← ヨハネス・ピロポノス

アリストテレス『動物発生論』注解

§54.9-55.21

快感と分泌の部位の差異および人間における残余物の過多

アリストテレスの議論(728a31)に基づき、雌の快感と湿気の分泌部位の違いから女性が種子を放出しないことを論証し、胎生動物における月経血の分泌や人間において残余物が多くなる理由を敷衍する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.21#1

" Σημεῖον δὲ τοῦ τὸ θῆλυ μὴ προΐεσθαι σπέρμα καὶ τὸ γίνεσθαι ἐν τῇ ὁμιλίᾳ τὴν ἡδονήν." Εἴρηται καὶ πρότερον ὅτι ἡ ἀπὸ τῶν λευκοχρόων γυναικῶν γινομένη ὑγρασία οὐκ ἐξέρχεται θύραζε διὰ τοῦ αἰδοίου αὐτῶν, ὥσπερ τὸ ἀφ’ ἡμῶν ἀπιὸν σπέρμα, ἀλλ’ ἐξ ἁπάσης τῆς ὑστέρας ἐκκρίνεται, εἴς τι δὲ μέρος αὐτῆς συναθροίζεται. τούτου ὑπομνησθέντος εἴη ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· εἰ σπέρμα ἦν ἡ τοιαύτη ὑγρασία ἡ ἀπὸ τῶν λευκοχροίων γυναικῶν ἀποκρινομένη ἐν τῷ καιρῷ τῆς ὁμιλίας, ἔδει, ὥσπερ γίνεται ἐπὶ τῶν ἀρρένων, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν θηλειῶν· οὐ γίνεται δέ, οὐκ ἄρα ἐστὶ σπέρμα. πῶς δὲ οὐ γίνεται, ῥητέον. οἱ ἄρρενες καὶ τὴν ἁφὴν καὶ τὴν ἡδονὴν καὶ τὴν σπερματικὴν πρόεσιν διὰ τοῦ αὐτοῦ καὶ ἑνὸς μορίου, λέγω δὴ τοῦ αἰδοίου, πάσχουσι. καὶ γὰρ καὶ διὰ τοῦ αἰδοίου σφῶν ἐν τῇ ὁμιλίᾳ καὶ τὴν παράτριψιν καὶ τὴν ἁφὴν ἐν τῷ τῶν γυναικῶν αἰδοίῳ ποιοῦνται, καὶ τὴν ἡδονὴν ἐν τούτῳ πάσχουσι καὶ τὴν σπερματικὴν ὑγρασίαν ὁμοίως διὰ τούτου προΐενται. τὸ δὲ θῆλυ τὴν μὲν ἁφὴν καὶ τὴν ἡδονὴν διὰ τοῦ αἰδοίου πάσχει, τὴν δὲ ἰκμάδα οὐ προίεται διὰ τοῦ αἰδοίου, οὐδὲ ὅλως ἔξεισι διὰ τούτου θύραζε, ἀλλ’ ἐν μέρει τινὶ τῆς ὑστέρας συναθροίζεται. ἐπεὶ οὖν πᾶσα γονὴ καὶ πᾶν σπέρμα διὰ τοῦ αἰδοίου ἐν τῇ ὁμιλίᾳ πρόεισι θύραζε, ἡ δὲ τοιαύτη ὑγρασία οὐκ ἔξεισι θύραζε, ἀλλὰ μᾶλλον ἐντὸς συναθροίζεται ἐν τῇ ὑστέρᾳ, οὐκ ἂν εἴη ἡ τοιαύτη ὑγρασία γονή. ἢ τὸ λεγόμενον μᾶλλόν ἐστιν· ἐπεὶ δύο ὀπαί εἰσιν ἐν τῷ τῆς γυναικὸς αἰδοίῳ, μία μὲν ἀφ’ ἧς ἔξεισι τὸ οὖρον, ἄλλη δὲ ἀφ’ ἧς τὸ καταμήνιον, ὁμοίως δὲ καὶ ἡ ὑγρασία, εἴπερ ἦν ἡ ὑγρασία σπέρμα, ἐκ τῆς ὀπῆς ἀφ’ ἧς τὸ οὖρον ἔξεισιν, ἐξήρχετ’ ἄν, ἀλλ’ οὐκ ἀπὸ τῆς ὀπῆς ἀφ’ ἧς τὸ καταμήνιον.1 ἔτι εἴπερ ἐκ τοῦ θήλεος ἐξήρχετο ὑγρασία τις, ὥσπερ καὶ ἀπὸ τοῦ ἄρρενος, καὶ ὄντως μῖγμα ἦν τὸ σπέρμα δυοῖν ὑγροτήτοιν, ἔδει ταύτην τὴν ὑγρασίαν ἀπιέναι καὶ ἀπὸ τῶν ἀναίμων θηλειῶν· νῦν δὲ ἀπὸ μόνων ἄπεισι τῶν ἐναίμων (ταῦτα γὰρ εἶπεν αἱματικά) καὶ οὐδ’ ἀπὸ πάντων τῶν ἐναίμων ἄπεισι θηλειῶν ἀλλ’ ὅσων αἱ ὑστέραι πρὸς τοῖς ἄρθροις εἰσὶ καὶ μὴ ἐν τῷ ὑποζώματι. εἰπὼν δὲ τοῖς μὴ ἔχουσιν αἷμα μὴ γίνεσθαι κάθαρσιν καταμηνίων, μήτε μήν τισι τῶν ἐναίμων (ἔκ τινων γάρ, ὡς εἴπομεν, γυναικῶν οὐδ’ ὅλως φοιτᾷ καταμήνια) λέγει ὅτι αἰτία δὲ τούτοις τοῦ μὴ φοιτᾶν ἐξ αὐτῶν καταμήνια ἡ τῶν σωμάτων ξηρότης. λέγει δὲ καὶ τίνα εἰσὶ τὰ ζωοτοκοῦντα ἄνευ ᾠοτοκίας, ὅτι οἱ ἄνθρωποι καὶ τῶν τετραπόδων ὅσα κάμπτει τὰ ὄπισθεν σκέλη ἐντός, ἤτοι πρὸς τὴν κυρτὴν περιφέρειαν· τίς δὲ ἡ κυρτὴ περιφέρεια, εἴρηταί μοι ἀκριβῶς ἐν τῷ εἰς τὸ Περὶ ζῴων πορείας ὑπομνήματι. τούτοις οὖν, φησί, πᾶσι τοῖς ζῳοτοκοῦσιν ἄνευ ᾠοτοκίας γίνεται καταμήνια, καὶ ἔξω οὐ προΐενται πλὴν τῶν πλείστων γυναικῶν. οὐ προΐενται δὲ ἔξω διὰ τὴν ὀλιγότητα· τοσαῦτα γὰρ γίνεται τοῖς εἰρημένοις τετράποσι καί τισι τῶν γυναικῶν, ὅσα ἱκανὰ πρὸς τὴν γένεσιν. πολλὰ δὲ λέγει ταῖς γυναιξὶ πρὸς τὴν τοῦ σώματος ἀναλογίαν καὶ τὸ μέγεθος βραχὺ ὂν2 γίνεσθαι τὰ καταμήνια, καὶ τοῖς ἄρρεσι τὸ σπέρμα. καὶ λέγει τὴν αἰτίαν, δι’ ἣν ἡμεῖς τὴν σπερματικὴν περίττωσιν πλείστην καὶ αἱ γυναῖκες τὴν τῶν καταμηνίων προΐεμεν, τὰ δὲ τετράποδα ὀλίγην· φησὶν οὖν ὅτι ἐπὶ τῶν τετραπόδων οὐ γίνεται πλείστη διὰ τὸ τρέπεσθαι ταύτην τὴν περίττωσιν εἰς τροφὴν καὶ αὔξησιν κεράτων, ὁπλῶν, χαυλιοδόντων καὶ τριχῶν, οἱ δ’ ἄνθρωποι μηδέν τι τούτων ἔχοντες εὐλόγως πολλὴν ποιοῦνται ταύτην τὴν ἀπόκρισιν.

「雌が種子を放出しないことの証拠は、交わりにおいて快が生じることでもある。」 色白の女性たちから生じる湿気は、我々から出ていく種子のように彼女らの陰部を通って外へ出ていくのではなく、子宮全体から分泌され、そのある部分へと集められるのだということは、前にも語られている。このことを想起するならば、語られていることは事実上次のようなものであろう。もし交わりの時に色白の女性たちから分泌されるそのような湿気が種子であるなら、雄たちにおいて生じるように雌たちにおいても生じるはずであった。しかし生じない。したがって種子ではない。ではどのように生じないのか、語らねばならない。雄たちは触覚も快も種子の放出も、同一の単一の器官、すなわち陰部を通じて経験する。実際、交わりにおいて彼らは自らの陰部を通じて女性たちの陰部において摩擦と接触を行い、これにおいて快を経験し、同様にこれを通じて種子的な湿気を放出する。これに対して雌は、接触と快は陰部を通じて経験するが、水分を陰部を通じて放出することはなく、およそこれを通じて外へ出ていくこともなく、子宮のある部分に集められるのである。それゆえ、交わりにおいてすべての精液とすべての種子は陰部を通じて外へ出ていくのに、そのような湿気は外へ出ていかず、むしろ子宮の内部に集められる以上、そのような湿気は精液ではありえないだろう。あるいは、語られていることはむしろ次のようである。すなわち、女性の陰部には二つの開口部があり、一つは尿が出ていく開口部、もう一つは月経血、そして同様に湿気が出ていく開口部である以上、もし湿気が種子であったなら、尿が出ていく開口部から出ていくはずであって、月経血が出ていく開口部からではないだろう。さらに、もし雌からも雄からと同様に何らかの湿気が出ていき、種子が真に二つの湿気の混合物であったなら、この湿気は無血の雌たちからも出ていかなければならなかった。しかし実際には有血のものたち(これらを彼は「血液的なもの」と呼んだ)からのみ出ていくのであり、すべての有血の雌たちから出ていくのでもなく、子宮が関節の近くにあり隔膜にないものたちからのみ出ていくのである。そして無血のものたちには月経血の排出が生じず、有血のものたちのうちのあるものたちにも生じないと述べた後(なぜなら我々が言ったように、ある女性たちからは月経血が全く通わないからである)、彼は、これらのものにおいてそれらから月経血が通わないことの原因は身体の乾燥である、と述べている。また彼は、卵生を伴わずに胎生するものは何であるかをも述べており、それは人間と、後ろ脚を内側へ、すなわち凸の円周に向けて屈曲させる四足獣たちである。凸の円周が何であるかは、『動物の歩行について』への注解において私によって正確に語られている。それゆえ、卵生を伴わずに胎生するこれらすべてのものに月経血が生じるが、大部分の女性を除いては外へ放出されない、と彼は言う。それらが外へ放出されないのは、少量であることによる。なぜなら、上記の四足獣たちやある女性たちには、生成にとって十分なだけの量が生じるからである。しかし彼は、女性たちには身体の釣り合いに対して、また大きさが小さいことに対して月経血が多く生じ、雄たちには種子が〔多く〕生じる、と述べている。そして彼は、我々が種子的残余物を最も多く、女性たちが月経血の残余物を最も多く放出し、四足獣たちは少量しか放出しない原因を述べている。すなわち彼は、四足獣たちにおいては、この残余物が角、蹄、牙、毛の滋養と成長へと転じられるために最も多くなることはないが、人間はこれらを何一つ持たないために当然のことながらこの分泌物を多く生み出すのだ、と言っている。

構文注2 件
  1. 1.21ἐκ τῆς ὀπῆς ἀφ’ ἧς τὸ οὖρον ἔξεισιν, ἐξήρχετ’ ἄν, ἀλλ’ οὐκ ἀπὸ τῆς ὀπῆς ἀφ’ ἧς τὸ καταμήνιον

    反実仮想条件文(εἴπερ ἦν ... ἐξήρχετʼ ἄν)。解剖学的な対比において、もし雌の湿気が雄の精液に類する生殖用種子であるならば、雄と同様に排尿器官(尿道)と同一の通路から出るはずであるが、実際には月経血と同じ開口部(子宮膣部)から出るため種子ではない、という帰謬論証を構成している。

  2. 1.21πρὸς τὴν τοῦ σώματος ἀναλογίαν καὶ τὸ μέγεθος βραχὺ ὂν

    πρός は比較・均衡(「〜に比して」「〜との釣り合いにおいて」)を表す前置詞。βραχὺ ὄν は分詞構文であり、先行する μέγεθος に一致し、「[女性の身体の]大きさが小さいにもかかわらず(あるいは小さいことに対して)」という譲歩的・理由づけの意味合いを帯びて係っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:54.9-55.21