- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:238.9-239.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが声音の鋭さと重さの原因を質料(空気の量)のみに帰する学説を部分的に認めつつ反駁する箇所(786b28)について、動かす力と動かされる空気の相対的関係を説き、また弱く重い声の存在や高貴さに基づく議論から批判を展開する。
" Φασὶ γάρ τινες τὸ μὲν πολὺ βραδέως κινεῖσθαι, τὸ δ’ ὀλίγον ταχέως." Ἦσάν τινες οἱ αἰτιώμενοι τῆς βαρυφωνίας καὶ ὀξυφωνίας τὸ κινούμενον μόνον, οἷον τὸν ἀέρα, ὅπερ οὗτος οὐ βούλεται. οὗτος γὰρ δι’ ἀμφότερα συμβαίνειν ταῦτά φησιν, τό τε κινοῦν καὶ τὸ κινούμενον, ἐκεῖνοι δὲ διὰ μόνον τὸ κινούμενον. εἰσὶν οὖν, φησίν, οἳ λέγουσι τὸ μὲν πολὺ βραδέως κινεῖσθαι, τὸ δ’ ὀλίγον ταχέως, καὶ ταύτην εἶναι αἰτίαν τοῦ τὰ μὲν βαρύφωνα εἶναι, τὰ δὲ ὀξύφωνα. ἔλεγον γὰρ ἐκεῖνοι ὡς εἰ μέν ἐστιν ὁ κινούμενος ἀὴρ πολύς, ἀνάγκη βαρέως φθέγγεσθαι διὰ τὸ τὸν πολὺν ἀέρα βραδέως κινεῖσθαι, εἰ δ’ ὀλίγος, ὀξέως διὰ τὸ πάλιν τὸν ὀλίγον ταχέως κινεῖσθαι. αἰτιᾶται οὖν αὐτοὺς λέγων μέχρι τινὸς λέγειν καλῶς, ὅλως δὲ οὐ καλῶς. καὶ πῶς μέχρι τινὸς καλῶς λέγουσιν, ἐπήγαγεν εἰπὼν τῷ μὲν γὰρ γένει ἔοικεν ὀρθῶς λέγεσθαι, λέγων γένος τὸ ὑποκείμενον καὶ τὴν ὕλην, αὐτόν φημι τὸν ἀέρα. ἔστι δὲ ὃ λέγει ‘κατὰ μὲν γὰρ τὸ γένος καὶ τὸ ὑλικὸν αἴτιον ὀρθῶς λέγουσιν· ἔστι γὰρ τὸ βαρὺ ἐν μεγέθει τοῦ κινουμένου· ἀνάγκη γὰρ μέγεθος ἔχειν καὶ πολὺν εἶναι τὸν ἀέρα, εἰ μέλλει βαρὺ φθέγγεσθαι, ἀλλ’ οὐχ ἁπλῶς οὕτως, ἀλλὰ πρὸς τὴν κινοῦσαν ἰσχύν’. ἐνδέχεται γὰρ τὸν κινούμενον ἀέρα αὐτὸν καθ’ ἑαυτὸν εἶναι πολύν, ἀλλὰ πρὸς τὴν κινοῦσαν ἰσχὺν ὀλίγον, ἐπεὶ καὶ ὁ δεκαμεδιμναῖος σῖτος αὐτὸς καθ’ ἑαυτὸν πολύς ἐστιν, ἀλλὰ πρὸς τὴν τῶν πεντήκοντα ἡμιόνων ἰσχὺν πάμπαν ὀλίγος. ὥστε κἂν εἴη ὁ κινούμενος ἀὴρ πολύς, ὅμως εἰ ἡ κινοῦσα αὐτὸν δύναμις μείζων εἴη, ὀξὺ φθέγγεται καὶ οὐ βαρύ. οὐ δεῖ οὖν ὁρᾶν, εἰ ἁπλῶς πολὺς ὁ κινούμενος ἀήρ, ἀλλ’ ἐὰν πλείων ᾖ τῆς κινούσης αὐτὸν δυνάμεως, οὕτω δὲ πλείων, ὥστε μὴ δύνασθαι ταχέως κινηθῆναι ὑπ’ αὐτῆς, ἀλλὰ βραδέως. εἰπὼν δὲ πῶς μέχρι τινὸς καλῶς λέγουσι, ἐνίσταται πρὸς αὐτοὺς λέγων εἰ γὰρ τοῦτο, καὶ μικρὸν καὶ βαρὺ φθέγγεσθαι οὐ ῥᾴδιον, τουτέστιν εἰ γάρ ἐστι τοῦτο ἀληθές, ἤτοι τὸ λέγειν ὅτι μόνον τὸ κινούμενόν ἐστιν αἴτιον τοῦ βαρέως καὶ ὀξέως φθέγγεσθαι, οὐκ ἔσται ῥᾴδιόν τινι ἅμα φθέγξασθαι βαρὺ καὶ μικρόν· νῦν δὲ ὥσπερ ἅμα φθέγγονταί τινα μέγα καὶ βαρύ, οὕτω φθέγγονται ἅμα βαρὺ καὶ μικρόν. συμβαίνει δὲ ἐκ τοῦ λέγειν ὅτι μόνος ὁ κινούμενος ἀήρ ἐστιν αἴτιος τῆς βαρυφωνίας καὶ ὀξυφωνίας τὸ μηδενὶ εἶναι δυνατὸν φθέγγεσθαι ἅμα βαρὺ καὶ μικρόν. εἰ δ’ ἐστὶ ψεῦδος καὶ ἀδύνατον τὸ λέγειν ὅτι ἀδύνατόν ἐστί τι ἅμα φθέγγεσθαι βαρὺ καὶ μικρόν, ψεῦδος καὶ ἀδύνατον καὶ ᾧ τοῦτο ἕπεται·1 ἦν δὲ τοῦτο τὸ λέγειν ὅτι μόνος ὁ ἀήρ ἐστιν αἴτιος τῆς βαρυφωνίας καὶ ὀξυφωνίας. πῶς δὲ εἰ τὸ κινούμενον μόνον ἐστὶν αἴτιον τῆς ὀξυφωνίας καὶ βαρυφωνίας, οὐκ ἔσται ῥᾴδιον φθέγξασθαι μικρὸν καὶ βαρύ, δῆλον ἔσται ὧδε. ἐπειδὴ γὰρ ὁ μικρὸς φθόγγος καὶ ἡ μικρὰ φωνὴ γίνεται ἐν κινήσει ὀλίγου ἀέρος, ὡς δοκεῖ ἡμῖν τε καὶ ἐκείνοις, πλὴν ἡμῖν δι’ ἀσθένειαν τοῦ κινοῦντος (εἰ γὰρ εἴη καὶ τὸ κινοῦν ἀσθενὲς καὶ τὸ κινούμενον ὀλίγον, τότε γίνεται μικρὰ ἡ φωνή) ἐπεὶ οὖν, ὡς εἴρηται, ἡ μικρὰ φωνὴ γίνεται ἐν κινήσει ὀλίγου ἀέρος, ἡ δὲ βαρεῖα ἐν κινήσει πολλοῦ, ἀδύνατον ἅμα φθέγξασθαι βαρὺ καὶ μικρόν· εἰ γὰρ φθέγγεται μικρὸν καὶ βαρύ, ὡς μὲν μικρόν, ὀλίγον ἀνάγκη εἶναι τὸν ἀέρα, ὡς δὲ βαρύ, πολύ· πῶς δ’ ἂν ὁ αὐτὸς εἴη καὶ μείζων καὶ ἐλάττων ἑαυτοῦ; τὸ δὲ ὁμοίως δὲ καὶ βαρὺ καὶ ὀξὺ ἴσον ἐστὶ τῷ ὥσπερ οὐδὲ βαρὺ καὶ ὀξύ·2 ὥσπερ γὰρ οὐ δύναται ἡ αὐτὴ φωνὴ ἅμα ὀξεῖα εἶναι καὶ βαρεῖα, οὕτως οὐδὲ τὸ αὐτὸ μικρὸν καὶ βαρύ, εἰ τὸ κινούμενον μόνον αἴτιον εἴη τοῦ ὀξέος καὶ βαρέος. διά τε οὖν τοῦτο οὐκ ἔσται ῥᾴδιον βαρὺ καὶ μικρὸν φθέγξασθαι καὶ διὰ τὸ δοκεῖν αὐτοῖς τὸ βαρύφωνον γενναιοτέρας εἶναι φύσεως· οὐδὲν δὲ γενναῖον μικρὸν φθέγγεται. ἐπεὶ οὖν πᾶν βαρὺ γενναιοτέρας ἐστὶ φύσεως, οὐδὲν δὲ γενναῖον μικρὸν φθέγγεται, οὐδὲν ἄρα βαρὺ μικρόν ἔσται. καὶ διὰ τοῦτο καὶ ἐν τοῖς μέλεσι τὸ βαρὺ βέλτιον εἶναι ἔλεγον τῶν συντόνων, ὅτι τὰ ἀπὸ γενναιοτέρας φύσεως βελτίονα. σύντονα δὲ μέλη ὅτι τὰ μεταξὺ ὀξέων καὶ βαρέων εἴρηκεν, εἴπομεν.3 συλλογίζεται δὲ καὶ ἄλλως ὅτι τὸ βαρὺ τῶν συντόνων βέλτιον, λέγων ἡ βαρύτης ὑπεροχή τις· πᾶσα δὲ ὑπεροχὴ τέλειος, πᾶν δὲ τέλειον βέλτιον, ἡ βαρύτης ἄρα βελτίων τῶν συντόνων.
「なぜなら、ある人々は多量のものは遅く動き、少量のものは速く動くと言うからである。」 重声と鋭声の原因を、動かされるもの、たとえば空気のみに帰する人々がいたが、これ[=アリストテレス]はそのようには考えない。というのも、彼[アリストテレス]はこれらが動かすものと動かされるものの双方によって生じると言うのに対し、彼らは動かされるもののみによると言うからである。したがって、多量のものは遅く動き、少量のものは速く動くのであり、このことが、あるものは重声であり、あるものは鋭声であることの原因である、と主張する人々がいると彼は言う。なぜなら、もし動かされる空気が多量であるならば、多量の空気は遅く動くゆえに必然的に重く声を発し、他方もし少量であるならば、今度は少量の空気が速く動くゆえに鋭く[声を発する]、と彼らは言っていたからである。そこで彼[アリストテレス]は彼らを批判して、ある程度までは正しく言っているが、全体としては正しく言っていないと述べる。そして、いかに彼らがある程度まで正しく言っているかを、続けて「類においては正しく言われているように思われる」と述べた。彼は基体および質料、すなわち空気そのものを「類」と呼んでいるのである。そして彼[アリストテレス]が言っていることはこういうことである。「類において、すなわち質料的原因においては彼らは正しく言っている。というのも、重い[声]は動かされるものの大きさにあるからである。重く声を発しようとするならば、空気が大きさを持ち多量であることは必然である。しかし単にそうなのではなく、動かす力に対して[多量なのである]。」なぜなら、動かされる空気はそれ自体としては多量であっても、動かす力に対しては少量であるということも起こりうるからである。それは、十メディムノスの穀物もそれ自体としては多量であるが、五十頭のラバの力に対しては全く少量であるのと同じである。したがって、たとえ動かされる空気が多量であっても、それを動かす能力がより大きいならば、鋭く声を発するのであり、重く[声を発するの]ではない。それゆえ、動かされる空気が単に多量であるかどうかを見るのではなく、それを動かす能力よりもより多いかどうか、それも、その能力によって速く動かされることができず、遅く[動かされる]ほどにそれより多いかどうかを見ねばならない。そして彼らがいかにある程度まで正しく言っているかを述べた後、彼らに対して反駁を加え、「なぜなら、もしこれ[が正しい]とするなら、小さくかつ重く声を発することは容易ではないからである」と述べる。すなわち、もしこれが真実であるなら、つまり動かされるもののみが重くあるいは鋭く声を発することの原因であると言うことが[真実であるなら]、誰であれ重くかつ小さく同時に声を発することは容易ではないだろう、ということである。しかし実際には、あるものが大きくかつ重く同時に声を発するのと同様に、重くかつ小さく同時に声を発するのである。そして、動かされる空気のみが重声と鋭声の原因であると言うことから、誰にとっても重くかつ小さく同時に声を発することは不可能であるということが帰結する。だが、何かが重くかつ小さく同時に声を発することは不可能であると言うことが偽であり不可能であるならば、これ[=帰結]が従うところのもの[=前提]もまた偽であり不可能である。そしてこれ[=前提]とは、空気のみが重声と鋭声の原因であると言うことであった。動かされるもののみが鋭声と重声の原因であるとするならば、いかにして小さくかつ重く声を発することが容易ではないことになるのかは、次のように明らかになるであろう。なぜなら、我々にも彼らにも思われるように、小さな響きと小さな声は少量の空気の運動において生じるからである。ただし我々にとっては動かすものの弱さによる(というのも、もし動かすものも弱く、動かされるものも少量であるならば、そのとき小さな声が生じるからである)。それゆえ、言われたように、小さな声は少量の空気の運動において生じ、重い声は多量の[空気の運動]において生じるのであるから、重くかつ小さく同時に声を発することは不可能である。なぜなら、もし小さくかつ重く声を発するならば、小さく[発する]ものとしては空気が少量であることが必然であり、重く[発する]ものとしては多量であることが必然だからである。しかし同一のものがどのようにして自ら自身よりも大きくかつ小さくありえようか。そして「同様に重くかつ鋭くも」という句は、「重くかつ鋭く[同時に発する]ことができないのと同様に」と同等である。なぜなら、同一の声が同時に鋭くかつ重くあることができないのと同様に、動かされるもののみが鋭さと重さの原因であるとするならば、同一のものが小さくかつ重くあることもできないからである。それゆえ、このことによっても重くかつ小さく声を発することは容易ではないことになるであろうし、また彼らにとって重声がより高貴な本性に属すると思われることによってもそうなるであろう。そしていかなる高貴なものも小さく声を発することはない。それゆえ、すべての重いものはより高貴な本性のものであり、いかなる高貴なものも小さく声を発しないのであるから、いかなる重いものも小さくはないであろう。そしてこのゆえに、旋律においても重いものは張り詰めたものよりも善いと彼らは言っていた。より高貴な本性に由来するものはより善いからである。なお彼が「張り詰めた旋律」と呼んだのは、鋭いものと重いものの中間のものであることは、我々が既に述べた。そして彼は重いものが張り詰めたものよりも善いことを別様にも三段論法で推論しており、次のように言っている。重さはある種の卓越であり、あらゆる卓越は完全であり、あらゆる完全なものはより善い、それゆえ重さは張り詰めたものよりも善い、と。
- 5.21ψεῦδος καὶ ἀδύνατον καὶ ᾧ τοῦτο ἕπεται
ᾧ は関係代名詞与格で、動詞 ἕπεται の支配格。「これ(=帰結である『同時に小さくかつ重く声を発することは不可能であること』)が従うところのもの(=前提である『空気のみが原因であるとする説』)」を表す。主節の述語 ψεῦδος καὶ ἀδύνατον が補われており、「これの帰結元である前提もまた偽であり不可能である」という論理的帰結否定式(modus tollens)の骨格を成している。
- 5.21τὸ δὲ ὁμοίως δὲ καὶ βαρὺ καὶ ὀξὺ ἴσον ἐστὶ τῷ ὥσπερ οὐδὲ βαρὺ καὶ ὀξύ
アリストテレス本文の句 ὁμοίως δὲ καὶ βαρὺ καὶ ὀξύ(中性単数定冠詞 τό を付して引用)に対する解釈。注解者はこれを比較の否定構文 ὥσπερ οὐδὲ...(〜ができないのと同様に)として等置(ἴσον ἐστί)している。すなわち、「同様に重い声と鋭い声も[出せない]」という極限的事例との類比として読解すべきことを構文上補足している。
- 5.21σύντονα δὲ μέλη ὅτι τὰ μεταξὺ ὀξέων καὶ βαρέων εἴρηκεν, εἴπομεν
語順倒置(hyperbaton)および先取り(prolepsis)。主節 εἴπομεν(我々は言った)に続く ὅτι 節の中で、目的語である σύντονα δὲ μέλη が節の先頭に引き出されている。統語的な骨格は εἴπομεν ὅτι τὰ μεταξὺ ὀξέων καὶ βαρέων σύντονα μέλη εἴρηκεν(彼が鋭いものと重いものの中間のものを『張り詰めた旋律』と呼んだことを我々は述べた)となる。
