- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:31.25-32.30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
昆虫の交尾の観察に基づき、精液が全身の諸部分から離脱するのではなく造形するもの(魂・心臓・血液)から発する理由を、質料・道具と技術工(靴の比喩)の区別によって論証し、交合時の快楽を全身からの離脱の証拠とする説を論駁する。
συνδεδύασται μὲν γάρ, μέχρις ἂν συστῇ ἡ ἀπὸ τοῦ θήλεος ὑγρότης καὶ εἰς αὐτὸ πάλιν ὑποστρέψῃ· ἐπειδὰν δὲ τοῦτο γένηται, λέγω δὴ τὸ συστῆναι καὶ εἰς τὸ θῆλυ ὑποστρέψαι, ἀπολύονται καὶ μετὰ βραχύν τινα χρόνον προΐεται τὸ κύημα. οὐ γὰρ τελέως οὔτε ἐν τῷ ἄρρενι εἰς ζῴου φύσιν συνίσταται οὔτε ἐν τῷ θήλει, ἀλλὰ εἰς φύσιν κυήματος, καὶ οὕτω προέρχεται ἀτελὲς ὥσπερ σκώληξ. ὥστε φανερὸν καὶ ἐκ τούτων ὅτι οὐδ’ ὅσα προΐεται τῶν ἀρρένων εἰς τὸ θῆλυ, τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι αἴτιόν ἐστι τῆς γενέσεως,1 ἀλλ’ ἄλλον τινὰ γίνονται τὰ γινόμενα τρόπον, περὶ οὗ ἐνταῦθα ἐρεῖ. εἰ δὲ καὶ χρὴ λέγειν ὅτι τῷ ἀπὸ παντὸς ἀπιέναι συμβαίνει ἡ γένεσις, οὐ δεῖ λέγειν αὐτοὺς ὅτι ἀπὸ πάντων τῶν μερῶν, ἀλλ’ ἀπὸ τοῦ δημιουργοῦντος ἤτοι τρέφοντος καὶ ζωογονοῦντος, ὅπερ ἐστὶ τὸ αἷμα, μᾶλλον δὲ καὶ πρῶτον ἀπὸ τῆς καρδίας (αὕτη γὰρ καὶ τὸ αἷμα δημιουργεῖ, οὗπερ αἵματος δειχθήσεται περίττωμα τὸ σπέρμα) καὶ πρὸ τῆς καρδίας ἀπὸ τῆς ἐν αὐτῇ ψυχῆς· αὕτη γὰρ σὺν αὐτῇ καὶ τὰ ἄλλα δημιουργεῖ. ἀπὸ δὴ τοῦ δημιουργοῦντος χρὴ λέγειν ἀπέρχεσθαι τὸ σπέρμα καὶ οὐκ ἀπὸ πάντων τῶν μερῶν· τὰ γὰρ ἄλλα μέρη τὰ μὲν ὡς ὕλη τὰ δὲ ὡς ὄργανά εἰσι τῷ δημιουργοῦντι. ὥσπερ γὰρ οὐκ ἀπὸ τοῦ ξύλου καὶ ὅλως τῆς ὕλης ἐξέρχεται τὰ ἐν αὐτῷ ὑπὸ τῆς τέχνης ἐναποτιθέμενα εἴδη, ἀλλ’ ἀπὸ τοῦ τέκτονος, ὥσπερ οὖν οὐκ ἀπὸ τῆς ὕλης ἢ τοῦ σκεπάρνου καὶ τῶν λοιπῶν ὀργάνων, ἀλλ’ ἀπὸ τοῦ τεχνίτου, οὕτως οὐδ’ ἀπὸ παντὸς τοῦ σώματος, ἀλλ’ ἀπὸ τοῦ δημιουργοῦντος· ὅ τί ποτε δ’ ἂν εἴη τὸ δημιουργοῦν, ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ. νῦν δὲ οἱ λέγοντες ἀπὸ παντὸς ἀπέρχεσθαι τοῦ σώματος, ὅπερ ταὐτόν ἐστι τῷ λέγειν ἀπὸ τῆς ὕλης καὶ τῶν ὀργάνων, ὅμοιόν φασιν, ὥσπερ κἂν εἴ τις θεάσοιτό τινα ὅμοιον ὄντα τῷ πατρὶ καὶ πρὸς τούτῳ ὅμοια ὑποδήματα φοροῦντα τοῖς τοῦ πατρὸς ὑποδήμασι, λέγοι ὅτι ὥσπερ διὰ τὸ ἀπὸ παντὸς ἀπιέναι τοῦ πατρὸς πάντα γέγονεν αὐτῷ ὅμοιος ὁ παῖς, οὕτω καὶ ἀπὸ τῶν τοῦ πατρὸς ὑποδημάτων ἀπῄει τι, καὶ ἐπὶ τούτῳ γεγόνασι τὰ τοῦ υἱοῦ ὑποδήματα ὅμοια τοῖς τοῦ πατρός. οὐκ εἴποι δὲ τοῦτο οὐδ’ ἂν εἷς·2 διὰ τί; διὰ τὸ πάντας εἰδέναι ὅτι καὶ τὰ τοῦ πατρὸς καὶ τὰ τοῦ υἱοῦ ὑποδήματα ὄργανά εἰσιν, οὐδὲν δὲ ἀπὸ τῶν ὀργάνων πρὸς τὰ ὄργανα ἄπεισιν· εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἂν ἀπὸ τοῦ σώματος εἴποι τις ἀπέρχεσθαί τι, εὖ λέγων· ὄργανον γὰρ καὶ τὸ σῶμα τοῦ δημιουργοῦντος, ὥσπερ καὶ τὰ ὑποδήματα τῶν ποδῶν, καὶ ὥσπερ τῆς τῶν ὑποδημάτων τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ὁμοιότητος οὐ τὸ ἀπὸ παντὸς τοῦ ὑποδήματος ἀπέρχεσθαί τί ἐστιν αἴτιον, ἀλλ’ ὁ τεχνίτης, οὕτως οὐδὲ τῆς τοῦ υἱοῦ καὶ πατρὸς ὁμοιότητος τὸ ἀπέρχεσθαι μέρη ἀπὸ μερῶν, ἀλλά τι ἄλλο. Ἐπεὶ δὲ σημεῖον3 τοῦ ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαί τι παρῆγον τὴν γινομένην ἡδονὴν ἐν τῇ ὁμιλίᾳ σφοδρὰν οὖσαν καὶ πολλήν (πᾶν δὲ τὸ ἀπὸ πολλῶν γινόμενον πλεῖον γίνεται τοῦ ἀπὸ ὀλίγων γινομένου), λέγει μηδὲν εἶναι τοῦτο σημεῖον τοῦ ἀπὸ παντὸς ἀπέρχεσθαί τι τοῦ σώματος· γίνεσθαι δέ φησιν ἰσχυρὰν τὴν ἡδονὴν διὰ τὸ κνησμὸν καὶ παράτριψιν τότε γίνεσθαι τῶν δύο αἰδοίων, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος.
というのも、雌からの湿分が構成され、再び雌自身へと戻るまで、それらは交尾しているからである。そしてこれが生じるとき、すなわち構成されて雌へと戻るとき、それらは離れ、わずかな時間ののちに胎児[幼体]を産出する。なぜなら、雄の中においても雌の中においても動物の自然へと完全に構成されるのではなく、胎児の自然へと構成され、このようにして蛆のように未完成なものとして出てくるからである。したがってこれらのことからしても、雄が雌の中に[精液を]放出する動物たちにおいても、全身から[精液が]離脱することが発生の原因なのではなく、生成するものは別の何らかの仕方で生じるのであり、その仕方についてはここで語られることになる。 もし全身から離脱することによって発生が生じると語らねばならないとしても、彼らはすべての部分から[離脱する]と語るべきではなく、造形するもの、すなわち養い生命を与えるものから離脱すると語るべきであり、それこそが血液であり、むしろ第一には心臓から(なぜなら心臓こそが血液をも造形し、まさにその血液の残余物が精液であることが示されるからである)、そして心臓に先立っては心臓の中の魂から[離脱する]と語るべきなのである。なぜなら、魂が心臓とともに他の諸部分をも造形するからである。したがって、精液は造形するものから離脱するのであって、すべての部分から離脱するのではない、と語るべきである。なぜなら、他の諸部分は、造形するものにとってあるものは質料として、あるものは道具として存在するからである。木材や総じて質料から、技術によってその中に置かれる形相が出てくるのではなく、大工から出てくるように、そして質料や手斧その他の道具からではなく技術工から出てくるように、まさにそのように全身からではなく造形するものから[精液は離脱するのである]。そして造形するものが一体何であるかについては、次の巻において[アリストテレスが]語るであろう。 これに対して今、全身から離脱すると語る人々は、質料や道具から離脱すると語るのと同じことを述べているのであり、それはあたかも誰かが、ある人が父親に似ており、その上さらに父親の靴に似た靴を履いているのを見て、「父親の全身からすべてのものが離脱したことによって子が父親に似た者となったのと同様に、父親の靴からも何かが離脱し、そのことによって息子の靴が父親の靴に似たものとなった」と語るようなものである。しかし、そのようなことは誰一人として言わないであろう。なぜか。父親の靴も息子の靴も道具であり、道具から道具へと離脱するものは何もないことを、すべての人が知っているからである。もしこのこと〔を言わないの〕だとすれば、正しく語る人であれば、身体から何かが離脱するとも言わないであろう。なぜなら、靴が足の道具であるのと同様に、身体もまた造形するものの道具であり、息子の靴と父親の靴との類似性の原因が靴全体から何かが離脱することではなく技術工にあるのと同様に、息子と父親の類似性の原因も部分から部分が離脱することではなく、何か別のことにあるからである。 ところで、全身から何かが離脱することの証拠として、彼らが交合において生じる激しく大きな快楽を持ち出したので(なぜなら多くのものから生じるすべてのものは、少数のものから生じるものよりも大きくなるからである)、[アリストテレスは]これが身体の全身から何かが離脱することの証拠ではまったくないと述べる。そして快楽が強くなるのは、そのとき雄と雌の両方の陰部において痒みと摩擦が生じるからである、と彼は言うのである。
- 1.11οὐδ’ ὅσα προΐεται τῶν ἀρρένων εἰς τὸ θῆλυ, τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι αἴτιόν ἐστι τῆς γενέσεως
οὐδ’ ὅσα προΐεται τῶν ἀρρένων εἰς τὸ θῆλυ は主節の主語(τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι)に対して先立って置かれた話題提示的・限定的な表現(「雄のうち雌へと放出する動物たちにおいても」)である。主語は関節不定詞 τὸ ... ἀπιέναι であり、αἴτιόν ἐστι が述語を成す。
- 1.11ὅμοιόν φασιν, ὥσπερ κἂν εἴ τις θεάσοιτό τινα ... λέγοι ὅτι ... οὐκ εἴποι δὲ τοῦτο οὐδ’ ἂν εἷς
ὅμοιόν φασιν は「彼らは似たようなことを述べている」の意。これに続く ὥσπερ κἂν εἴ τις θεάσοιτο ... λέγοι ὅτι は潜在・反実仮想的な比較構文を形成し、「もし誰かが…を見て、…と語るのと同様である」と述べる。その直後の οὐκ εἴποι δὲ τοῦτο οὐδ’ ἂν εἷς は、その仮定された発言(靴から靴への離脱)がいかに不条理であるかを指摘する注記的挿入となっている。
- 1.11Ἐπεὶ δὲ σημεῖον τοῦ ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαί τι παρῆγον τὴν γινομένην ἡδονὴν ... λέγει μηδὲν εἶναι τοῦτο σημεῖον
文全体の骨格は、理由の従属節 ἐπεὶ δὲ ... παρῆγον(「彼らは…を持ち出したので」)を受け、主動詞 λέγει(「[アリストテレスは]…と述べる」)に対格不定詞構文(μηδὲν εἶναι τοῦτο σημεῖον)が続く構造である。括弧書きの πᾶν δὲ τὸ ἀπὸ πολλῶν ... は対手側の論拠の説明。
