- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:281.26-282.32
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
フィロポノスは416a25のレンマを取り上げ、火と水の相互変化を例にして、互いに変化し成長をもたらす対立物の間でも、より形相的なものだけが他方を栄養として取り入れるとされる理由を日常語法・形相と質料の非対称性・能動的加工の観点から説明する。
" Φαίνεται δὲ οὐδ’ ἐκεῖνα τὸν αὐτὸν τρόπον ἀλλήλοις εἶναι τροφή." Ἐπειδὴ εἶπεν ταῦτα τῶν ἐναντίων τροφὴν εἶναι ἀλλήλων, ἅπερ μὴ μόνον ἐξ ἀλλήλων γίνεται, ἀλλὰ καὶ αὔξει ἄλληλα, διὰ τοῦτο προσέθηκεν ὅτι οὐ πάντα τὰ τοιαῦτα τροφὴ εἶναι ἀλλήλων λέγονται, καὶ δείκνυσι τοῦτο διὰ παραδείγματος ὅτι μὴ πᾶν τὸ αὖξον κατὰ τὸ ποσὸν τροφή ἐστι τῷ ἐναντίῳ, ἀλλὰ τὸ μὲν εἰδικώτερον τῶν ἐναντίων αὐξόμενον ὑπὸ τῆς τοῦ ὑλικωτέρου τε καὶ ἐναντίου αὐτῷ εἰς αὐτὸ μεταβολῆς τρέφεσθαι λέγεται,1 οὐκέτι δὲ τὸ ὑλικώτερον ἀπὸ τοῦ εἰδικωτέρου. οὕτω γὰρ ἔχει πρὸς ἄλληλα τὸ πῦρ καὶ τὸ ὕδωρ· τούτων γοῦν εἰς ἄλληλα μεταβαλλόντων τὸ μὲν ὕδωρ, φησί, τῷ πυρί ἐστι τροφή, τὸ δὲ πῦρ τῷ ὕδατι οὐκέτι· οὐδεὶς γὰρ ἄν εἴποι ὅτι τρέφεται τὸ ὕδωρ ὑπὸ τοῦ πυρός, τὸ δὲ πῦρ τρέφεσθαι λέγεται. ‘τοὺς ἅμα γάρ σοι πάντας’, 〈φησὶν〉 ὁ ποιητής, ‘πῦρ ἐσθίει’. ὅθεν καὶ ζητήσειεν ἄν τις, εἰ ὁμοίως ὥσπερ 〈ἡ〉 τοῦ ὕδατος εἰς τὸ πῦρ μεταβολὴ γένεσις μόνον ἐστὶ καὶ οὐκ αὔξησις, οὕτω δὲ καὶ † ἐπὶ τοῦ πυρὸς τὸ ὕδωρ, ὡς δέδεικται ἐν τῇ Περὶ γενέσεως, διὰ τί τὸ μὲν ὕδωρ οὐ λέγεται τῷ πυρὶ τρέφεσθαι, τὸ δὲ πῦρ τῷ ὕδατι.2 ὅτι γὰρ ὕδατι τρέφεται τὸ πῦρ, δῆλον· ὑγρῷ γὰρ τρέφεται. τὸ γὰρ ἔλαιον ὕδωρ ἐστὶ πεπονθός τι καὶ ὁ κηρὸς καὶ τὰ τοιαῦτα· καὶ τὰ ξύλα δὲ καὶ τὰ ὅμοια τῷ μετέχειν ὑγρότητος οὕτως ὕλη πυρὸς γίνεται, ὅθεν τὰ πάντῃ κατεξηραμμένα ξύλα οἷον τὰ σεσηπότα ἢ ἡ τέφρα οὐδὲ καίεσθαι δύναται, διὰ τὸ πάντῃ ἀμοιρεῖν ὑγρότητος. λέγομεν οὖν πρῶτον ὅτι καὶ τῇ συνηθείᾳ ἠκολούθησεν ὁ φιλόσοφος. λέγομεν γὰρ τροφὴν εἶναι τὸ ἔλαιον τῷ πυρί, τοῦτο δὲ οὐδέν ἐστιν ἄλλο ἢ τὸ ὕδωρ τροφὴν λέγειν τῷ πυρί· τὸ γὰρ ἔλαιον, ὡς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων δέδεικται, ἐξ ὕδατός ἐστι καὶ ἀέρος, ἅπερ ἄμφω ὑγρὰ τὴν φύσιν. ἔπειτα δέδεικται ἐν τῇ Περὶ γενέσεως ὅτι τὸ αὐξόμενον τὸ εἶδός ἐστιν, οὐχ ἡ ὕλη· δεῖ γὰρ τὸ αὐξόμενον ἓν εἶναι τῷ ἀριθμῷ· ἡ δὲ ὕλη ἀπόρρυτος οὖσα καὶ ἐπίρρυτος οὐχ ἡ αὐτή ἐστιν ἐν τῷ αὐξομένῳ, τὸ δὲ εἶδος τὸ αὐτό. εἰδικώτερον δὲ ὡς ἐν στοιχείοις τὸ πῦρ, τὸ δὲ ὕδωρ ὑλικώτερον, ὡς ἐν ἐκείνοις ἔδειξεν. τὸ γὰρ εἶδος δραστικώτερον καὶ ἀσώματον καὶ περιεκτικόν, εἴ γε πάσχει μὲν ἡ ὕλη, ποιεῖ δὲ τὸ εἶδος, καὶ ἡ μὲν σκεδαστή, περιέχεται δὲ καὶ ὁρίζεται ὑπὸ τοῦ εἴδους. ὁρῶνται δὲ ταῦτα ἐπὶ τοῦ πυρός· καὶ γὰρ δραστικώτατον τῶν ἄλλων στοιχείων ἐστὶ καὶ λεπτομερέστατον καὶ περιεκτικώτατον· περιέχει γὰρ ἡ τοῦ πυρὸς σφαῖρα τὰ λοιπὰ στοιχεῖα. καὶ καθόλου δὲ τοῖς ἐναντίοις τὸ κρεῖττον τῶν ἐναντίων εἴδους λόγον ἐπέχει, ᾗ φησι (διὸ καὶ τὴν ἐπὶ τοῦτο μεταβολὴν γένεσίν φησι), τὸ δὲ χεῖρον ὕλης· διὸ φθορὰν καλεῖ τὴν ἐπὶ τοῦτο μεταβολήν. ἄλλως τε τὸ τρεφόμενον δι’ αὑτοῦ κατεργαζόμενον τὴν τροφὴν εἰς ἑαυτὸ μεταβάλλει· δοκεῖ δὲ τοῦτο ποιεῖν καὶ τὸ πῦρ ἐπιχεομένου τοῦ ἐλαίου καὶ τῶν ξύλων ὑποτιθεμένων· ἡ μέντοι μεταβολὴ τοῦ πυρὸς εἰς τὸ ὕδωρ οὐχ οὕτω γίνεται. διὰ δὲ τοῦ εἰπεῖν ἐν μὲν οὖν τοῖς ἄλλοις σώμασι καὶ ὡς τοῖς πολλοῖς δοκεῖ τοῦτο ἐδήλωσεν· ἡ γὰρ κυρίως τροφὴ ἐπὶ τῶν ἐμψύχων σωμάτων, ταῦτα δὲ σύνθετα, ἅπερ καὶ τρέφεται.
「しかしそれらのものも、互いに対して同じ仕方で栄養であるのではないと思われる。」 反対のもののうち、相互から生成するだけでなく互いを成長させもする限りのものが互いの栄養であると述べたので、このゆえに彼は、そのようなもののすべてが互いの栄養であると言われるわけではない、と言い添えたのである。そして彼は実例を通じて、量において成長をもたらすすべてのものが反対のものにとって栄養なのではなく、反対のもののうちより形相的なものが、より質料的かつそれにとって反対のものの自らへの変化によって成長させられつつ養われると言われるのであって、より質料的なものがより形相的なものによって[養われる]ということはもはやない、ということを示している。なぜなら火と水は互いに対してそのような関係にあるからである。少なくともこれらが相互へと変化する際に、彼が言うには、水は火にとって栄養であるが、火は水にとって栄養ではもはやない。というのも、水が火によって養われるなどと誰一人言わないであろうが、火は養われると言われるからである。「というのも汝とともに彼らすべてを」、詩人は言う、「火が食らい尽くす」と。それゆえ、水から火への変化が生成のみであって成長ではないのと同様に、火における水への[変化]もそうであるならば(『生成消滅論』で示された通りである)、なぜ水は火によって養われると言われず、火は水によって養われると言われるのか、と人は問うかもしれない。火が水によって養われることは明白だからである。すなわち、火は湿ったものによって養われる。油や蝋やそのようなものはある種の変化を受けた水であり、木材や類似のものも湿気を分有することによってこのように火の質料となるからである。このゆえに、腐朽したもののように完全に乾ききった木材や灰は、湿気をまったく欠いているために燃えることすらできないのである。そこでまず私たちは、かの哲学者[アリストテレス]が日常の慣習的用法にも従ったのだと述べる。なぜなら私たちは油が火にとって栄養であると言うが、これは水が火にとって栄養であると言うことと何ら変わらないからである(油は『気象論』第4巻で示されたように水と空気から成り、それらは両方とも本性上湿っているからである)。次に、『生成消滅論』において、成長するものは形相であって質料ではないということが示されている。なぜなら成長するものは数において一つでなければならないが、質料は流出し流入するものであって成長するものにおいて同一ではなく、形相こそが同一だからである。そして元素において火はより形相的であり、水はより質料的である(かの書において彼が示した通りである)。なぜなら形相はより作用的であり、非物体的であり、包摂的だからである(質料は作用を受け、形相は作用し、質料は散乱するものであるのに対して、形相によって包摂され限定されるとするならば)。そしてこれらは火において見出される。火は他の元素のうちで最も作用的であり、最も微細であり、最も包摂的だからである(火の天球が残りの元素を包摂しているからである)。そして一般に対立するものにおいて、対立するもののうちより優れたものが形相の比率を占めると彼が言うように(このゆえに彼はこれへの変化を生成と呼ぶ)、より劣ったものは質料の[比率を占める](このゆえに彼はこれへの変化を消滅と呼ぶ)。その上、養われるものは自らによって栄養を加工しつつ自らへと変化させる。そして油が注がれ木材がくべられるとき、火もまたこれをなしているように思われる。しかし、火から水への変化はそのようには生じない。そして「他の物体においては」と言ったことによって、彼はこのことが大衆にそう思われているということも明らかにしたのである。なぜなら厳密な意味での栄養は有魂の物体に見られるものであり、これらは複合体であって、まさに養われるものだからである。
- 2.81τὸ μὲν εἰδικώτερον τῶν ἐναντίων αὐξόμενον ὑπὸ τῆς τοῦ ὑλικωτέρου τε καὶ ἐναντίου αὐτῷ εἰς αὐτὸ μεταβολῆς τρέφεσθαι λέγεται
主語 τὸ εἰδικώτερον に分詞 αὐξόμενον が添えられ、前置詞句 ὑπὸ τῆς ... μεταβολῆς は αὐξόμενον に直接掛かるとともに意味上 τρέφεσθαι にも及ぶ。対比される後続句 οὐκέτι δὲ τὸ ὑλικώτερον ἀπὸ τοῦ εἰδικωτέρου では述語動詞および不定詞 τρέφεσθαι λέγεται が省略されている。
- 2.81ὅθεν καὶ ζητήσειεν ἄν τις, εἰ ὁμοίως ὥσπερ 〈ἡ〉 τοῦ ὕδατος εἰς τὸ πῦρ μεταβολὴ γένεσις μόνον ἐστὶ καὶ οὐκ αὔξησις, οὕτω δὲ καὶ ἐπὶ τοῦ πυρὸς τὸ ὕδωρ, ὡς δέδεικται ἐν τῇ Περὶ γενέσεως, διὰ τί τὸ μὲν ὕδωρ οὐ λέγεται τῷ πυρὶ τρέφεσθαι, τὸ δὲ πῦρ τῷ ὕδατι.
主動詞 ζητήσειεν ἄν の目的語として διὰ τί 以下の間接疑問文が置かれ、その前提条件として εἰ 節(ὁμοίως ὥσπερ ... οὕτω δὲ καί)が先行して埋め込まれている。εἰ は διὰ τί と相関的に結びつき、「もし〜であるならば、なぜ…なのか」という疑問の骨格をなす。
