← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§267.18-268.26

同種を生む生殖の目的と霊魂の産出

アリストテレスが『心身論』415a26において生殖の目的を「自身のような別のものを作ること」と規定したことに対し、フィロポノスは不具や自然発生などの例外を検討した上で、生殖能力が非理性的霊魂をいかに産出するかという難問と精液中のロゴス・プネウマの関与を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.70#1

" Φυσικώτατον γὰρ τοῖς ζῶσίν ἐστιν, ὅσα τέλεια καὶ μὴ πηρώματα ἢ τὴν γέννησιν αὐτομάτην ἔχει, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό." Ἰδοὺ γὰρ ἀρχὴν τῆς γεννητικῆς δυνάμεως ἀπὸ τοῦ τέλους ἐποιήσατο διδάσκων τί ποτέ ἐστι τὸ τέλος αὐτῆς. φυσικώτατον δὲ ἀντὶ τοῦ σκοπιμώτατον τέλος τῆς φύσεως τοῦτό ἐστι,1 τὸ ποιῆσαι ἄλλο οἷον αὐτό. πάντα οὖν τὰ ζωῆς μετέχοντα, εἰ μὴ πηρώματα εἴη, ὡς οἱ εὐνοῦχοι, ἢ μὴ τέλεια, οἷον τὰ νεογνά, 〈ἢ〉 εἰ μὴ αὐτομάτην ἔχει τὴν γέννησιν, ὡς τὰ ἐκ σήψεως γινόμενα, οἷον σκώληκες καὶ ψύλλαι καὶ κώνωπες καὶ τὰ τοιαῦτα, σκοπιμώτατον τέλος ἔχει παρὰ τῆς φύσεως τὸ γεννᾶν οἷον αὐτό. ἡμίονοι δὲ καὶ εἴ τι τούτοις ὅμοιον, οἱονεὶ καὶ αὐτὰ πηρώματά ἐστιν· οὐ σώζει γὰρ οὐδέτερον εἶδος· διὸ οὐκ ἔχουσι τὴν ἐξ ἀλλήλων γέννησιν. ἱστοροῦσι δὲ ὅτι κυήσασαί ποτε ἡμίονοι ἐξήμβλωσαν, μὴ δυνηθείσης τῆς φύσεως τελεσφορῆσαι τὸ κυηθὲν διὰ τὸ μὴ εἶναι εἰλικρινῆ μηδετέραν φύσιν, μήτε τὴν ἵππου μήτε τὴν ὄνου, ἀλλ’ ἑκατέραν πήρωμα εἶναι. οὐ πάντα δὲ τὰ ἐκ σήψεως οὐ κυΐσκει· ἱστορεῖ γὰρ Ἀριστοτέλης ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ ἰχθῦς τινας ἐκ σήψεως γινομένους καὶ κυΐσκοντας· καὶ μέλιτται δὲ ἐκ σήψεως τῶν ταυρείων σωμάτων γινόμεναι ὁμοίως γεννῶσιν ἐναφιεῖσαι τοῖς κηρίοις τὸ σπέρμα. εἶτα καὶ τὴν αἰτίαν προστίθησι, τίνος ἕνεκα τὸ φυσικώτατον τέλος τοῖς ζῶσίν ἐστι τὸ ποιῆσαι ἕτερον οἷον αὐτό· ἵνα γάρ, φησί, τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν, ᾗ δύνανται. δοκεῖ γὰρ αὐτῷ πάντα τὰ φύσει συνεστῶτα ἔφεσιν τοῦ ἀρίστου καὶ πρώτου τῶν ὄντων ἔχειν, λέγω δὴ τοῦ θείου, ἔφεσιν δὲ φυσικήν· διόπερ ἕκαστον, ᾗ δύναται, μιμεῖται τὴν ἐν τῷ πρώτῳ ἀιδιότητα. // ἀπορήσειε δ’ ἄν τις, εἰ φυσικώτατόν ἐστιν τοῖς ζῶσι πᾶσι τὸ ποιῆσαι οἷον αὐτό, ἕκαστον δὲ τοῦ ὁμοίου ἐστὶ γεννητικόν, συμβήσεται ἢ καὶ ἐν τῇ ἀλόγῳ ψυχῇ εἶναι τὴν γεννητικὴν δύναμιν, καὶ τὴν αἴσθησιν αἴσθησιν γεννᾶν, καὶ τὸν θυμὸν θυμόν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, ἢ τὴν φυτικὴν γεννητικὴν εἶναι τῆς ἀλόγου, ὡς εἶναι ἐκ τοῦ χείρονος τὸ κρεῖττον, ὅπερ ἄτοπον. μήποτε οὖν ἔστιν εἰπεῖν ὅτι ὥσπερ ὁ ἀποτμηθεὶς κλάδος ἔχει ἐν ἑαυτῷ ἀμερῶς τὰς φυσικὰς πάσας δυνάμεις, καὶ ὥσπερ τὰ μόρια τῶν ἐντόμων καὶ τῶν ὅλων ἀποτμηθέντα ἔχει ἐν ἑαυτοῖς τήν τε αἰσθητικὴν δύναμιν καὶ τὴν κατὰ τόπον κίνησιν, οὕτω καὶ ἐν τῷ σπέρματι τῷ ἐκ τῶν ζῴων ἀμερῶς ἐνυπάρχουσιν οἱ λόγοι τῶν ψυχικῶν δυνάμεων· οὐ γὰρ ἄζων ἔξεισιν. ἀλλ’ εἰ τοῦτο δοθείη ὅτι καὶ τῆς ἀλόγου ψυχῆς οἱ λόγοι εἰσὶν ἐν τῷ σπέρματι, ὧν αὐξομένων ἢ τελεσφορουμένων ἐγγίνεσθαι τὴν ἄλογον ψυχὴν ἐν τῷ σώματι,2 μηδεμιᾶς ἔξωθεν οὐσίας τῆς ἀλόγου ψυχῆς ἐγγενομένης ἐν τῷ σώματι, πολλὰ τῶν ὡμολογημένων ἀνατρέψομεν. σκοπείσθω δ’ ὡς ἐπὶ ἀνθρώπου ὁ λόγος. // λέγεται δὴ τῇ ἀνθρωπείᾳ ψυχῇ ἐγκατιούσῃ εἰς γένεσιν, πρὶν εἰς τόδε τὸ σῶμα πέσῃ, πρότερον προσυφαίνεσθαι αὐτῇ τὸ πνεῦμα καὶ τὰς ἐν αὐτῷ ἀλόγους δυνάμεις.

「なぜなら、完全であり、不具でなく、また自発的な生成をもたないすべての生きているものにとって、自分自身のような別のものを作ることは、もっとも自然にかなっているからである。」 見よ、彼はその目的が何であるかを教えつつ、生殖能力の端緒をその目的から置いたのである。そして「もっとも自然にかなっている」とは、「本性の最も目指された目的がこれ、すなわち自分自身のような別のものを作ることである」の代わりである。したがって、生命にあずかるすべてのものは、宦官のように不具であるか、あるいは新生児のように完全でないか、あるいはまた蛆や蚤や蚊などのように腐敗から生じるもののように自発的な生成をもつのでない限り、自分自身のようなものを生み出すことを、本性に由来する最も目指された目的としてもっている。ラバおよびこれらに類似するものは、いわばそれら自身も不具である。というのも、いずれの種をも保持しないからである。それゆえ、それらはお互いからの生成をもたない。人々が伝えるところによれば、かつて妊娠したラバが流産したことがあったが、それは馬の本性もロバの本性もどちらも純粋でなく、それぞれが不具であるために、本性が身ごもられたものを成就させることができなかったからである。しかし、腐敗から生じるもののすべてが身ごもらないわけではない。というのも、アリストテレスは『動物誌』において、ある種の魚が腐敗から生じながら身ごもることを伝えているからである。また蜂も雄牛の死骸の腐敗から生じるが、同様に蜜房に精液を放つことで生殖を行う。次いで彼は、生きているものにとって自分自身のような別のものを作ることがもっとも自然にかなった目的であるのは何のためであるか、その原因をも付言している。すなわち彼によれば、それはそれらが可能な限りにおいて、永遠なるものと神的なものにあずかるためである。というのも、本性によって構成されているすべてのものは最善のもの、かつ諸存在の中で第一のもの、すなわち神的なものへの欲求、それも自然的な欲求をもっていると彼には思われるからである。それゆえ、それぞれは可能な限りにおいて、第一のものにある永遠性を模倣するのである。 しかし、もしすべての生きているものにとって自分自身のようなものを作ることがもっとも自然にかなっており、かつそれぞれが似たものを生殖する能力をもつのであるなら、非理性的魂の中にも生殖能力があり、感覚が感覚を生み、気概が気概を生み、残りの能力についても同様であることになるか、あるいは植物的魂が非理性的魂を生殖する能力をもつことになって、より劣ったものからより優れたものが生じることになり、これは不条理である、と誰かが難問を提起するかもしれない。では、切り離された枝が部分を持たない仕方で本性的なすべての能力を自身の中に含み、昆虫の部分が全体から切り離されても感覚能力と場所的運動を自身の中に含んでいるように、動物から生じる種子の中にも魂の諸能力の諸原理(ロゴスたち)が部分を持たない仕方で内在している、と言うことはできないであろうか。なぜなら、種子は生命を持たずに出て行くのではないからである。しかし、非理性的魂の諸原理も種子の中にあり、それらが増大あるいは成就されることによって非理性的魂が身体の中に生じるのであって、外から非理性的魂のいかなる実体も身体の中に生じるのではない、というこのことが認められるならば、われわれは広く合意された多くの事柄を覆すことになるであろう。この議論は人間について考察されるべきである。 実に、人間の魂が生起へと下っていく際、この身体に落ちる前に、あらかじめ霊気(プネウマ)とその中にある非理性的諸能力が魂へと織り合わされると言われているのである。

構文注2 件
  1. 2.70φυσικώτατον δὲ ἀντὶ τοῦ σκοπιμώτατον τέλος τῆς φύσεως τοῦτό ἐστι

    ἀντὶ τοῦ に続く節全体(σκοπιμώτατον τέλος...)が引用的に置かれ、レンマの形容詞最上級 φυσικώτατον の注解者による換言・言い換え内容を提示している。τοῦτο は後ろの動名詞句 τὸ ποιῆσαι ἄλλο οἷον αὐτό を先取りする指示代名詞。

  2. 2.70ὧν αὐξομένων ἢ τελεσφορουμένων ἐγγίνεσθαι τὴν ἄλογον ψυχὴν ἐν τῷ σώματι

    接続詞 ὅτι(εἰ τοῦτο δοθείη ὅτι...)に統語的に従属しつつ、間接話法として不定詞 ἐγγίνεσθαι が用いられている構文。関係代名詞 ὧν は先行詞 οἱ λόγοι を指し、属格絶対構文(ὧν αὐξομένων ἢ τελεσφορουμένων)として後続の不定詞句の契機・手段を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:267.18-268.26