← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§229.15-230.25

触覚の除外と自然および認識における順序の逆転

フィロポノスは、触覚が互いに独立した複数の対立に関わるため単一の感覚か疑わしく、魂の能力の探究の出発点とされなかった理由を述べ、続いて理性的な能力や場所的運動能力の順序を概観した上で、413a11の文言を補完して自然における順序(元素から動物へ)と認識の順序(動物から元素へ)の逆転を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.21#4

δοκεῖ γὰρ μηδὲ αἴσθησις εἶναι· ἑκάστη γὰρ τῶν ἄλλων αἰσθήσεων περὶ μίαν τινὰ τῶν αἰσθητῶν ἀντίθεσιν ἐνεργεῖ καὶ 〈τὰ〉 ταύτης μεταξύ, οἷον ὄψις μὲν περὶ τὸ μέλαν καὶ τὸ λευκὸν καὶ τὰ τούτων μεταξὺ χρώματα, ἀκοὴ περὶ τὸν βαρὺν καὶ τὸν ὀξὺν φθόγγον καὶ τοὺς μεταξύ, ὄσφρησις περὶ τὸ εὐῶδες καὶ τὸ δυσῶδες, γεῦσις περὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὸ τούτων μεταξύ· πάντα γὰρ ὑπό τι τούτων τῶν ἀντικειμένων ἀνάγει ὁ Ἀριστοτέλης, τὸ γλυκὺ λέγω καὶ τὸ πικρόν· ἡ μέντοι ἁφὴ περὶ πλείους ἀντιθέσεις ἔχει οὐκ οὔσας ὑπαλλήλους· περί τε γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ ὑγρὸν καὶ τὸ ξηρόν, τὸ σκληρὸν καὶ τὸ μαλακόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, τὸ μανὸν καὶ τὸ πυκνόν, ἅπερ ὑπάλληλα εἶναι οὐ δύναται. ὥστε ἐπειδὴ ἄπορος ὁ περὶ τῆς ἁπτικῆς αἰσθήσεως λόγος, οὐ δεῖ δὲ ἐκ τῶν ἀμφιβόλων ἄρχεσθαι, οὐκ ἤρξατο ἀπ’ αὐτῆς. ἐπειδὴ οὖν συνέβη ἐν τοῖς μορίοις τῆς τε φυτικῆς καὶ αἰσθητικῆς ψυχῆς τὰ τελειότερα καὶ πρῶτα τῇ φύσει καὶ ἡμῖν σαφέστερα εἶναι, εἰκότως ἀπὸ τούτων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιεῖται. ἀμέλει ἐπὶ τῆς λογικῆς ψυχῆς ἐκ τῶν ὑστέρων τὴν ἀρχὴν ἐποιήσατο· μᾶλλον γὰρ γνωριμώτερον1 τοῖς πολλοῖς ἡ φαντασία τῆς δόξης, καὶ αὕτη μᾶλλον τῆς διανοίας, καὶ ταύτης πολλῷ μᾶλλον ἀσαφέστερος ὁ νοῦς, ὅσῳ καὶ ὀλιγάκις καὶ εἰς ὀλίγους αἱ ἐνέργειαι αὐτοῦ φοιτῶσι. τελευταῖον δὲ πάντων ζητεῖ περὶ τοῦ κατὰ τόπον κινητικοῦ, τί ποτε τοῦτό ἐστι, πότερον ἕτερον παρὰ τὰ ἀπηριθμημένα τῆς ψυχῆς μόρια, ἢ τούτων τι ἢ πάντα τῆς κατὰ τόπον κινήσεως αἴτια. καὶ δοκεῖ πάντα εἶναι αἴτια τῆς κατὰ τόπον κινήσεως· ἐν μὲν γὰρ ἀνθρώποις τοῖς κατὰ νοῦν ζῶσιν ὁ νοῦς αἴτιος τούτου· αὐτὸς γὰρ κινεῖ τὸ ζῷον· ἐν δὲ τοῖς ἀλόγοις ἡ αἴσθησις. ἔστι δὲ τῷ ὄντι ἕτερον πάντων τούτων τὸ κατὰ τόπον κινητικόν· τὸ γὰρ ὀρεκτικὸν τῆς κατὰ τόπον κινήσεως αἴτιον. τοῦτο δὲ διάφορόν ἐστι· ἔστι γὰρ καὶ ἐν ταῖς λογικαῖς δυνάμεσιν ἡ ὄρεξις, ἔστι δὲ καὶ ἐν τοῖς ἀλόγοις, ὡς καὶ ἐν ἀρχῇ εἴπομεν. Ἐπεὶ δὲ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ γίνεται τὸ σαφὲς καὶ κατὰ λόγον γνωριμώτερον, πειρατέον πάλιν οὕτως ἐπανελθεῖν περὶ αὐτῆς. διὰ συντομίαν ἀσαφῆ τὴν λέξιν ἐποίησεν. ἵνα οὖν σαφῆ τὴν διάνοιαν ποιήσωμεν τῶν λέξεων, δεῖ προσθεῖναι τῷ μὲν ἀσαφῶν τῇ φύσει, τῷ δὲ φανερωτέρων τὸ ἡμῖν, ἵνα ᾖ ἡ λέξις οὕτως· ἐπεὶ δὲ ἐκ τῶν ἀσαφῶν μὲν τῇ φύσει, φανερωτέρων δὲ ἡμῖν. τὸ δὲ γίνεται τὸ σαφὲς καὶ κατὰ τὸν λόγον γνώριμον ἴσον ἐστὶ τῷ γίνεται τὸ τῇ φύσει σαφὲς καὶ κατὰ τὴν διδασκαλίαν γνωριμώτερον, ὡς εἶναι πᾶν τὸ λεγόμενον τοιοῦτον· ἐπεὶ δὲ ἐκ τῶν ἀσαφῶν μὲν τῇ φύσει, ἡμῖν δὲ φανερωτέρων τὸ τῇ φύσει σαφὲς καὶ πρῶτον γίνεται καὶ ἡμῖν κατὰ τὸν λόγον γνωριμώτερον, πειρᾶσθαι δεῖ ἐπανελθόντας ὥσπερ ἐξ ἀρχῆς τὸν περὶ ψυχῆς μεταχειρίζεσθαι λόγον ἀρχομένους ἀπὸ τῶν ἡμῖν σαφῶν, ἀσαφεστέρων δὲ τῇ φύσει· οὕτω γὰρ εὑρήσομεν τί ποτέ ἐστιν ἡ ψυχή, ὅπερ μὲν τῇ φύσει σαφές ἐστιν, ἡμῖν δὲ ἄδηλον. διὰ τοῦτο οὖν πάλιν ἀρχόμενος τοῦ περὶ ψυχῆς λόγου ἄρχεται ἐκ τοῦ ἐμψύχου, ὅπερ ἐστὶν ἡμῖν σαφές, καὶ ζητεῖ τίνι διαφέρει τοῦ ἀψύχου, καὶ τοῦτό φησι ψυχῆς εἶναι ἴδιον. τίνα δέ ἐστιν ἀσαφῆ τῇ φύσει; ἃ ποιεῖ δεύτερα. σαφῆ δὲ ἃ πρῶτα ποιεῖ, οἷον πρῶτον ποιεῖ ἡ φύσις τὰ στοιχεῖα, εἶτα ἐκ τούτων τοὺς χυμούς, εἶτα ἐκ τούτων τὰ ὁμοιομερῆ, εἶτα ἐκ τούτων τὰ ὀργανικά, καὶ τέλος ἐκ τούτων τὸ ζῷον. ἡμεῖς δὲ πρῶτον μὲν γινώσκομεν τὸ ζῷον, εἶτα ὅτι ἐξ ἀνομοιομερῶν σύγκειται, καὶ οὕτως ἀνάπαλιν ὁδεύοντος2 ὀψέ ποτε τὰ στοιχεῖα ἐξ ὧν συνέστηκε τὸ ζῷον γινώσκομεν.

実際、[触覚は]感覚でさえないように思われるからである。というのも、他の感覚の各々は感覚対象の一つの対立とその中間のものたちに関する活動を行うのであって、たとえば視覚は黒と白およびそれらの中間の色彩に、聴覚は低音と高音およびその中間の音に、嗅覚は芳香と悪臭に、味覚は甘味と苦味およびその中間のものに関わるからである(実際、アリストテレスはこれら対立するものたち、すなわち甘味と苦味のうちのいずれかの下へすべてを帰着させる)。しかしながら、触覚は互いに従属しあわない複数の対立に関わっている。実際、温と冷、湿と乾、硬と軟、重と軽、疎と密に関わっており、これらは互いに従属しあうことができない。したがって、触覚に関する議論には難問が多く、疑わしいものから始めるべきではない以上、彼は触覚から始めなかったのである。それゆえ、植物的魂および感覚的魂の部分においては、自然においてより完全で第一であるものが我々にとってもより明瞭であるということが成り立ったので、当然のことながら彼はそれらから講授の端緒を開いたのである。もっとも、理性的魂においては、彼はより後のものから端緒を開いた。というのも、一般の人々にとって表象は思惑よりもいっそう認知されやすく、思惑は思考よりも認知されやすく、知性は思考よりもはるかに不明瞭であるからであり、それはその活動が滅多に、かつ少数の人々にしか生じないからである。そして彼はすべての中で最後に、場所的運動能力について、これがいったい何であるのか、魂の数え上げられた各部分とは異なるものなのか、それともこれらのうちの何らかのもの、あるいはすべてが場所的運動の原因なのかを探究する。そしてすべてが場所的運動の原因であるように思われる。実際、知性に従って生きる人間においては知性がこれの原因であり(知性自身が動物を動かすからである)、無理性的なものにおいては感覚が原因である。しかし場所的運動能力は実際にはこれらすべてとは別のものである。なぜなら、欲望能力こそが場所的運動の原因だからである。そしてこれは多様なものである。というのも、我々が初めにも述べたように、欲望は理性的な諸能力の中にも存在し、無理性的なものたちの中にも存在するからである。 「見えにくくはあるが[我々にとって]より明瞭なものから、明瞭で言説に従ってより認知されやすいものが生じるのであるから、[魂について]再びこのように立ち戻って試みなければならない」。簡潔さのゆえに彼は文言を不明瞭にした。それゆえ、文言の意図を明瞭にするためには、「見えにくいもの」に「自然において」を、「より明瞭なもの」に「我々にとって」を補わねばならず、それによって文言が「自然においては見えにくくはあるが、我々にとってはより明瞭なものから」となるようにしなければならない。また「明瞭で言説に従って認知されやすいものが生じる」とは、「自然において明瞭で教示に従ってより認知されやすいものが生じる」と同等であり、言われていること全体は次のような意味となる。「自然においては見えにくくはあるが、我々にとってより明瞭なものから、自然において明瞭で第一であるものが我々にとっても言説に従ってより認知されやすくなるのであるから、立ち戻ってあたかも最初からであるかのように、我々にとって明瞭で自然においてはより見えにくいものから始めつつ魂に関する議論を取り扱うよう試みなければならない」。このようにしてこそ、我々は魂がいったい何であるのか、すなわち自然においては明瞭であるが我々にとっては知られざるものであるそれを見出すことになるからである。したがってこのゆえに、彼は魂に関する議論を再び始めるにあたり、我々にとって明瞭であるところの有霊のものから始め、それがいかなる点で無霊のものと異なるのかを探究し、これこそが魂の固有の特徴であると述べるのである。では、自然において見えにくいものとは何か。自然が二次的に生み出すものである。そして自然において明瞭なものとは、自然が最初に生み出すものであり、たとえば自然は最初に元素を生み出し、次にこれらから体液を、次にこれらから同質部分を、次にこれらから器質的部分を、そして最後にこれらから動物を生み出す。これに対して我々は、まず動物を認識し、次にそれが異質部分から構成されていることを認識し、このように逆向きに進みつつ、やがては動物を構成している諸元素を認識するのである。

構文注2 件
  1. 2.21μᾶλλον γὰρ γνωριμώτερον

    副詞 μᾶλλον が既に比較級である形容詞 γνωριμώτερον に付加されている二重比較級の表現。文法的な重複であるが、ヘレニズム期・帝政期のギリシア語において比較の意味を強める目的でしばしば用いられる。

  2. 2.21ἀνάπαλιν ὁδεύοντος

    文の主語(ἡμεῖς)に直接一致しない単数属格の分詞表現。意味上の主語「認識を進める人」を非人称的・一般的な主体として想定した属格絶対構文、あるいは ἡμῶν を補って主節との照応の乱れ(アナコルートン)と解釈できる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:229.15-230.25