← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§139.17-140.21

魂と身体の適合性およびピタゴラス的転生批判

アリストテレスが先行する思想家たち全般に対し、魂について論じながらそれを受け入れる特定の身体の性質や適合性を論じていない点、および魂が任意の身体に入りうるかのようなピタゴラス的転生説に陥っている点を批判していることを解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.135#1

" Ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τῶν περὶ ψυχῆς." Ἀντειπὼν κατὰ μέρος πρὸς ἑκάστην τῶν περὶ ψυχῆς δοξῶν νῦν μίαν καὶ κοινὴν πασῶν ὁμοῦ σχεδὸν ἐπιφέρει κατηγορίαν τοῖς περὶ ψυχῆς εἰρηκόσιν, ὅτι περὶ ψυχῆς εἰπόντες οὐδὲν εἰρήκασι περὶ τοῦ δεκτικοῦ αὐτῆς σώματος, ποία ψυχὴ ποίῳ χρῆται σώματι. καίτοι ψυχὴ καὶ σῶμα τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει· τῶν δὲ ποιούντων καὶ πασχόντων ἔστι τις σχέσις καὶ κοινωνία· οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχει· οὐδὲ γὰρ λευκότης ὑπὸ γλυκέος. οὐκοῦν οὐδὲ ἡ ψυχὴ ἡ αὐτὴ εἰς πᾶν δράσει σῶμα οὔτε τὸ τυχὸν σῶμα ὑπὸ τῆς τυχούσης ψυχῆς πείσεται. εἰ γὰρ κατ’ εἶδος διαφέρουσιν ἀλλήλων τὰ ζῷα, εἶδος δὲ τῶν ἐμψύχων ἡ ἑκάστου ψυχή (αὕτη γὰρ τελειοῖ τὸ ὑποκείμενον), τὸ δὲ αὐτὸ εἶδος ἐν διαφόρῳ οὐ γενήσεται ὕλῃ (ἑκάστου γὰρ εἴδους ἰδία ὕλη· ἄλλη γὰρ χαλκοῦ καὶ ἄλλη λίθου, καὶ τῶν ἄλλων ὁμοίως), οὐδὲ ψυχὴ ἄρα ἡ τυχοῦσα ἐν τῷ τυχόντι γενήσεται σώματι. ὥσπερ οὖν καὶ τὸν φυσιολογοῦντα περὶ χαλκοῦ οὐ μόνον δεῖ τὸ εἶδος αὐτοῦ λέγειν, ἀλλὰ καὶ τὴν ὕλην, ὥσπερ καὶ αὐτὸς ἐποίησεν ἐν τῷ τετάρτῳ τῶν Μετεώρων καὶ ἀλλαχοῦ, οὕτως ἄρα καὶ τὸν περὶ ψυχῆς λέγοντα δεῖ καὶ περὶ τοῦ σώματος λέγειν τοῦ δεξομένου αὐτήν, ποῖόν τι τὴν φύσιν καὶ τὴν δύναμίν ἐστιν, εἴπερ ἡ ψυχὴ σώματός ἐστι ψυχή. οὗτοι δέ, φησίν, περὶ ψυχῆς εἰπόντες οὐδὲν προσδιωρίσαντο περὶ τοῦ σώματος, ὥσπερ ἐνδεχόμενον, φησί, κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα,1 πάνυ πληκτικῶς τῷ λόγῳ χρώμενος. μυθώδη φησὶ καὶ οὐκ ἄξια λόγου τὰ ὑπ’ αὐτῶν λεγόμενα, οἷόν ἐστι καὶ τὸ Ἐμπεδοκλέους (Πυθαγόρειος γὰρ καὶ οὗτος) “ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς”. τοῦτο δὲ ἄτοπον· ἕκαστον γὰρ τῶν πραγμάτων ἰδιάζον ἔχει τὸ εἶδος. ὥστε εἰ διάφορα τῶν ζῴων τὰ εἴδη, εἶδος δὲ μάλιστα ἡ ψυχή, οὐχ ἡ αὐτὴ ψυχὴ ἔσται πάντων τῶν ζῴων. ὥσπερ γὰρ ἄλλη τέχνη ἄλλοις ὀργάνοις χρῆται, καὶ οὐδέποτε χρήσαιτο ἂν τεκτονικὴ αὐλοῖς, οὕτως ἄρα καὶ ταῖς ψυχαῖς οἰκεῖα τὰ φυσικὰ ὄργανα, οἷς χρήσονται, τὰ σώματα· δεῖ γὰρ πρὸς τὰς ὁρμὰς τῆς ψυχῆς ἐπιτήδειον εἶναι τὸ δεκτικὸν αὐτῶν σῶμα.2 ὡς γὰρ ἡ τέχνη πρὸς τὰ ὄργανα ἔχει, οὕτως ἡ ψυχὴ πρὸς τὸ σῶμα· εἰ τοίνυν μὴ οἷόν τε τὴν τέχνην τῷ τυχόντι χρήσασθαι ὀργάνῳ, οὐδ’ ἡ τυχοῦσα ἄρα ψυχὴ τῷ τυχόντι χρήσεται σώματι. ἔδει οὖν αὐτοὺς περὶ ψυχῆς λέγοντας εἰπεῖν καὶ περὶ τοῦ δεξομένου τὴν ψυχὴν σώματος, ὅπερ αὐτὸς ἐποίησεν ἐν τῇ Περὶ μορίων ζῴων πραγματείᾳ· χαρακτηρίζεσθαι γὰρ ἕκαστον τῶν μορίων οὔτε ἐκ μόνης τῆς ψυχικῆς ἐνεργείας οὔτε ἐκ μόνης τῆς σωματικῆς συνθέσεως, ἀλλ’ ἐξ ἀμφοῖν.

「しかし、その不条理は、この議論にも、また霊魂についての[学説の]大部分にも生じる。」 霊魂についての個々の見解に対して個別に反論した上で、今や彼は霊魂について語った者たちに対して、ほぼすべてに共通する一つの告発を投げかけている。すなわち、霊魂について語りながら、霊魂を受け入れる身体について、いかなる霊魂がいかなる身体を用いるのかを何ら語っていない、ということである。にもかかわらず、霊魂と身体とは、一方が作用し他方が作用を受ける。そして、作用するものと作用を受けるものとの間には、ある関係と共通性がある。なぜなら、任意のものが任意のものによって作用を受けるわけではないからである。というのも、白さが甘さによって[作用を受ける]のではないのと同様である。したがって、同じ霊魂があらゆる身体へと働きかけることもできなければ、任意の身体が任意の霊魂によって作用を受けることもない。というのも、もし動物たちが形相において互いに異なっており、魂を持つものたちの形相とはそれぞれの霊魂であり(なぜなら霊魂こそが基底材を完成させるからである)、他方で同じ形相が異なる質料において生じることはありえないとすれば(各々の形相には固有の質料がある。青銅の質料と石の質料は別であり、他のものについても同様である)、任意の霊魂が任意の身体において生じることも決してありえないからである。それゆえ、青銅について自然学的に論じる者も、その形相だけでなくその質料をも語らねばならず、それは彼自身が『気象論』第四巻やその他の箇所で行った通りであるのと同様に、霊魂について語る者もまた、もし霊魂が身体の霊魂であるならば、霊魂を受け入れる身体について、それが本性と能力においていかなるものであるかを語らねばならないのである。ところが彼らは、霊魂について語りながら、身体については何も付加的に規定しなかった、と彼は言う。それはあたかも、ピタゴラス派の神話のように任意の霊魂が任意の身体に入り込むことが可能であるかのようであり、彼は極めて痛烈に言葉を用いているのである。彼らの語る事柄は神話的であり議論に値しないと彼は言うのであり、それはエンペドクレス(彼もまたピタゴラス派である)の次の言葉のようなものである。「かつて私はすでに、少年となり少女となり、茂みとなり鳥となり、海より出る旅人なる魚となった。」しかしこれは不条理である。事物の各々は固有の形相を持っているからである。したがって、もし動物の形相が多様であり、かつ形相とは何よりも霊魂であるとすれば、すべての動物の霊魂が同一であることはないであろう。というのも、異なる技術は異なる道具を用い、大工術が笛を用いることなど決してありえないのと同様に、霊魂にとっても、それらが用いる自然的道具たる身体は固有のものだからである。実際、霊魂の諸々の衝動に対して、それら[衝動]を受け入れる身体は適合したものでなければならない。技術が道具に対してもつ関係と同様に、霊魂も身体に対して関係しているからである。それゆえ、もし技術が任意の道具を用いることができないのだとすれば、任意の霊魂が任意の身体を用いることも決してできないのである。したがって、霊魂について語る彼らは、霊魂を受け入れる身体についても語るべきであったのであり、それこそが彼自身が『動物部分論』において行ったことである。というのも、各々の部分は霊魂の活動のみからも身体の結合構造のみからも規定されるのではなく、双方から規定されるからである。

構文注2 件
  1. 1.135ὥσπερ ἐνδεχόμενον, φησί, κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα

    ὥσπερ に導かれる対格分詞 ἐνδεχόμενον は非人称動詞 ἐνδέχεται に由来する絶対対格構文であり、「あたかも…が可能であるかのように」という様態あるいは主観的見解を表す副詞節を形成している。後続の対格不定詞句(τὴν τυχοῦσαν ψυχὴν ... ἐνδύεσθαι σῶμα)が ἐνδεχόμενον の意味上の主語(真主語)として機能している。

  2. 1.135τὸ δεκτικὸν αὐτῶν σῶμα

    代名詞属格 αὐτῶν の先行詞は、直前の句にある女性複数名詞 τὰς ὁρμάς(魂の衝動たち)である。身体は単に「魂(単数)」を受け入れるだけでなく、魂の多様な働きや衝動(複数)に適した構造をもつべきであるという文脈に対応している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:139.17-140.21