- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:242.20-243.27
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが『心身論』第2巻第2章(413b27–414a2)で論じる、知性以外の魂の諸能力が場所的・実体的に身体から分離不可能であること、定義上は互いに異なること、そして生物種間の差異がこれらの能力の分布の差異に基づくことについて注解する。
" Τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστά, καθάπερ φασί τινες." Τὰ οὖν λοιπὰ μόρια, φησί, τῆς ψυχῆς πάντα παρὰ τὸν νοῦν φανερὸν ἐκ τῶν εἰρημένων ὅτι οὐ χωριστὰ οὔτε ἀλλήλων οὔτε τοῦ σώματος, ἀλλήλων μέν, ὡς ἐπὶ τῶν διαιρουμένων ἐντόμων δέδεικται, τοῦ δὲ σώματος, ὅτι τούτου ἐντελέχειαί εἰσιν· οὔτε γὰρ αἰσθητικὴ ἢ θρεπτικὴ ἢ κινητικὴ ἢ ὀρεκτικὴ δύναμις ἄνευ τοῦ σώματος· τοῦ γὰρ τρέφεσθαι καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι δυναμένου δυνάμεις εἰσίν. αὐτὸς μέντοι ἄρτι ὅτι μὴ κατὰ τόπον εἰσὶν ἀλλήλων χωριστὰ λέγων φανερὸν εἶναι ἐκ τῶν δεδειγμένων, τὸ δὲ τινές φασιν αἰνιττόμενος εἰς Πλάτωνα λέγει,1 ὃς οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τόπῳ αὐτὰς διακρίνει, ὡς εἴρηται.
「しかし魂の残りの部分は、これらに基づいて、ある人々が主張しているようには分離可能ではないことが明白である。」 それゆえ、知性を除いた魂の残りのすべての部分は、すでに述べられた事柄からして、互いからも身体からも分離可能ではないことが明白である、と彼は言う。互いから[分離不能である]というのは、分割される昆虫の場合に示された通りであり、身体から[分離不能である]というのは、それらがこれ[身体]の完全現実態であるからである。実際、感覚能力であれ、栄養摂取能力であれ、運動能力であれ、欲求能力であれ、身体なしにはありえない。なぜなら[それらは]養われ、感覚し、運動しうるものの能力だからである。とはいえ、彼自身は今しがた、それらが互いから場所的に分離していないことが、示された事柄からして明白であると述べており、「ある人々が主張している」というのは、すでに言われたように、それら[魂の諸能力]をロゴスにおいてのみならず場所においても区別しているプラトンを当てこすって述べているのである。
"Τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν." Εἰ γὰρ καὶ μὴ κεχώρισται τῷ τόπῳ, ἀλλ’ οὖν τῷ ὁρισμῷ οὐ τὰ αὐτά εἰσιν· ἄλλος γὰρ λόγος αἰσθητικοῦ καὶ ἄλλος τοῦ κατὰ τόπον κινητικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
「しかし、定義において異なることは明白である。」 なぜなら、場所において分離されていないとしても、定義において同一ではないからである。実際、感覚能力の定義と場所的運動能力の定義とは別のものであり、他の諸能力についても同様である。
"Ἔτι δὲ ἐνίοις μὲν τῶν ζῴων ἅπαντα ὑπάρχει ταῦτα, τισὶ δέ τινα." Ὅτι τῷ λόγῳ ἕτεραι ἀλλήλων εἰσὶν αἱ τῆς ψυχῆς δυνάμεις, καὶ διὰ τούτων κατασκευάζει. αἱ γὰρ τῶν ζῴων διαφοραὶ ἐκ τῆς κατὰ εἶδος τῶν ψυχῶν γίνονται διαφορᾶς· διαφέρουσι δὲ τὰ ζῷα ἀλλήλων τῷ τὰς μὲν πλείους δυνάμεις ἔχειν τῆς ψυχῆς, τὰς δὲ ἐλάττους. εἰ δὲ ἦσαν πᾶσαι αἱ ψυχικαὶ δυνάμεις αἱ αὐταὶ τῷ λόγῳ, οὐκ ἂν διέφερον ἑαυτῶν τὰ ζῷα· οὐ γὰρ δὴ κατὰ τὴν διαφορὰν τῆς ὕλης διαφέρουσιν, ὥσπερ λέγουσιν οἱ Πυθαγόρειοι εἰς διάφορα σώματα ἐμβιβάζοντες τὰς ψυχὰς καὶ ἐκ τῆς διαφορᾶς τῶν σωμάτων τὰς διαφόρους ἐνεργείας τῶν ψυχῶν γίνεσθαι.2 εἰ δὲ τοῦτο ἄλογον (ἕκαστον γὰρ ἐκ τοῦ εἴδους χαρακτηρίζεται, εἴδους δὲ λόγον ἐπέχει ἡ ψυχή) διαφόρους εἶναι ἀνάγκη τὰς τῆς ψυχῆς δυνάμεις τῷ ὁρισμῷ, καὶ ἐκ τούτου τὰς διαφορὰς τῶν ζῴων γίνεσθαι, ἐπειδὴ μὴ πάντα πάσας ἔχει, ἀλλὰ τὰ μὲν πάσας, τὰ δέ τινας, τὰ δὲ μίαν. τὸ δὲ ἐνίοις μὲν τῶν ζῴων καὶ τὸ τοῦτο δὲ ποιεῖ διαφορὰν τῶν ζῴων εἶπεν ἀντὶ τοῦ τῶν ζώντων·3 τὰ γὰρ μίαν ἔχοντα ψυχικὴν δύναμιν, οἷον τὴν φυτικήν, οὐ ζῷα.
「さらに、動物たちのうちのあるものにはこれらすべてが備わり、あるものにはあるものが備わる。」 魂の諸能力が定義において互いに異なるということを、彼[アリストテレス]はこれらによっても確立している。なぜなら動物たちの差異は魂の種的な差異から生じるからである。そして動物たちは、魂のより多くの能力を持つものと、より少ない能力を持つものとによって互いに異なっている。もし魂の諸能力がすべて定義において同一であったなら、動物たちは互いに異ならなかったであろう。というのも、魂を様々な身体へと導き入れ、身体の差異から魂の様々な活動が生じると主張するピュタゴラス派の人々が言うように、[動物たちが]質料の差異に基づいて異なっているなどということは決してないからである。そしてもしこれが不合理であるとすれば(なぜなら各々のものは形相によって特徴づけられ、魂は形相のロゴスを担っているからである)、魂の諸能力が定義において異なっていること、そして、すべての[生きもの]がすべての[能力]を持つのではなく、あるものはすべてを、あるものは一部を、あるものは一つだけを持つのである以上、このことから動物たちの差異が生じることが必然である。そして「動物たちのうちのあるものには」および「そしてこれが動物たちの差異をもたらす」と彼が述べたのは、「生きものたち」の代わりにである。なぜなら、植物的能力のように一つの魂の能力だけを持つものは、動物ではないからである。
"Διὰ τίνα δ’ αἰτίαν γέγονεν, ὕστερον σκεπτέον." Τίνος χάριν, φησίν, αἱ μὲν συνημμέναι εἰσὶ καὶ πλείους τῆς ψυχῆς δυνάμεις ἐν τοῖς αὐτοῖς, ἐν ἄλλοις δὲ ἐλάττους, ἐν ἄλλοις δὲ μία μόνη, ὕστερον ἐροῦμεν, καὶ ἔτι τίνος χάριν αἱ μὲν πρότεραι, αἱ δὲ δεύτεραι· ἐρεῖ γὰρ ἐν τοῖς ἑξῆς περὶ τούτων.
「いかなる原因によって生じたのかは、後ほど考察されねばならない。」 いかなる理由によって、同じものたちの中に魂のより多くの諸能力が結び合わされてあり、他のものたちの中にはより少なく、他のものたちの中には一つだけがあるのか、また、いかなる理由によってあるものは先立っており、あるものは後れているのか、私たちは後ほど論じるであろう、と彼は言う。なぜなら彼は続く箇所でこれらについて論じるからである。
"Παραπλήσιον δὲ καὶ περὶ τὰς αἰσθήσεις συμβέβηκεν." Ὅπερ καθόλου ἐπὶ τῶν τῆς ψυχῆς δυνάμεων συμβέβηκε, φησί, τοῦτο καὶ ἐπὶ τῆς αἰσθητικῆς μόνης γέγονε· τὰ μὲν γὰρ τῶν ζῴων πάσας ἔχει τὰς αἰσθήσεις, τὰ δὲ πλείους, τὰ δὲ μίαν. καὶ τούτων δὲ τὴν αἰτίαν ἐν τοῖς ἑξῆς ἐρεῖ, ἣν ἤδη προείπομεν.
「同様のことが感覚についても生じている。」 魂の諸能力について一般的に生じているまさにこのことが、感覚能力のみについても生じている、と彼は言う。実際、動物たちのうちのあるものはすべての感覚を持ち、あるものはより多くのものを、あるものは一つだけを持つ。そしてこれらについても彼は、私たちがすでに先に述べた原因を、続く箇所で論じるであろう。
- 2.37αὐτὸς μέντοι ἄρτι ὅτι μὴ κατὰ τόπον εἰσὶν ἀλλήλων χωριστὰ λέγων φανερὸν εἶναι ἐκ τῶν δεδειγμένων, τὸ δὲ τινές φασιν αἰνιττόμενος εἰς Πλάτωνα λέγει
主文の骨格は「αὐτὸς μέντοι ... τὸ δὲ τινές φασιν αἰνιττόμενος εἰς Πλάτωνα λέγει」(とはいえ彼自身は…『ある人々が言う』という句についてはプラトンを当てこすって述べている)である。前半の分詞節「ἄρτι ὅτι μὴ κατὰ τόπον εἰσὶν ἀλλήλων χωριστὰ λέγων φανερὸν εἶναι ἐκ τῶν δεδειγμένων」は、主語 αὐτός の状況・理由を示す並行的な記述であり、λέγων に続く間接話法として ὅτι 節および不定詞句 φανερὸν εἶναι が従属している。
- 2.39ὥσπερ λέγουσιν οἱ Πυθαγόρειοι εἰς διάφορα σώματα ἐμβιβάζοντες τὰς ψυχὰς καὶ ἐκ τῆς διαφορᾶς τῶν σωμάτων τὰς διαφόρους ἐνεργείας τῶν ψυχῶν γίνεσθαι
関係副詞節 ὥσπερ λέγουσιν οἱ Πυθαγόρειοι の動詞 λέγουσιν に対し、前半は分詞句 εἰς διάφορα σώματα ἐμβιβάζοντες τὰς ψυχάς が主語 οἱ Πυθαγόρειοι を修飾し、後半は対格不定詞構文 ἐκ τῆς διαφορᾶς τῶν σωμάτων τὰς διαφόρους ἐνεργείας τῶν ψυχῶν γίνεσθαι が λέγουσιν の目的語(彼らの主張内容)を導く。καί は分詞句と不定詞構文を直接等位接続しているのではなく、分詞句が示す前提的行為とそれに伴う主張内容を結びつけている。
- 2.39τὸ δὲ ἐνίοις μὲν τῶν ζῴων καὶ τὸ τοῦτο δὲ ποιεῖ διαφορὰν τῶν ζῴων εἶπεν ἀντὶ τοῦ τῶν ζώντων
定冠詞 τὸ が導く二つの引用句「τὸ ἐνίοις μὲν τῶν ζῴων」および「τὸ τοῦτο δὲ ποιεῖ διαφορὰν τῶν ζῴων」が動詞 εἶπεν の直接目的語となっている。末尾の「ἀντὶ τοῦ τῶν ζώντων」は「τῶν ζῴων の代わりに τῶν ζώντων と言うべき文脈において」を意味し、中性定冠詞の属格 τοῦ が引用語 τῶν ζώντων を名詞化して前置詞 ἀντί の目的語としている構文である。
