- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:75.3-75.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレス『動物発生論』734a14に基づき、第一の作用者(父)が胎児の内にも外にも部分として存在しえないことを論証し、種子の無限後退という不合理を指摘する。
" Εἰ δὲ μή ἐστι τῆς ψυχῆς μηδέν, ὃ μὴ τοῦ σώματός ἐστιν ἔν τινι μορίῳ.1" Δείκνυσι διὰ τούτου, ὥσπερ ἤδη εἴπομεν, ὅτι τὸ πρώτως ποιοῦν οὐκ ἔστιν ἐν τῷ γινομένῳ οὔτε ὅλως μόριόν ἐστιν αὐτοῦ. ὅτι δὲ τὸ πρώτως καὶ κυρίως ποιοῦν ὁ πατήρ ἐστι, δῆλον· ἐξ αὐτοῦ γὰρ τὸ σπέρμα καὶ ἡ ἐν αὐτῷ δύναμις. συγχεῖ δὲ καὶ τῇδε κἀκεῖσε ταλαντεύει τὸν λόγον διὰ τὸ μὴ προαναφωνῆσαι ὅτι περὶ τοῦ πρώτως, οἷον τοῦ πατρός, ποιοῦντός ἐστι νῦν αὐτῷ ὁ λόγος, ἀλλ’ ἀορίστως περὶ τούτου ζητεῖν. δείκνυσι δὲ ὅτι οὔτε ἔνεστιν ἐν τῷ σπέρματι ὁ πατὴρ οὔθ’ ὅλως μέρος ἐστὶ τοῦ γινομένου. δείξας πρότερον ὡς εἴπερ ἐστὶ μέρος αὐτοῦ, ἀνάγκη ἔμψυχον εἶναι καὶ ἔχειν ψυχικήν τινα δύναμιν ὥσπερ καὶ τὰ ἄλλα μόρια, λέγει νῦν εἰ δὴ μή ἐστι τῆς ψυχῆς μηδέν, ὃ μὴ τοῦ σώματός ἐστιν ἔν τινι μορίῳ, τουτέστιν εἰ οὖν πάντα τὰ τῆς ἀλόγου ψυχῆς μόρια εἴδη καὶ ἐντελέχειαί εἰσιν ἑκάστου τῶν τοῦ σώματος μερῶν, ὡς ἐν τῇ Περὶ ψυχῆς δέδεικται, καὶ ἐν τοῖς τοῦ σώματός εἰσι μέρεσιν ὡς εἴδη ἐν ὕλαις, εἴπερ ἐστὶ τὸ ποιοῦν μέρος τοῦ ζῴου, ὑπάρξαι ἂν καὶ ἐν αὐτῷ μέρος τι ἢ δύναμίς τις τῆς ψυχῆς, καὶ ἔμψυχον ἄν τι εἴη μόριον εὐθὺς ἐν τῷ σπέρματι ὄν· εἶτα τούτῳ συναπτέον τὸ ἀλλὰ μὴν καὶ τὸ ἐν τῷ σπέρματι εὐθὺς ἐνυπάρχειν τι μόριον τοῦ ζῴου ἢ φυτοῦ γεγενημένον, εἴτε δυνάμενον ποιεῖν τὰ ἄλλα εἴτε μή, ἀδύνατον·2 οὕτω γάρ ἐστι τὸ ἐφεξῆς τῆς λέξεως, τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον· ἔμψυχον ἄν τι εἴη εὐθὺς ἐν τῷ σπέρματι, ἀλλὰ μὴν ἀδύνατον ἔμψυχόν τι εἶναι, εἴτε δύναται ποιεῖν τὰ ἄλλα, κἂν τε μὴ δύναται. εἰ γάρ ἐστιν ἔμψυχον, πᾶν δὲ ἔμψυχον ἐκ σπέρματος, ἀνάγκη εἶναι πρὸ τοῦ σπέρματος ἐν ᾧ ἐστιν ἄλλο σπέρμα, ἀφ’ οὗ γέγονεν. ὅτι μὲν γὰρ τοῦτο ὑπὸ τοῦ ποιήσαντος τὸ σπέρμα ἐν ᾧ ἐστι γέγονε, δῆλον, ἀλλ’ ἀνάγκη πρὸ τούτου τε καὶ τοῦ ἐν ᾧ ἐστι σπέρματος ἄλλο εἶναι σπέρμα, ἐξ οὗ γέγονε· πᾶν γὰρ ἔμψυχον ἐκ σπέρματος· ὥστε ἔσται τοῦ σπέρματος σπέρμα, καὶ τοῦτ’ εἰς ἄπειρον. οὐθὲν ἄρα οἷόν τε τὸ ποιοῦν μόριον ὑπάρχειν τοῦ γινομένου· δέδεικται δὲ ὅτι οὐδὲ ἔξω ὂν δύναται ποιεῖν. διό, φησί, πειρατέον ταῦτα λύειν.
「しかし、もし身体の何らかの部分のうちにないような霊魂の[部分]が何もないならば。」 我々が既に述べたように、彼はこれによって、第一に作るものは生じるもののうちに存在せず、およそそれの部分でもないということを論証する。そして、第一にかつ本来的に作るものが父であることは明らかである。なぜなら、種子およびその中にある能力は彼から発するからである。しかし彼は、目下の議論が第一に作るもの、例えば父に関するものであるということを前もって明言せず、これについて非限定的に探究しているがゆえに、議論を混濁させ、あちらこちらへと揺れ動かせている。しかし彼は、父は種子のうちに内在せず、およそ生じるものの部分でもないということを論証する。[彼は]以前に、もしそれがこれの部分であるならば、他の部分と同様に生命を宿し、何らかの霊魂的な能力を持つことが必然であると論証したうえで、今や「もし身体の何らかの部分のうちにないような霊魂の[部分]が何もないならば」と言っている。すなわち、もし理なき霊魂のすべての部分が、『霊魂について』で論証されたように、身体の各部分の形相であり現実態であって、質量の中の形相のように身体の部分のうちにあるならば、もし作るものが動物の部分であるなら、その[作るもの]のうちにも霊魂の何らかの部分または何らかの能力が存在することになり、種子のうちにただちに存在する何らかの部分が生命を宿していることになるだろう、ということである。次に、これに「しかし実に、動物または植物の何らかの部分が生じて種子のうちにただちに内在することは、他の部分を作ることができるにせよ、できないにせよ、不可能である」という文を接続しなければならない。なぜなら、語句の本来の連続はこのようであって、その他のものは中間に挿入されたからである。そして言われていることは次のようである。何かがただちに種子のうちで生命を宿すことになるだろうが、他の部分を作ることができるにせよ、できないにせよ、生命を宿す何ものかが存在することは不可能である、と。なぜなら、もしそれが生命を宿すものであり、生命を宿すすべてのものが種子から生じるのだとすれば、それがそのうちにある種子の前に、それがそこから生じた別の種子が存在することが必然だからである。なぜなら、これが、それがその中にある種子を作ったものによって生じたことは明らかであるが、これの前にも、またそれがその中にある種子の前にも、それがそこから生じた別の種子が存在することが必然だからである。なぜなら、生命を宿すすべてのものは種子から生じるからである。したがって、種子の種子が存在することになり、これは無限に進むことになる。それゆえ、作るものが生じるもののいかなる部分としても存在することはあり得ない。また、外部にあっても作ることができないことが論証されている。それゆえ、これらを解決するよう試みねばならない、と彼は言う。
- 2.6Εἰ δὲ μή ἐστι τῆς ψυχῆς μηδέν, ὃ μὴ τοῦ σώματός ἐστιν ἔν τινι μορίῳ
条件節内の主節部分「μή ἐστι ... μηδέν」に否定の関係節「ὃ μή ...」が後続する二重否定構文であり、「霊魂のすべての部分は身体の部分にある」という全称肯定を意味する。「τῆς ψυχῆς」は「μηδέν」に係る部分属格。ピロポノスは続く箇所で「εἰ οὖν πάντα τὰ τῆς ἀλόγου ψυχῆς μόρια ... ἐν τοῖς τοῦ σώματός εἰσι μέρεσιν」と言い換えてこの構文の含意を明確にしている。
- 2.6τούτῳ συναπτέον τὸ ἀλλὰ μὴν καὶ τὸ ἐν τῷ σπέρματι εὐθὺς ἐνυπάρχειν τι μόριον τοῦ ζῴου ἢ φυτοῦ γεγενημένον, εἴτε δυνάμενον ποιεῖν τὰ ἄλλα εἴτε μή, ἀδύνατον
動形容詞「συναπτέον」を用いた非人称構文。「τούτῳ」(与格)は直前の帰結文を指し、中性定冠詞「τό」によって引用全体(アリストテレスのテキストの離れた箇所)が名詞化されて主語となっている。引用文内部では「τὸ ... ἐνυπάρχειν ... ἀδύνατον」という冠詞付き不定詞を主語とする構文が骨格を成しており、ピロポノスは挿入句によって隔てられたアリストテレスの本文の論理的連鎖を復元している。
