← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§238.37-239.38

プネウマにおける魂の内在と器官化をめぐる論駁

ピロポノスは、魂の能力が脳から身体へと伝達されるという解釈や、プネウマ全体に不可分に内在するという説を取り上げ、プネウマが器官化されているか否かによって、魂が身体部分に応じて分かたれるか、あるいは魂の定義が非理性的魂に適用できなくなるかというジレンマを示して論駁する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.32#2

ἴσως οὖν ταύτῃ παραμυθήσαιτο ἄν τις τὴν ἀπορίαν· ἀλλ’ οὐ φαίνεται οὕτω βουλόμενος ἀμερεῖς αὐτὰς εἶναι ὁ Ἀριστοτέλης, ὡς ἔν τινι μὲν μορίῳ πάσας οὔσας, ἀπ’ ἐκείνου δὲ εἰς τὸ λοιπὸν φοιτᾶν σῶμα,1 ἀλλὰ ἐν ὅλῳ εἶναι τῷ σώματι ἀμερίστως· τοιούτοις γὰρ ἐχρήσατο παραδείγμασιν τῷ τε κατὰ τὰ φυτὰ καὶ τὰ ἔντομα. ἀλλά φασιν ὅτι ἐν τῷ πνεύματι ἱδρῦσθαι αὐτὰς βούλεται· ὅλον γὰρ δι’ ὅλου ἐκεῖνο καὶ ὁρᾶν καὶ ἀκούειν καὶ ταῖς λοιπαῖς ἐνεργεῖν αἰσθήσεσι, καὶ οὕτως εἶναι ἐν ἐκείνῳ τὰς αἰσθήσεις πάσας, ὡς ἐν τοῖς φυτοῖς τὰς φυτικὰς δυνάμεις καὶ ἐν τοῖς ἐντόμοις τήν τε ἁφὴν καὶ τὴν κατὰ τόπον κίνησιν· μηδὲ γὰρ διωργανῶσθαι τὸ πνεῦμα, ἀλλ’ ὥσπερ ἐν κεράμῳ παχυνόμενον τὸ ὕδωρ ἤ τι τοιοῦτον ἄλλο συσχηματίζεται τῷ ἀγγείῳ, οὕτω καὶ τὸ πνεῦμα ἐκ τῆς μοχθηρᾶς ἐν τῷ σώματι τούτῳ διαίτης ὑπὸ τῶν ἐκ ταύτης ἀτμῶν παχύνεσθαι καὶ ἔνθεν ὁρᾶσθαι τὰ ἐν τοῖς τάφοις φαντάσματα ἐσχηματισμένα οἷόν περ καὶ τὸ σῶμα τοῦτο, διὰ δὲ τὸ εὔπλαστον καὶ εἰς ἕτερα μεταβάλλεσθαι σχήματα τῇ φαντασίᾳ συνδιαπλαττόμενον. διό φασι καὶ τοῖς καθαρμοῖς κεχρῆσθαι εἰς τὸ λεπτύνειν τοὺς ἐν αὐτῷ ἐγγενομένους ἀτμοὺς καὶ διαίτης ἐπιμελεῖσθαι τοὺς σπουδαιοτέρους λεπτῆς, καὶ ἀπέχεσθαι πολλῶν ἐδωδίμων, ὅσα παχύτερον αὐτὸ ποιεῖ· ὑπὸ γὰρ ἀτμῶν καὶ αὐτὸ τρέφεσθαι. // ἀλλὰ πρὸς τοῦτο εἴποιμι ἂν ὅτι εἰ μὴ διωργάνωται τὸ πνεῦμα, οὐχ ὑποπεσεῖται τῷ ὅρῳ ἡ ἐν αὐτῷ ψυχή· ὀργανικοῦ γὰρ σώματος εἶπεν εἶναι τὴν ψυχὴν ἐντελέχειαν· ταύτῃ γὰρ διέκρινε τῶν εἰδῶν τῶν ἀψύχων αὐτήν. καὶ γὰρ ἐκείνων τὸ εἶδος ἐντελέχειά ἐστιν, ἀλλ’ οὐκ ὀργανικὸν σῶμα λίθος καὶ τὰ ὅμοια. εἰ μὲν οὖν καὶ ἡ ἐν τῷ πνεύματι ψυχὴ ὑποπίπτει τῷ ὅρῳ, ἀνάγκη διωργανῶσθαι τὸ πνεῦμα· εἰ δὲ διωργάνωται, ἀνάγκη συνδιαιρεῖσθαι τοῖς ὀργάνοις τὰ τῆς ψυχῆς μόρια. δῆλον γὰρ ὅτι ἑκάστη δύναμις ἐν ἑκάστῳ τῶν ὀργάνων ἐνιδρυμένη οὕτως ἐνεργεῖ· οὐ γὰρ δήπου ἐν ἄλλῳ τινὶ ἵδρυται· ἐν γὰρ τῷ πνεύματι πρώτῳ. εἰ μὲν οὖν ἡ ὄψις, εἰ τύχοι, ὄργανον ἴδιον ἔχουσα οὐ μόνον ἐν αὐτῷ ἐνεργεῖ τῷ ὀργάνῳ, ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς μορίοις τοῦ πνεύματος, περιττὸν καὶ μάτην τὸ ὄργανον· εἰ δὲ ἐν αὐτῷ μόνῳ ἐνεργεῖ καὶ ἐν αὐτῷ μόνῳ ἵδρυται, διὰ τί ἐν ἄλλῳ μὲν μορίῳ τοῦ πνεύματος ἔχει τὸ εἶναι ἡ ὄψις, ἐν ἄλλῳ δ’ ἐνεργεῖ, εἰ μή τις πλασματωδῶς ὑποθοῖτο καὶ ἐν ἐκείνῳ ἐν ἑνὶ μὲν μορίῳ εἶναι πάσας, ἐξ ἐκείνου δ’ ἐπὶ τὸ λοιπὸν φοιτᾶν. πόθεν γὰρ τοῦτο οὕτως ἔχον δείξειεν; ὅπερ δ’ ἐπὶ τῆς ὄψεως εἴρηται, τοῦτο δῆλον ὅτι καὶ ἐπὶ τῶν λοιπῶν αἰσθήσεων ἔσται. εἰ δὲ τοῦτο ἀληθές, ἀνάγκη κατὰ μόρια τοῦ σώματος διῃρῆσθαι τὴν ψυχήν. εἰ μὲν οὖν διωργάνωται τὸ πνεῦμα, ἕψεται ὅπερ εἶπον, τὸ κατὰ μόρια διῃρῆσθαι τὴν ψυχήν· εἰ δὲ μὴ διωργάνωται, οὐ περιέξει τὴν ἄλογον ψυχὴν ὁ ὅρος, ἀλλὰ μόνην τὴν φυτικὴν καὶ τὴν λογικήν· ἐν γὰρ τῷ πνεύματι τὸ εἶναι τῇ ἀλόγῳ· εἰ μή τις τοῦτο εἴποι ὅτι ὡς ἐν τούτῳ τῷ σώματι πολιτευομένην ὡρίσατο τὴν ψυχήν,2 ἐπεὶ μηδὲ τὰς τῶν οὐρανίων ψυχὰς περιλαμβάνει ὁ ὅρος· οὐδὲ γὰρ ἐκεῖνα διωργάνωται.

したがって誰かはおそらくこのようにアポリアを和らげるかもしれない。しかしアリストテレスは、諸能力が、ある一つの部分の中にすべて存在してそこから残りの身体へと行き渡るというような仕方ではなく、身体全体の中に不可分に存在するような仕方で部分を持たないことを意図しているように思われる。実際、彼は植物や昆虫に関するそのような例を用いたのである。しかし彼らが言うには、彼は諸能力がプネウマの中に座を占めることを意図しているのである。なぜならそのプネウマは全体を通して見、聞き、残りの諸感覚によって活動するのであり、植物の中に植物的能力が存在し、昆虫の中に触覚と場所的運動が存在するように、すべての感覚がそのプネウマの中にそのように存在しているからである。実際、プネウマは器官化されておらず、むしろ土器の中で濃密になる水か何か他のそのようなものが器と同形になるように、プネウマもまたこの身体における劣悪な養生から、これに由来する蒸気によって濃密になり、それゆえに墓場における幻影がまさにこの身体のような形を取って見られ、また可塑性のゆえに表象に伴って形作られつつ他の形へと変化するからである。それゆえ、彼らが言うには、その〔プネウマ〕の中に生じた蒸気を希薄化するために浄化を用い、より優れた人々は希薄な養生に心を配り、それをより濃密にするような多くの食物を慎むのである。なぜならプネウマ自身も蒸気によって養われるからである。 // しかしこれに対して私はこう言うであろう。もしプネウマが器官化されていないなら、その中にある魂は定義に包摂されないであろう。なぜなら彼は魂を有機的[器官的]身体のエンテレケイアであると述べたからである。実際、このことによって彼は魂を無生物の形相から区別したのである。というのもそれらの形相もエンテレケイアであるが、石やそれらに類するものは有機的身体ではないからである。もしプネウマの中にある魂も定義に包摂されるとすれば、プネウマが器官化されていることが必然である。しかしもし器官化されているなら、魂の部分が器官とともに分かたれることが必然である。なぜなら、それぞれの能力が器官のおのおの中に座を占めてこのように活動することは明らかだからである。まさか他の何ものかの中に座を占めているわけではない。第一義的にはプネウマの中に[座を占めている]のであるから。それゆえ、もし視覚が、たとえば固有の器官を持ちながらその器官の中においてのみならず、プネウマの残りの部分の中においても活動するのであれば、器官は余計で無駄なものとなろう。しかしもしその器官の中においてのみ活動し、その中においてのみ座を占めているなら、なぜ視覚はプネウマのある部分においては存在を持ち、別の部分においては活動するのか。もっとも、誰かが虚構的に、かのプネウマにおいても一つの部分の中にすべての能力が存在し、そこから残りの部分へと行き渡ると仮定しないならばの話であるが。実際、これがそのようであることをどこから示しえようか。そして視覚について語られたことは、明らかに残りの感覚についても成り立つであろう。しかしもしこれが真実なら、魂が身体の部分に応じて分かたれていることが必然である。それゆえ、もしプネウマが器官化されているなら、私が言ったこと、すなわち魂が部分に応じて分かたれているということが帰結するであろう。他方、もし器官化されていないなら、定義は非理性的魂を包摂せず、植物的魂と理性的魂のみを包摂することになろう。なぜなら非理性的魂の存在はプネウマの中にあるからである。もっとも、この身体において生活を営むものとして彼は魂を定義したのだ、なぜなら定義は天球の魂をも包摂していない(実際、天球もまた器官化されていない)からだ、と誰かが言うのでない限りは。

構文注2 件
  1. 2.32ὡς ἔν τινι μὲν μορίῳ πάσας οὔσας, ἀπ’ ἐκείνου δὲ εἰς τὸ λοιπὸν φοιτᾶν σῶμα

    ὡς に導かれる句の中で、前半は αὐτάς(対格)に一致する分詞 οὔσας が置かれ、後半の ἀπ' ἐκείνου δὲ 以下では不定詞 φοιτᾶν(意味上の主語は αὐτάς)へと構文が交替(anacoluthon)している。いずれも οὐ φαίνεται οὕτω βουλόμενος にかかり、意図されたあり方の内容を説明している。

  2. 2.32ὅτι ὡς ἐν τούτῳ τῷ σώματι πολιτευομένην ὡρίσατο τὴν ψυχήν

    ὡρίσατο の直接目的語は τὴν ψυχήν であり、ὡς ... πολιτευομένην はその状態・観点を限定する付帯状況の分詞(「この身体において生活を営むものとして」)。「魂一般」の定義ではなく「可死的な身体に宿る魂」に限定した定義として解釈する論拠を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:238.37-239.38