるのであり、なぜならそれら自身が存在者の究極のものであるからだ。それゆえ、彼が知識の原理と呼んだ知性、それによって私たちが思考可能対象を知る知性が存在する、と彼[アリストテレス]は述べているのである。なぜならこれらは限界としての定義(限界)だからである。 しかし、思惑は事実を知るが根拠は知らないと私たちが述べており、また感覚的なもののうちにある普遍をも知る、さらには思考対象の結論をも知ると私たちが述べていた以上、感覚的なものにおける普遍の認識が思惑にどこから生じるのかを探求することは有益である。というのも、誰がすべての人間は二足であると論証したことで、思考対象において思考が「魂は不死である」と論証したときに思惑がその結論を受け取って保持しているのと同様に、思惑はこの結論を受け取って自らのもとに保持しているというのか。なぜなら思考はこれを論証しなかったからである。すなわち、すべての人間は二足であるとか、すべての馬はいななくものであるとか、これに類する事柄のことである。なぜなら個々のものから普遍を確証することは不可能だからである。というのも、クサントスとバリオスが四足であり、この場所やあの場所にいる馬たちがそうであるからといって、すでにすべての〔馬〕もそうであると言うことは不可能であり、誰それや誰それのエチオピア人が黒いからといって、すでにすべてのエチオピア人が黒いことが明らかであるわけでもないからだ。それゆえ、思考が感覚的なものを論証するのではないことは明らかである。また表象も感覚もそうではないことも極めて明白であり、私たちがそれらについて語るとき、さらにいっそう明らかになるであろう。というのも、これらの各々は個々の何かを認識するからである。それでは、感覚的なものの普遍を知ることが思惑にどこから生じるというのか。 それゆえ私たちは、一方では思考が感覚的なもののうちにある普遍をも推論することはある仕方で大いに可能であると述べる。それはアリストテレスが天体について、それらが球状であることを示そうと欲して、月という一つのものからこれを確証したのと同じである。というのも、もし同質のものにおいて一つのものに見られる事柄はすべてのものにも必然的にあるとするなら、そしてすべての天体は同質であり、月が球状であることは論証されているのだから、他の天体も球状であろうことは明らかだからである。また煙を見た者が、その場所に火も存在することを次のように推論する。「この場所に煙がある。すべての煙は火に由来する。ゆえにこの場所に火がある」。それゆえ、おそらく私が述べたように、すべてについてではないにしても、ある感覚的なものについて普遍を推論することは可能である。とはいえ私は、有理的な魂は事物の根底的規準(ロゴス)を自らの本質と結びつけて自らのうちに有しているが、物質のうちへと沈潜したことによって、灰の中に隠された火花のように、いわば埋め立てられてしまったのだと述べる。それゆえ、誰かが灰を少し掘り起こすと火花がただちに輝き出し、掘り起こした者が火花を作ったのではなく、妨げていたものを除いただけであるように、そのように思惑も感覚によって刺激されて、存在者の根底的規準(ロゴス)を前へと現出させるのである。

構文注3 件
  1. 1.0εἰ δέ ποτε ἡ διάνοια συλλογίζεται καὶ περὶ τῶν νοητῶν, ἀλλ’ οὐ καθ’ αὑτήν

    条件文(εἰ δέ ποτε...)の帰結節が対比の接続詞 ἀλλά によって導入される慣用的な後置対比構文(apodotic ἀλλά)。「たとえ思考が……推論するとしても、[しかし]それ自体によってではなく……」という譲歩的な対比関係を明示している。

  2. 1.0τίνος γὰρ ἀποδείξαντος ὅτι πᾶς ἄνθρωπος δίπους λαβοῦσα τοῦτο τὸ συμπέρασμα ἔχει παρ’ ἑαυτῇ

    τίνος ἀποδείξαντος は疑問代名詞を含む属格独立構文。「誰が……と論証したことで、思惑はこれを受け取って保持しているというのか」という反語的疑問文を構成しており、後続の ὥσπερ 節(思考が論証した場合)との対比をなす。

  3. 1.0ἔχει ἡ λογικὴ ψυχὴ συνουσιωμένους τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτῇ

    分詞 συνουσιωμένους は定冠詞のない叙述位置にあり、目的語 τοὺς λόγους に対する述語的対格(「諸事物の根底的規準を自らの本質と結び合わされたものとして有している」)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:3.11-5.4