- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:59.30-61.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレス『動物発生論』730a4における無精卵と交尾時期の記述を注釈し、卵の構造・形成順序(卵黄の先行成長と卵白の分化)を解き明かした上で、雄は質料ではなく道具的・作用因的にのみ胚形成に関与すること、および受精の成立時期を論じる。
" Ἐάν τε γὰρ ὑπηνέμια τύχῃ κύουσα ἡ ὄρνις, ἐὰν μετὰ ταῦτα ὀχεύηται, μεταβεβληκότος τοῦ ᾠοῦ ἐκ τοῦ ὠχρὸν ὅλον εἶναι.1" Ὑπηνέμια λέγεται ᾠά, ἃ γεννῶσιν αἱ ὄρνιθες μὴ ὀχευθεῖσαι· τῶν γὰρ ἀλεκτρυόνων μηδ’ ὅλως ὀχευσάντων αὐτὰς γεννῶσιν ᾠά, ἃ καλεῖται ὑπηνέμια. ὑπηνέμια οὖν ἐστι τὰ χωρὶς τοῦ τῶν ἀρρένων σπέρματος γενόμενα· διὸ καὶ οὐ γίνεται ἐξ αὐτῶν ζῷα. κύειν δὲ λέγει τὸ ἔτι ἐν τῇ γαστρὶ φέρειν καὶ ἔχειν τὸ κύημα. ὠχρὸν δὲ ᾠοῦ τὸ ἐνδοτέρω πάντων κείμενον, οἷον, ἵνα ἀπὸ τοῦ ὁρωμένου ἄρξωμαι, πρῶτον μέν ἐστι τὸ ὁρώμενον κέλυφος, εἶτα ἐντὸς τούτου καὶ ἐφεξῆς ὑμήν τις λεπτότατος, εἶτα ἐφεξῆς τοῦ ὑμένος λευκόν, ὅπερ λευκὸν γίνεται νεόττιον, ὡς δειχθήσεται, εἶτα ἐφεξῆς τῷ λευκῷ τὸ ὠχρόν, ῥέπον ἐπὶ τῶν εὐτραφῶν καὶ λιπαρῶν ὀρνίθων ἐπὶ τὸ ἐρυθρότερον, ὅπερ ἐρυθρὸν τροφὴ γίνεται τῷ νεοττῷ. ἰστέον δὲ ὅτι τὸ ὠχρὸν πρῶτον μὲν αὔξεται, ἕως ἂν ἔλθῃ εἰς τὸ κατὰ φύσιν μέγεθος, εἶθ’ οὕτως λευκαίνεται καὶ λευκαίνεται οὐ πᾶν, ἀλλά τι μέρος αὐτοῦ κύκλῳ περιέχον τὸ μὴ λευκανθέν, ὥσπερ ὁρῶμεν. καὶ τότε κυρίως λέγεται ᾠόν, ὁπηνίκα λευκανθῇ· πρὶν γὰρ λευκανθῇ, οὐ κυρίως λέγεται ᾠὸν οὔτε μὴν τέλειον ᾠόν, ἀλλ’ ἀτελὲς ᾠόν, ὥσπερ καὶ ἀνδριάντα ἀτελῆ 〈λέγομεν〉 ἐν ᾧ λείπει τι ἤ τινα τῶν συνιστώντων αὐτόν. καὶ ἔστιν ἡ ὁλότης καὶ ἡ τελειότης τοῦ ᾠοῦ καὶ τὸ κυρίως ᾠὸν τὸ ἐξ ὠχροῦ καὶ περιέχοντος τὸ ὠχρὸν λευκοῦ· ὁ γὰρ ὑμὴν καὶ τὸ ὀστρακῶδες κέλυφος φυλακῆς ἕνεκα καὶ σκέπης εἰσὶ τοῦ ᾠοῦ. καὶ ταῦτα μὲν οὕτω προειλήφθω πρὸς σαφήνειαν τῶν λεχθησομένων. δείκνυσι δὲ καὶ ἀπὸ τῶν ᾠῶν τῶν τε ὑπηνεμίων καὶ τῶν ἀπὸ ὀχείας γινομένων ὅτι οὐδέν τι συμβάλλεται τὸ ἄρρεν εἰς τὸ θῆλυ ὡς ὕλη. φησὶν οὖν, ἐὰν τύχῃ ἡ ὄρνις κύουσα καὶ κατὰ γαστρὸς ἔχουσα ὑπηνέμια, ἐὰν μετὰ ταῦτα ὀχεύηται, ἡνίκα μεταβάλλῃ ἐκ τοῦ ὠχρὸν ὅλον εἶναι εἰς τὸ λευκαίνεσθαι, γόνιμα τὰ ᾠὰ γίνονται. τότε οὖν ἂν ὀχεύηται, γίνεται γόνιμα, ἂν δὲ ἢ πρὸ τοῦ ἄρξασθαι λευκαίνεσθαι ἢ μετὰ τὸ λευκανθῆναι πᾶν ὅσον ἦν εἰκὸς λευκανθῆναι ὀχευθῇ, οὐ γίνεται γόνιμα. ὥστε ἐπεὶ τότε ὀχευθεῖσα γόνιμα γεννᾷ, δῆλον ὅτι οὐδαμῶς τὸ ἄρρεν συνεβάλετο ὄγκον καὶ σῶμα καὶ ὅλως ὕλην· ἤδη γὰρ τέλειόν ἐστι τὸ ὠόν· ὅσον γὰρ ἦν εἰκὸς αὐξηθῆναι, ἅπαν ηὔξηται. εἰ γὰρ μὴ αὐξηθῇ τὴν προσήκουσαν καὶ κατὰ φύσιν ἐπιβάλλουσαν αὐτῷ αὔξησιν, οὐκ ἄρχεται λευκαίνεσθαι. ἔστιν οὖν καὶ τότε τέλειον ἔχον τὸ οἰκεῖον μέγεθος, ἡνίκα ἄρξηται λευκαίνεσθαι, καὶ μετὰ τὸ λευκανθῆναι· οὐ γὰρ προσετέθη τι αὐτῷ, οὐδὲ ἔλαβέ τινα ἐπίδοσιν ὁ ὄγκος αὐτοῦ κατὰ τὸν καιρὸν τῆς λευκάνσεως, ἀλλὰ τοῦ ἐνόντος μεγέθους τὸ μὲν γέγονε λευκόν, τὸ δὲ καταλέλειπται οἷον ἦν. ἔστιν οὖν καὶ τότε τέλειον καὶ μετὰ τὴν λεύκανσιν, ἀλλὰ πρὸ τοῦ ἄρξασθαι λευκαίνεσθαι ἐλέγετο τέλειον διὰ τὸ ἤδη ἴσχειν ἅπαν τὸ προσῆκον μέγεθος καὶ τὸν ἐπιβάλλοντα φυσικῶς ὄγκον καὶ πεπαῦσθαι τῆς εἰς μέγεθος καὶ ὄγκον φυσικῆς ἐπιδόσεως, μετὰ δὲ τὸ λευκανθῆναι λέγεται τέλειον ὡς ᾠόν· ἐν τούτῳ γὰρ κυρίως οὐσίωται τὸ ᾠόν, καὶ τὸ εἶναι αὐτῷ, τὸ ᾠῷ εἶναί ἐστιν ἐν τῷ εἶναι ἐξ ὠχροῦ καὶ λευκοῦ. ὥστε πάμπαν ἐστὶν ἐκ τούτων δῆλον καὶ φανερώτατον ὅτι τὸ ἄρρεν οὐδέν τι συμβάλλεται ὡς ὑλικόν, ἀλλὰ χρῆται τῷ τοῦ σπέρματος σώματι ὡς ὀργάνῳ, ὥσπερ ὁ τέκτων τῷ πρίονι. ἀλλὰ κἂν ὑφ’ ἑτέρου, φησί, πρῶτον ὀχευθεῖσα ἡ ἀλεκτορίς,2 οἷον μέλανος ἀλεκτρυόνος καὶ βραχέος τὴν ἡλικίαν καὶ τὸ μέγεθος, εἶτα ἔτι ὠχροῦ ὄντος καὶ μήπω λευκανθέντος ἂν ὀχεύσῃ αὐτὴν ταύτην ἕτερος λευκὸς καὶ μέγας, γίνεται ὁ νεοττὸς ὅμοιος τῷ ὕστερον ὀχεύσαντι.
「というのも、雌鳥が無精卵を孕んでいて、その後に、卵が全体として黄色である状態から変化したときに交尾したとするならば。」 無精卵と言われるのは、雌鳥が交尾することなしに生む卵である。というのも、雄鶏が彼女らとまったく交尾しなくても、彼女らは卵を生み、それらは無精卵と呼ばれるからである。したがって、無精卵とは雄の精液なしに生じるものであり、それゆえそれらからは動物は生じない。「孕む(身ごもる)」と彼が言うのは、胎内(腹の中)に胚をなお担い、持っていることである。そして卵の「黄色いもの(卵黄)」とは、すべてのものの中で最も内側に位置するものである。たとえば、目に見えるものから始めるとするなら、まず最初にあるのは目に見える殻であり、次いでこの内側にあってこれに続くのは極めて薄い膜であり、次いで膜に続くのは白(卵白)であり、この卵白が、示されることになるように、雛となる。次いで白に続くのが黄色(卵黄)であり、これは栄養がよく肥えた鳥ではより赤みを帯びており、この赤いものが雛の栄養となる。知られるべきこととして、まず黄色いものが自然に応じた大きさに達するまで増大し、その後にこのように白化するのであり、しかも全体が白化するのではなく、我々が見ているように、その一部分が白化しなかったものを環状に取り囲みながら白化するのである。そして、白化したまさにその時に、本来の意味で卵と呼ばれる。というのも、白化する前には、本来の意味で卵とは言われず、また完全な卵とも決して言われず、未完成の卵と言われるからであり、それはあたかも、我々がそれを構成するもののうち一つまたは幾つかが欠けている像を未完成[の像]と呼ぶようなものである。そして卵の全体性と完全性、また本来の意味での卵とは、黄色いものと、黄色いものを取り囲む白からなるものである。なぜなら、膜と殻状の外殻は、卵の保護と覆いのためにあるからである。そして、これらのことは語られるべき事柄の明瞭さのためにあらかじめ了解されておこう。彼はまた、無精卵からも、交尾によって生じる卵からも、雄は質料として雌に何一つ寄与しないということを示している。そこで彼は、もし雌鳥が無精卵を孕み、腹の中に持っているときに、その後、全体として黄色である状態から白化することへと変化する時に交尾するならば、卵は有精卵となると言っている。したがって、その時に交尾するならば有精卵となるが、白化し始める前か、あるいは白化するのが当然であったすべての部分が白化した後に交尾するならば、有精卵とはならない。それゆえ、その時に交尾した[雌鳥]が有精卵を生む以上、雄は体積や物体、全体として質料を決して寄与しなかったことは明らかである。なぜなら、卵はすでに完全だからである。増大するのが当然であった大きさまで、すべて増大しているからである。なぜなら、卵はそれにふさわしく自然に従って割り当てられた増大分だけ増大しないならば、白化し始めることはないからである。したがって、白化し始める時にも、また白化した後にも、固有の大きさを持っていて完全なのである。なぜなら、白化の時期には、卵に何かが付け加えられたわけでも、その体積が増加を受けたわけでもなく、存在していた大きさのうち一方が白くなり、他方は以前のままで残されたからである。したがって、その時にも、また白化の後にも完全なのであるが、白化し始める前には、すでにふさわしいすべての大きさと自然に割り当てられた体積とを持ち、大きさや体積へと向かう自然な増加を停止したゆえに完全と言われていたのに対し、白化の後には、卵として完全と言われるのである。なぜなら、このことにおいて卵は本来的に本質づけられており、卵にとっての存在、すなわち卵であることは、黄色いものと白いものから成ることのうちにあるからである。したがって、雄は質料的なものとしては何一つ寄与せず、大工が鋸を用いるように、精液の物体を道具として用いるのだということは、これらからまったく明白であり極めて明瞭である。しかし、もし雌鶏が、例えば黒くて背丈も大きさも小さな別の雄鶏によって最初に交尾され、その後に、[卵が]まだ黄色く、いまだ白化していないうちに、白くて大きな別の雄がまさにこの彼女と交尾するなら、雛は後から交尾した雄に似たものとなる、と彼は言っている。
- 1.23μεταβεβληκότος τοῦ ᾠοῦ ἐκ τοῦ ὠχρὸν ὅλον εἶναι
レンマ内の属格独立構文。前置詞句 ἐκ τοῦ ὠχρὸν ὅλον εἶναι は定冠詞つき不定詞(τοῦ εἶναι)に述語 ὠχρὸν ὅλον が対格で結びついた形であり、変化の起点(「卵全体が黄色である状態から」)を表す。後続の注解本文ではこれに εἰς τὸ λευκαίνεσθαι(白化することへ)という帰着点を示す前置詞句が補われて解釈されている。
- 1.23ἀλλὰ κἂν ὑφ’ ἑτέρου, φησί, πρῶτον ὀχευθεῖσα ἡ ἀλεκτορίς
κἄν(καὶ ἐάν)に導かれる条件節が、受動分詞 ὀχευθεῖσα と後続の接続法節(ἂν ὀχεύσῃ αὐτὴν ταύτην ἕτερος)によって入れ子状に展開し、主文の動詞 γίνεται に帰着する構文。最初の ὀχευθεῖσα は仮定の条件分詞として働き、「たとえ雌鶏が最初に別の雄によって交尾されたとしても」という意味を担う。
