- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:119.35-121.12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
フィロポノスは『ティマイオス』における「異なるもの」の円の運動と7分割、惑星の比率や大年の周期、世界の身体への魂の織り交ぜという比喩の哲学的意味を解説し、アリストテレス本文の検討へと移行する。
ἐπ’ ἀριστερὰ δὲ τὸν θατέρου κινεῖ δηλῶν τὴν ἀπὸ δυσμῶν τῶν πλανωμένων κίνησιν. οὕτω καὶ ὁ ποιητής φησιν ‘ἢ ἐπ’ ἀριστερὰ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε, ἢ ἐπὶ δεξιὰ τοί γε ποτὶ ζόφον ἠερόεντα’. καλεῖ δὲ ταὐτοῦ τὴν ἀπλανῆ ὡς μίαν οὖσαν καὶ ὁμαλὴν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν, θατέρου δὲ τὴν λοιπὴν ὡς μήτε μίαν οὖσαν, ἀλλὰ ποικίλην, [καὶ] οὔτε ὁμαλήν, ἀλλὰ ἄνισον καὶ ἀνώμαλον· καὶ γὰρ αἱ τῶν πλανωμένων κινήσεις καὶ πρὸς ἀλλήλας καὶ πρὸς ἑαυτάς εἰσιν ἄνισοι. σχίζει δὲ τὸν θατέρου κύκλον εἰς ἑπτὰ κατὰ ἀναλογίαν τοιαύτην, ἣν καὶ αἱ πλανώμεναι πρὸς ἀλλήλας ἔχουσι· κατὰ γὰρ τοὺς λόγους τούτους σχίζει καθ’ οὓς τά τε ἀποστήματα καὶ αἱ κινήσεις αὐτῶν εἰσι πρὸς ἀλλήλας. πῶς οὖν ταῦτα ἐπὶ τῆς ἡμετέρας ἁρμόσει ψυχῆς; δῆλον ὅτι κατὰ τὸν λόγον ὃν καὶ ἐπὶ τῶν ἁρμονικῶν εἴπομεν ἀριθμῶν. ἡ μὲν γὰρ τοῦ παντὸς ποιητικὰς τούτων ἔχει δυνάμεις καὶ παραδειγματικάς, ἡ δ’ ἡμετέρα γνωστικάς τε καὶ εἰκονικάς. ἔχει γὰρ δύναμιν γνωστικὴν καθ’ ἣν γινώσκει τούς τε τῶν κινήσεων λόγους καὶ τὰς αὐτῶν συμφωνίας καὶ διαφοράς. καὶ γὰρ ἔγραψάν τινες τὸν λόγον τῶν κινήσεων τούτων πρὸς ἀλλήλας, ποῖον ἑκάστη κίνησις λόγον πρὸς ἑκάστην τῶν λοιπῶν ἔχει, καὶ περὶ τῆς ἑκάστου πρὸς ἕτερον συμφωνίας τε καὶ ἀποκαταστάσεως, καὶ ἔτι περὶ τῆς πάντων ἅμα, ἥν φασι διὰ πολλῶν μυριάδων ἐτῶν γίνεσθαι· γίνεσθαι δ’ ἐν τοῖς τροπικοῖς ἢ ἐν καρκίνῳ ἢ ἐν αἰγοκέρωτι, ἔνθα καὶ γινομένων ἢ πυρπόλησιν ἢ ἐπικλυσμὸν ποιεῖ.1 ἀπολαμβάνει δὲ ἐντὸς πᾶν τὸ σωματοειδὲς τοῦ κόσμου, καὶ συναρμόσας αὐτὴν ἐκ τοῦ μέσου διαπλέκει μέχρι τοῦ ἐσχάτου οὐρανοῦ καὶ κύκλῳ αὐτὸν πάντα περικαλύπτει, σημαίνων ὅτι οὔτε ἔξω τοῦ οὐρανοῦ ἔστι τι, ἀλλ’ ἐντὸς πάντα περιείληπται, καὶ ὅτι οὐδὲν ἄμοιρον ζωῆς, ἀλλὰ πάντα μετέχει τῆς ἀπὸ τῆς ψυχῆς τοῦ παντὸς ἐνδιδομένης ἐλλάμψεως ἢ ἀμυδρότερον ἢ καθαρώτερον κατὰ τὰ ἑαυτοῦ μέτρα ἕκαστον. καὶ γὰρ αὐτὰ τὰ ἄψυχα μετέχει τινὸς ζωῆς καθ’ ἣν καὶ δυνάμεις τινὰς ἔχουσιν, ἢ θερμαίνοντα ἢ ψύχοντα ἢ ξηραίνοντα ἢ ὑγραίνοντα, ἔτι τε κινούμενα ἢ κατὰ ἄλλας τινὰς δυνάμεις ἐνεργοῦντα καὶ παραδόξους, ὧν τὰ μὲν καὶ ἐν πείρᾳ ἐστὶ τῶν πολλῶν, τὰ δὲ πολλὰ ἱστοροῦσιν οἱ περὶ τούτων γράψαντες. οἷον ἡ Μαγνῆτις λίθος ἑλκτικὴν ἔχει δύναμιν, ἄλλος ἐκφλογοῦται μὲν ὕδατι βρεχόμενος, σβέννυται δὲ ἐλαίου ἐπιχεομένου, ἄλλος καθεκτικὴν ἔχει τῶν ἐμβρύων δύναμιν, καὶ οὐ πρότερον τίκτει τὰ ζῷα οἷς ὁ λίθος οὗτος περίκειται, πρὶν ἂν ἀφαιρεθῇ, καὶ μυρία τοιαῦτα ὅσα, περὶ ὧν οὐ καιρὸς λέγειν. πόθεν οὖν αἱ δυνάμεις αὗται, εἰ καθάπαξ ἄμοιρα ζωῆς τινος ἦσαν τὰ ἄψυχα; τί δὲ βούλεται αὐτῷ ἡ διαπλοκὴ τῆς ψυχῆς πρὸς τὸ σωματοειδὲς τοῦ κόσμου; λέγω οὖν ὅτι τριῶν οὐσῶν τούτων μίξεων, τῆς κατὰ παράθεσιν καθ’ ἣν συνημμένοι εἰσὶν ἀλλήλοις οἱ λίθοι ἐξ ὧν ἡ οἰκία, καὶ τῆς κατὰ κρᾶσιν, ὡς ἐπὶ τοῦ οἴνου καὶ τοῦ ὕδατος, καὶ τῆς κατὰ διαπλοκὴν ὡς ἐπὶ τῶν σχοινίων, ἡ μὲν κατὰ παράθεσιν ἀσυμπαθής ἐστιν (οὐδεμία γὰρ γίνεται τῶν παρακειμένων πρὸς ἄλληλα συμπάθεια), ἡ δὲ κατὰ κρᾶσιν σύγχυσιν τῶν κιρναμένων ἐργάζεται, ἡ μέντοι κατὰ διαπλοκὴν μέση πώς ἐστιν οὔτε τῆς παραθέσεως τὸ ἀσυμπαθὲς ἔχουσα οὔτε τῆς κράσεως τὸ συγκεχυμένον· συνάπτεται γὰρ ἀλλήλοις τὰ συμπλεκόμενα κατὰ πλείονα μόρια. εἰκότως οὖν τὸν σύνδεσμον τῆς ψυχῆς πρὸς τὸ σῶμα δηλῶσαι βουλόμενος οὐκ εἶπεν ἔμιξεν ἢ συνεκέρασεν, ἀλλὰ συνέπλεξε, διότι οὔτε συνουσίωται τῷ σώματι ὥσπερ τὰ κινούμενα, οἷαί εἰσι καὶ αἱ φυσικαὶ δυνάμεις καὶ τὰ εἴδη,2 οὔτε πάντῃ τῆς πρὸς αὐτὸ συμπαθείας τε καὶ σχέσεως ἠλλοτρίωται, ὥσπερ τὰ ὑπερκόσμια. ταῦτα μὲν οὖν ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὰ ἐν τῇ ψυχογονίᾳ τῷ Τιμαίῳ δηλούμενα. λοιπὸν δὲ τὴν λέξιν αὐτὴν ἐπισκεψώμεθα. τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ Τίμαιος φυσιολογεῖ τὴν ψυχὴν κινεῖν τὸ σῶμα, τὸν αὐτὸν τρόπον τῷ Δημοκρίτῳ.
そして彼は異なるものの円を左へと動かすが、これは惑星の西からの運動を示している。詩人も次のように言っている。「彼らが左へと、朝と太陽の方へと行くにせよ、あるいは彼らが右へと、暗い霧の方へと[行くにせよ]」。そして彼は恒星天を「同一のもの」と呼ぶが、それは単一であり一様であり常に同じ状態にあるからであり、残りのものを「異なるもの」と呼ぶのは、単一ではなく多様であり、一様でもなく不等で不同だからである。実際、惑星の諸運動は互いに対してもそれら自身に対しても不等である。そして彼は異なるものの円を、惑星が互いに対して持つような比例に従って七つに切り裂く。というのも、それらの距離と諸運動が互いに対してなす比率に従って彼は切り裂くからである。それでは、これらはわれわれの魂においてどのように適合するのだろうか。調和的な数々についてわれわれが語ったのと同じ理屈によることは明らかである。すなわち、宇宙の魂はこれら[の比率]の生産的かつ原型的な諸能力を有するのに対し、われわれの魂は認識的かつ模像的な諸能力を有する。なぜなら、諸運動の比率やそれらの調和と差異をそれによって知る認識能力をわれわれの魂は持っているからである。実際、ある人々はこれらの諸運動の相互に対する比率、すなわち各運動が残りの各運動に対してどのような比率を持つか、また各々の天体の他に対する協和と復帰について、さらにはすべての天体の同時の復帰について書き記したが、彼らはそれが幾万年もの歳月を経て起こると言う。そしてそれは至点、すなわち蟹座あるいは山羊座において生じ、そこで[諸星が]合するとき、あるいは火災をもたらすか、あるいは大洪水をもたらすのである。また彼は世界の身体的なもの全体を内に収め、魂を中間から結合して最も端の天に至るまで織り交ぜ、全周にわたって天全体を包み込む。これは、天の外には何ものもなく、すべてが内に包摂されていること、そしていかなるものも生にあずからないことはなく、すべてのものが宇宙の魂から与えられる照応を、よりかすかにであれ、より純粋にであれ、各自の度合いに応じて分有していることを示している。実際、無生物それ自体さえもある種の生を分有しており、それに従ってある種の諸能力をも有しているのであって、温めたり冷やしたり乾かしたり湿らせたりし、さらに運動したり、あるいは他のある驚くべき能力に従って働いたりする。それらのうち、あるものは大衆の経験の中にもあり、多くのものはこれらについて記した者たちが報告している。たとえば磁石は引き寄せる能力を持ち、別の石は水に浸されると発火し、油が注がれると消え、また別の石は胎児を保持する能力を持ち、この石が巻かれている動物は石が取り除かれるまでは子を産まない、といった類が無数にあるが、それらについて語る時節ではない。それでは、もし無生物が何らかの生にまったくあずかっていないとすれば、これらの能力はどこから来るのか。また、魂が世界の身体的なものと織り交ぜられることは、彼にとって何を意味するのか。そこで私は次のように言う。これら三つの混合、すなわち家を構成する石材が互いに結び合わされている並置による混合、葡萄酒と水の場合のような融合による混合、そして綱の場合のような織り交ぜによる混合のうち、並置によるものは共感がない(並置されたものが互いに対して抱く共感は全く生じないからである)。また融合によるものは混合されるものの混濁を生み出す。しかし織り交ぜによるものは、並置の無共感さも持たず、融合の混濁も持たず、ある意味で中間である。なぜなら織り交ぜられるものは、より多くの部分において互いに結び合わされるからである。それゆえ当然にも、身体に対する魂の結びつきを示そうとして、彼は「混ぜ合わせた」とか「融合させた」とは言わず、「織り交ぜた」と言ったのである。なぜなら魂は、動かされるものたち、すなわち自然本来の諸能力や形相のようなものたちのように、身体と同一の実体をなしているわけでもなく、超宇宙的なものたちのように、身体に対する共感や関係から完全に疎遠になっているわけでもないからである。以上が、要約して言えば、魂創造においてティマイオスによって示されている事柄である。さて、[アリストテレスの]語句そのものを検討することにしよう。「そしてティマイオスもまた同じ仕方で魂が身体を動かすと自然学的に論じている」、すなわちデモクリトスと同じ仕方で。
- 1.109ἔνθα καὶ γινομένων ἢ πυρπόλησιν ἢ ἐπικλυσμὸν ποιεῖ
γινομένων は天体あるいは至点での合を意味上の主語とする属格絶対構文であり、主節の主語(天球ないし魂、あるいは非人称的働き)が「火災や大洪水」を引き起こす(ποιεῖ)という構造をとる。
- 1.109οὔτε συνουσίωται τῷ σώματι ὥσπερ τὰ κινούμενα, οἷαί εἰσι καὶ αἱ φυσικαὶ δυνάμεις καὶ τὰ εἴδη
συνουσίωται は完了受動直説法で「実体を等しくする、一体化する」の意。ὥσπερ τὰ κινούμενα は「動かされる事物(内在的実体・形相など)のように」と解され、直後の女性複数主格 οἷαί εἰσι καὶ αἱ φυσικαὶ δυνάμεις は例示として同格的に付加されている。
