- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:43.6-44.30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが帰納やブドウ樹の繁茂の比喩によって精液が融解物ではなく滋養分の残余であることを論証するくだりを解説し、脂肪の定義や不完全な文言の補足、淋疾の病理、精液と尿の通路の同一性について論述する。
εἰπὼν δὲ μὴ γίνεσθαι σπέρμα μήτε ἐν νόσοις μήτε ἐν γήρᾳ διὰ ἀσθένειαν καὶ ἀδυναμίαν (οὐδαμῶς γὰρ ἐν τούτοις γίνεται κίνησις, ἀφ’ ἧς τὸ σπέρμα συνίσταται) ναὶ μὴν οὐδὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ, διὰ τὸ μηδὲ ἐν ταύτῃ τὴν τοιαύτην γίνεσθαι κίνησιν καὶ δηλονότι καὶ διὰ τὸ πλεονάζειν τότε τὸ ἐν ἡμῖν θερμὸν καὶ μὴ ἐᾶν τι περιττεῦσαι, πιστοῦται τοῦτο διὰ τῆς ἐπαγωγῆς. οἱ γὰρ εὐεκτικοὶ τῶν ἀνθρώπων καὶ εὔκρατοι ἧττον προϊενται σπέρμα διὰ τὸ καταναλίσκεσθαι ὑπὸ τῆς εὐκρασίας πᾶσαν τὴν τροφὴν εἰς σάρκα καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν καὶ μηδέν τι καταλιμπάνεσθαι, ὅπερ ἐστὶν αἴτιον καὶ τῆς πολυσαρκίας αὐτῶν. εἰ δὲ μὴ οὗτοι, διὰ τοῦτο εὐλόγως μηδὲ τοὺς τὴν πρώτην ἡλικίαν ἄγοντας προϊέναι σπέρμα συμβαίνει. ὅμοιον δὲ τούτοις γίνεται καὶ περὶ τὰς τραγώσας ἀμπέλους· οὐδὲ γὰρ αὗται προϊενται καρπούς. τῶν γὰρ ἀμπέλων εἴ τις τὰς ἀχρήστους βλάστας σιδήρῳ ἀποκόψειε περὶ τροπὰς χειμερινὰς ἢ ὕστερον ὀλίγον ἢ μικρῷ πρόσθεν, ὅπερ ἡ συνήθεια καὶ ὁ πολὺς ἄνθρωπος κλαδεύειν λέγει1 (τὴν γὰρ τοιαύτην ἀνακάθαρσιν τῶν κλημάτων κλαδείαν ὀνομάζομεν) εἰ δὴ τὰς ἀμπέλους κλαδεύσειέ τις, φέρουσι καρπόν, εἰ δὲ μὴ κλαδεύσει ἐξυβρίζουσι, τουτέστιν εὐθηνοῦσι καὶ πρὸς τῷ εὐμήκεις γίνεσθαι τοὺς προϋπάρχοντας κλάδους ἔτι φύονται καὶ ἕτεροι πολλοὶ διὰ τὸ εἰς αὐτοὺς καταναλίσκεσθαι τὴν ἀπὸ τῆς γῆς ἀναδιδομένην τροφήν, καρπὸν δὲ οὐ φέρουσιν· ὡς οὖν αὗται διὰ τὸ μὴ φέρειν καρπὸν εὐκληματοῦσιν, οὕτως καὶ τὸ ζῷον δι’ αὐτὸ τοῦτο πολύσαρκον γίνεται. ὡς γὰρ ἐν ταῖς ἀμπέλοις διὰ τὸ τὴν τροφήν, ἥτις ἤμελλε τρέφειν τοὺς βότρυας καταναλίσκεσθαι εἰς αὐτὰς εὐκληματοῦσιν, οὕτω καὶ ἐπὶ τῶν ζῴων ἡ μέλλουσα εἰς σπέρματος γένεσιν ἀναλίσκεσθαι εἰς σάρκας διαλυομένη εὐσάρκους ἀποτελεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων. λέγονται οὖν αἱ τοιαῦται ἄμπελοι αἱ εὐκληματοῦσαι καὶ καρπὸν μὴ φέρουσαι τραγᾶν ἀπὸ τοῦ πάθους τῶν τράγων· ἧττον γὰρ καὶ οὗτοι πίονες ὄντες φέρουσι σπέρμα. ὁρίζεται δὲ καὶ τὴν πιμελὴν λέγων πιμελή ἐστι περίττωμα ὑγιεινὸν δι’ οὐσίαν, λέγων οὐσίαν τὸ ἔμφυτον θερμόν· ἡ γὰρ οὐσία τῶν ζῴων ὡς εἰπεῖν τὸ ἔμφυτόν ἐστι θερμόν· ἀποσβεσθέντος γὰρ αὐτοῦ φθείρεται. ἐλλιπῶς δὲ δοκεῖ ἀπηγγέλθαι ἡ λέξις ἡ ὁμοίως δὲ καὶ πολυχρόνιά ἐστι καὶ πολύσπερμα·2 εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· ὁμοίως δὲ καὶ ὀλιγοχρόνιά ἐστι καὶ πολυχρόνια καὶ ὀλιγόσπερμα καὶ πολύσπερμα, ὀλιγοχρόνια μὲν δι’ ἀδυναμίαν, πολυχρόνια δὲ διὰ δύναμιν, ὁμοίως δὲ καὶ ὀλιγόσπερμα δι’ ἀδυναμίαν, ὥσπερ ἐν ταῖς νόσοις, καὶ διὰ δύναμιν, ὡς ἐπὶ τῶν εὐεκτούντων, καὶ πολύσπερμα ὁμοίως δι’ ἀδυναμίαν, ὡς ἐν ταῖς γονορροίαις, περὶ ὧν μετ’ ὀλίγον ἐρεῖ ὅπως γίνονται. ὥσπερ γὰρ ἐν ταῖς παρὰ φύσιν θερμότησι τήκεται ἡ τῶν σαρκῶν φύσις καὶ ἔξεισι (καλεῖται δέ, ὡς εἶπε, τὸ τοιοῦτον πάθος σύντηγμα) οὕτω καὶ διά τινα δυσκρασίαν καὶ ἀδυναμίαν φύσεως ἀναλύεται ἡ ἐσχάτη καὶ εὔχρηστος τροφὴ εἰς φύσιν σπέρματος νοσώδους καὶ ἔξεισι καὶ ὁδευόντων καὶ ἱσταμένων καὶ καθευδόντων τῶν τὴν τοιαύτην νόσον νοσούντων, ἣν γονόρροιαν οἱ ἰατροὶ ὀνομάζουσιν. ἀλλ’ εἰ μὲν εὐοδεῖται καὶ ἐξέρχεται θύραζε τὸ τοιοῦτον περίττωμα ἀχρηστότατον καὶ παρὰ φύσιν ὄν, ὑγιαίνει ὁ νοσῶν, εἰ δὲ μή, ἀναιρεῖται. τὸ δὲ συντήκονται δὲ ταύτῃ δυνάμει τοιοῦτόν ἐστιν· ὥσπερ αἱ σάρκες διὰ τοῦ οὔρου ἐξέρχονται, οὕτω καὶ τὸ ἄχρηστον περίττωμα μετὰ τοῦ εὐχρήστου. ἄχρηστον δὲ λέγομεν τὸ τῆς γονορροίας, εὔχρηστον δὲ τὸ ἀπὸ τῆς τοῦ ἄρρενος καὶ θήλεος γινόμενον ὁμιλίας. ἔτι ὁ πόρος ὁ αὐτὸς τῷ περιττώματι καὶ τῷ σπέρματι. καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ μὴ εἶναι σύντηγμα τὸ σπέρμα. τὸ μὲν γὰρ σπέρμα ἐν τοῖς ἔχουσιν αἰδοῖον διὰ τοῦ αἰδοίου ἔξεισι μόνου, δι’ οὗ καὶ τὸ τῆς ὑγρᾶς τροφῆς περίττωμα, τὸ δὲ σύντηγμα καὶ διὰ τοῦ αἰδοίου καὶ διὰ τῆς ἕδρας· οὐκ ἄρα τὸ σπέρμα σύντηγμα. τὸ δὲ ἡ γὰρ τροφὴ πάντων ὑγρὰ μᾶλλον πανάληθες· καὶ γὰρ ἡ ξηρὰ τροφὴ ὑγραίνεται πρῶτον καὶ χυλοποιεῖται, εἶθ’ οὕτως ἐξαιματοῦται. ἀλλὰ καὶ ἐν τῷ οἷς δὲ μή ἐστιν αὕτη, κατὰ τὴν τῆς ξηρᾶς ὑποστάσεως ἀποχώρησιν3 τὸ αὕτη περὶ τῆς περιττώσεως εἴρηται τῆς ὑγρᾶς τροφῆς. ἔστι δὲ τὸ λεγόμενον ὅτι οἷς μή ἐστι περίττωμα ὑγρᾶς τροφῆς, ὥσπερ τοῖς ὄρνισι, τούτοις τὸ σπέρμα ἔξεισιν ὅθεν καὶ ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις.
そして、病気においても老年においても衰弱と無力さのゆえに精液が生じないこと(なぜならこれらにおいては精液がそこから凝集する運動が決して生じないからである)、さらには幼少期にも、この時期にもそのような運動が生じないことのゆえに、また明らかにその時はわれわれの内の熱が過剰であって何ものも余剰となるのを許さないことのゆえに[精液が生じないこと]を述べた上で、彼は帰納によってこのことを確証している。というのも、健全な体質の人間や均整のとれた体質の人間は、滋養分のすべてが良好な混合によって肉やその他の同質部分へと消費され、何ものも残されないことによって精液を射出することがより少なく、このことこそが彼らの肥満の原因でもあるからである。そしてもしこの人々が[射出]しないのであれば、このことのゆえに幼少期を過ごしている人々も精液を射出しないということが理に適って生じるのである。これらに似たことが、淫蕩化するブドウ樹についても生じる。なぜならこれらもまた果実を実らせないからである。というのも、ブドウ樹の無益な新芽を、冬至の頃、あるいはその少し後か少し前に鉄器で切り落とすなら――慣用と多くの人々はこれを剪定すると呼んでいるが(なぜなら、われわれは蔓のそのような清掃を剪定と名づけているからである)――もし人がブドウ樹を剪定するなら、それらは果実をもたらすが、もし剪定しなければそれらは暴走する、すなわち生い茂り、前もって存在していた枝が長大になることに加えて、地から供給される滋養分がそれらへと消費されることによってさらに他の多くの枝が生え出で、果実はもたらさないのである。したがって、これらが果実をもたらさないことによって枝葉繁茂となるように、動物もまたまさにこのことによって肥満となるのである。というのも、ブドウ樹においては、房を養うはずであった滋養分がそれら〔ブドウ樹〕へと消費されることによって枝葉繁茂となるように、動物においても、精液の生成へと消費されるはずであったものが肉へと融解して、人間やその他の動物のそのような個体を肉付きの良いものにするからである。それゆえ、このように枝葉繁茂となって果実をもたらさないブドウ樹は、雄山羊の状態に因んで淫蕩化すると言われる。なぜならこれら[の雄山羊]もまた肥満しているときには精液をもたらすことがより少ないからである。また彼は「脂肪とは本質による健康な残余である」と言って脂肪を定義しているが、ここで本質と呼んでいるのは生まれつきの熱のことである。なぜなら、動物の本質とはいわば生まれつきの熱であり、それが消し止められると死滅するからである。他方、「同様に長命なものもあれば、多精なものもある」という文句は不完全な形で述べられているように思われる。その完全なものは次のようになろう。「同様に短命なものも長命なものも、寡精なものも多精なものもあり、短命なのは無力さのゆえ、長命なのは力[の充実]のゆえであり、同様に寡精なのも病気の時のように無力さのゆえでもあり、また健全な体質の人々におけるように力[の充実]のゆえでもあり、多精なのも同様に、淋疾におけるように無力さのゆえである」。淋疾についてはいかにして生じるかを彼が少し後で語るであろう。なぜなら、自然に反する熱において肉の自然本性が溶けて去り出るように(そして、彼が言ったように、そのような状態は融解物と呼ばれる)、ある悪性の混合と自然本性の無力さのゆえに究極の有益な滋養分が病的な精液の自然本性へと分解され、そのような病気を患っている人々が歩いているときも立っているときも眠っているときも去り出るからであり、医者たちはこの病気を淋疾と名づけている。しかし、もしそのような残余が、きわめて無益で自然に反するものでありながら、順調に通って外部へと去り出るなら患者は回復するが、そうでなければ命を落とす。そして「この仕方で融解する」というのは意味の上ではこのようなことである。すなわち、肉が尿を通じて去り出るように、無益な残余も有益な残余とともに去り出るのである。そしてわれわれが無益と呼ぶのは淋疾のそれのことであり、有益と呼ぶのは雄と雌の交歓から生じるもののことである。さらに「残余と精液にとって通路は同一である」。そしてこれもまた、精液が融解物ではないことを論証するものである。なぜなら、陰部を持つものにおいては精液は陰部のみを通じて去り出、それを通じて湿った滋養分の残余も去り出るが、融解物は陰部を通じても肛門を通じても去り出るからである。したがって精液は融解物ではない。また「というのも、すべてのものの滋養分は湿っていることの方が勝るからである」というのは全くの真実である。なぜなら乾いた滋養分もまず湿らされ糜粥と化し、それからそのようにして血液化されるからである。さらに「これを持たないものにおいては、乾いた沈殿物の排出のところに」における「これ」は、湿った滋養分の残余について言われている。そして言わんとしていることは、鳥類のように湿った滋養分の残余を持たないものにおいては、乾いた滋養分の残余が去り出るまさにそこから精液も去り出る、ということである。
- 1.13ὅπερ ἡ συνήθεια καὶ ὁ πολὺς ἄνθρωπος κλαδεύειν λέγει
先行する条件文の帰結節の前に挿入された関係節で、先行詞は直前の「ブドウ樹の無益な新芽を鉄器で切り落とすこと」(τὰς ἀχρήστους βλάστας σιδήρῳ ἀποκόψειε)という行為全体である。挿入句の後に εἰ δὴ τὰς ἀμπέλους κλαδεύσειέ τις と条件節が反復されて主節へと接続されている。
- 1.13ἐλλιπῶς δὲ δοκεῖ ἀπηγγέλθαι ἡ λέξις ἡ ὁμοίως δὲ καὶ πολυχρόνιά ἐστι καὶ πολύσπερμα
アリストテレスのテキストを「不完全(省略的)に述べられている」(ἐλλιπῶς ἀπηγγέλθαι)と判定し、対立項(短命/長命、寡精/多精)とその原因(力/無力)の対称関係を補完して全文(τὸ πλῆρες)を再構成している。
- 1.13οἷς δὲ μή ἐστιν αὕτη, κατὰ τὴν τῆς ξηρᾶς ὑποστάσεως ἀποχώρησιν
アリストテレスの語句を引いたもので、指示代名詞 αὕτη の指示対象が文脈上省略されているため、注解者はこれを「湿った滋養分の残余」(ἡ περίττωσις τῆς ὑγρᾶς τροφῆς)であると補足解釈している。文構造としては省略的であり、主動詞 ἔξεισι τὸ σπέρμα が含意されている。
