- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:169.1-170.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレス『霊魂論』409a21を注釈し、ピロポノスは、魂を自発運動する数(モナス=点)とするクセノクラテスの説に対し、魂の点と身体の点が異なる場合にも同一である場合にも不都合(身体全体が生命を持たない、あるいはすべての身体が生命を持つ)が生じることを論証する。
" Εἰ μὲν οὖν εἰσιν ἕτεραι αἱ ἐν τῷ σώματι μονάδες καὶ αἱ στιγμαί,1 ἐν τῷ αὐτῷ ἔσονται αἱ μονάδες· καθέξει γὰρ χώραν στιγμῆς." Ἔτι πρὸς Ξενοκράτην ὁ λόγος. ἔδειξεν ὅτι αἱ μονάδες ἐξ ὧν ἡ ψυχὴ στιγμαί εἰσιν, ἐπειδὴ ἡ μονὰς στιγμή ἐστιν ἄθετος, αἱ δὲ μονάδες τῆς ψυχῆς θέσιν ἔχουσιν· ἐν σώματι γάρ· ὥστε στιγμαί εἰσιν. ὁμοίως αἱ στιγμαὶ μονάδες εἰσὶ θέσιν ἔχουσαι. εἰ τοίνυν καὶ αἱ μονάδες στιγμαί εἰσι καὶ αἱ στιγμαὶ μονάδες, εἰσὶ δ’ ἐν παντὶ σώματι στιγμαί, πότερον αἱ μονάδες αἱ τὴν ψυχὴν ποιοῦσαι ἤτοι αἱ στιγμαὶ αἱ αὐταί εἰσιν ταῖς ἐν τῷ σώματι ἐν ᾧ ἐστιν ἡ ψυχὴ στιγμαῖς ἤτοι μονάσιν, ἢ ἕτεραι; εἰ μὲν οὖν ἕτεραι αἱ τῆς ψυχῆς ταῖς τοῦ σώματος, ὅταν γένηται ἡ ψυχὴ ἐν τῷ σώματι, ἐφαρμόσουσιν αἱ τῆς ψυχῆς στιγμαὶ ταῖς τοῦ σώματος· στιγμὴ δὲ στιγμῇ ἐφαρμόζουσα μίαν ποιεῖ στιγμήν· τὸ γὰρ ἀμερὲς τῷ ἀμερεῖ συντιθέμενον ἀμερὲς ποιεῖ. εἰ δὲ μία ἐφαρμόζει ἑτέρᾳ ἡ τῆς ψυχῆς τῇ τοῦ σώματος καὶ οὐδὲν πλείω τὸ ἐξ ἀμφοῖν, τί κωλύει καὶ πλείους τῆς ψυχῆς στιγμὰς τῇ αὐτῇ στιγμῇ τοῦ σώματος ἐφαρμόσαι; μυρία γὰρ ἀδιαίρετα συντεθέντα μέγεθος οὐ ποιεῖ. ὥστε καὶ πάσας τὰς τῆς ψυχῆς στιγμὰς δυνατὸν ἐφαρμόσαι μιᾷ στιγμῇ τοῦ σώματος. ὅσαι δ’ ἂν ἐφαρμόσωσι στιγμαί, μίαν ποιήσουσι στιγμήν· ὥστε κατὰ σημεῖον ἑαυτοῦ ἔσται τὸ σῶμα ἔμψυχον, καθ’ ὃ ἐφήρμοσαν πᾶσαι αἱ τῆς ψυχῆς στιγμαί. καὶ οὐδὲν ἀδύνατον ἡ ὑπόθεσις ἔχει· εἰ γὰρ ἀριθμὸς ἡ ψυχή, ταὐτὸν δ’ εἰπεῖν σωρεία στιγμῶν διωρισμένων, ἐνδέχεται δὲ ἀπείρους στιγμὰς μιᾷ καὶ τῇ αὐτῇ στιγμῇ ἐφαρμόσαι, ὥσπερ τῷ κέντρῳ τοῦ κύκλου τὰ πέρατα τῶν εὐθειῶν τῶν ἐκ τῆς περιφερείας ἀγομένων ἐπ’ αὐτὸ τὸ κέντρον, ἐνδέχοιτο ἂν καὶ πάσας τὰς στιγμὰς ἐξ ὧν ἡ ψυχὴ μιᾷ στιγμῇ τοῦ σώματος ἐφαρμόσαι. ἐνδεχόμενον δέ ἐστιν, οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δὲ ὑπάρχειν, οὐδὲν ἀδύνατον συμβαίνει.2 ἀλλὰ μὴν εἰ ἀριθμὸς ἡ ψυχή, ταὐτὸν δ’ εἰπεῖν πλῆθος στιγμῶν, ἐνδέχοιτο ἂν πάσας ἑνὶ σημείῳ τοῦ σώματος ἐφαρμόζειν, διῃρημένας γε οὔσας ἐνεργείᾳ· τούτῳ δὲ ἕπεται τὸ καθ’ ἓν σημεῖον ἐψυχῶσθαι τὸ σῶμα, ὅπερ ἀδύνατον· καθ’ ὅλον γὰρ ζῇ καὶ ἐψύχωται. οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή· ταύτῃ γὰρ τῇ ὑποθέσει τὸ ἄτοπον ἠκολούθησε. καὶ ἄλλως συμβήσεται τὴν ψυχὴν μίαν εἶναι στιγμήν. κἂν εἴ τις δὲ μὴ τοῦτο ὑποθοῖτο πάσας τὰς τῆς ψυχῆς στιγμὰς μιᾷ στιγμῇ τοῦ σώματος ἐφαρμόττειν, ἀλλὰ μίαν ψυχικὴν στιγμὴν μιᾷ σωματικῇ στιγμῇ ἐφαρμόζειν, οὐδ’ οὕτω τὸ ἄτοπον ὁ λόγος ἐκφεύξεται· καὶ οὕτω γὰρ ἀνάγκη μὴ καθ’ ὅλον ἑαυτὸ τὸ σῶμα ἐμψυχῶσθαι, ἀλλὰ κατά τινας τῶν ἐν αὐτῷ στιγμῶν, ὅλως δὲ μηδὲ εἶναί τι ἔμψυχον σῶμα. ὅλως δὲ αἱ στιγμαὶ οὐ σῶμα· ὥστε 〈εἰ〉 αἱ ψυχικαὶ στιγμαὶ ἐν ταῖς τοῦ σώματος στιγμαῖς ἐγγίνονται, οὐ ταὐτὸν δέ ἐστι τὸ σῶμα ταῖς ἐν αὐτῷ στιγμαῖς, ὥσπερ οὐδὲ ταὐτόν ἐστιν εἰπεῖν πέρας καὶ περατούμενον, οὐδὲν ἄρα σῶμα ἔμψυχον. εἰ δὲ αἱ τῆς ψυχῆς στιγμαὶ αἱ αὐταὶ εἶεν ταῖς τοῦ σώματος στιγμαῖς, πᾶν δὲ σῶμα στιγμὰς ἔχει, ἔσται ἄρα πᾶν σῶμα ἔμψυχον. εἰ μὲν οὖν εἰσιν ἕτεραι 〈αἱ〉 ἐν τῷ σώματι μονάδες καὶ αἱ στιγμαί (μονάδας καὶ στιγμὰς ἐπὶ τοῦ αὐτοῦ φησι, λέγω δὴ τῶν ἐν τῷ σώματι στιγμῶν· εἶπε γὰρ ὅτι καὶ αἱ στιγμαὶ μονάδες εἰσὶ θέσιν ἔχουσαι), εἰ οὖν αἱ μονάδες, φησίν, ἤτοι αἱ στιγμαὶ αἱ ἐν τῷ σώματι ἕτεραί εἰσι ταῖς μονάσιν ἤτοι ταῖς στιγμαῖς τῆς ψυχῆς, καθέξει χώραν στιγμῆς, ἡ μονὰς δηλονότι τῆς ψυχῆς τῆς στιγμῆς τοῦ σώματος χώραν καθέξει. κοινότερον δὲ εἶπε χώραν στιγμῆς· τὸ γὰρ ἀδιαίρετον οὐκ ἔστιν ἐν τόπῳ. δύναται δὲ τόπον τῆς ψυχικῆς στιγμῆς εἰρηκέναι τὴν ἐν τῷ σώματι στιγμήν.
「それゆえ、もし身体の中のモナスたちと点たちとが異なるものであるとすれば、モナスたちは同一の場所にあることになるであろう。というのも、[モナスは]点の場所を占めるからである。」 この議論はなおもクセノクラテスに向けられている。彼は魂の構成要素であるモナスたちが点であることを示した。なぜならモナスとは位置を持たない点であり、魂のモナスたちは位置を持っているからである――身体の中にあるからである。したがってそれらは点である。同様に点たちも位置を持つモナスたちである。それゆえ、もしモナスたちが点であり、点たちがモナスであるなら、そしてすべての身体の中に点があるとするなら、魂を構成するモナスたち、すなわち点たちは、魂が存在する身体の中にある点たち、すなわちモナスたちと同一であるのか、それとも異なるのか。もし魂の[点たち]が身体の[点たち]と異なるとするなら、魂が身体の中に生じるとき、魂の点たちは身体の点たちに重なり合うであろう。そして、点に重なり合う点は一つの点を作る。なぜなら、部分を持たないものが部分を持たないものと合わさっても、部分を持たないものを作るからである。しかし、もし魂の[点]が身体の[点]という別のものに一つ重なり合っても、両者から成るものが少しも増大しないとすれば、魂のより多くの点たちが身体の同一の点に重なり合うことを何が妨げようか。なぜなら、無数の不可分なものが合わさっても大きさを生じさせないからである。したがって、魂のすべての点たちが身体の一つの点に重なり合うことも可能である。そして、どれほど多くの点たちが重なり合おうとも、それらは一つの点を作るであろう。したがって、身体はそれ自身の[ある一つの]点において、魂のすべての点たちが重なり合った点において生命を持つものとなるであろう。そしてこの仮定は何ら不可能なことを含んではいない。なぜなら、もし魂が数であり、同じことであるが離散的な点たちの集積であるとすれば、また円の中心に円周からその中心自体へと引かれる直線たちの端点が[重なり合う]ように、同一の一つの点に無数の点が重なり合うことが可能であるとすれば、魂の構成要素であるすべての点たちが身体の一つの点に重なり合うことも可能であろうからである。そして可能であるとは、それが必然的ではないにしても、存在すると仮定されたときに不可能なことが何ら生じないもののことである。だがしかし、もし魂が数であり、同じことであるが点たちの集多であるとすれば、たとえそれらが現実活動において分かたれているとしても、身体の一つの点にすべてが重なり合うことが可能であろう。そしてこれには、身体が一つの点において魂を吹き込まれているということが従うが、これは不可能である。なぜなら[身体は]その全体において生き、魂を吹き込まれているからである。それゆえ魂は数ではない。なぜならこの不都合はこの仮説に従ったからである。そして別様にも、魂が一つの点であるということが帰結するであろう。たとえ魂のすべての点たちが身体の一つの点に重なり合うと仮定せず、一つの魂の点が身体の一つの点に重なり合うと仮定するとしても、議論はこの不都合を逃れはしないであろう。なぜならこのようにしても、身体がそれ自身の全体において生命を持つのではなく、その中にあるいくつかの点において[生命を持つ]こと、また一般に生命を持つ身体というものが何一つ存在しないことが必然的となるからである。一般に点たちは身体ではない。したがって、もし魂の点たちが身体の点たちの中に生じるのであり、しかも身体がその中にある点たちと同一ではないとすれば――限界と限界づけられるものとを同一と言うことができないのと同様である――生命を持つ身体は何一つないことになる。他方、もし魂の点たちが身体の点たちと同一であるとすれば、すべての身体は点を持つのだから、すべての身体が生命を持つことになろう。「それゆえ、もし身体の中のモナスたちと点たちとが異なるものであるとすれば」――彼は同一のものについて「モナスたち」および「点たち」と言っている、すなわち身体の中にある点たちのことである。というのも、点たちも位置を持つモナスたちであると彼が言ったからである――「それゆえ、もし」身体の中にあるモナスたち、すなわち点たちが魂のモナスたち、すなわち点たちと異なるとすれば、「点の場所を占めるであろう」、すなわち明らかに魂のモナスが身体の点の場所を占めるであろう、と彼は言う。そして彼は「点の場所」と、より通俗的に言ったのである。なぜなら不可分なものは場所の中にないからである。しかし彼は、身体の中にある点を、魂の点の場所と呼んだのかもしれない。
- 1.167Εἰ μὲν οὖν εἰσιν ἕτεραι αἱ ἐν τῷ σώματι μονάδες καὶ αἱ στιγμαί
レンマの文頭。ピロポノス自身の解説(μονάδας καὶ στιγμὰς ἐπὶ τοῦ αὐτοῦ φησι)が示すように、アリストテレスの原文表現は「身体の中のモナスたち[=魂]と[身体の]点たちとが異なるならば」という意味であるが、語順上は「身体の中のモナスたちと点たちとが異なるならば」と読める。ピロポノスはこれを「身体の中の点たち(これらも位置を持つモナスである)と魂のモナスたち(点たち)との区別」という意図として注釈している。
- 1.167ἐνδεχόμενον δέ ἐστιν, οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δὲ ὑπάρχειν, οὐδὲν ἀδύνατον συμβαίνει.
アリストテレス哲学における「可能(偶有的可能)」の標準的定義に基づく文。関係代名詞属格 οὗ に二つの絶対属格(否定条件を表す μὴ ὄντος ἀναγκαίου と仮定を表す τεθέντος δὲ ὑπάρχειν)が並列され、後続の主文(οὐδὲν ἀδύνατον συμβαίνει)に係る入れ子構造をなしている。
