- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:221.15-222.28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
フィロポノスは視力の鋭敏さの二つの原因(色彩の判別と遠見)を論じ、前者は目の内的な清澄さに、後者は目の位置や眉庇による光線・可視的形相の直進誘導に依存することを解明する。
τὸ γὰρ ἀκριβῶσον τὰς διαφορὰς ἀναγκαῖον καθαρόν τε ἔχειν τὸ ὑγρὸν1 καὶ σύμμετρον τῇ θύραθεν κινήσει, καὶ ἔτι τὸ ἐπιπολῆς δέρμα λεπτόν. ὥστε εἴ τι ζῷον πρὸς τῷ ἔχειν προβολὴν τοῦ ὄμματος πολλὴν [ἂν] καὶ τὸ ὑγρὸν καθαρὸν καὶ σύμμετρον ἕξει καὶ τὸ ἐπιπολῆς δέρμα λεπτόν, τοῦτο καὶ τὰ πόρρω ὄψεται καὶ τὰς διαφορὰς τῶν χρωμάτων ἀκριβώσει. ἢ οὐ συμβαίνουσι ταῦτα πάντα τῷ ἑνὶ διὰ τὸ μὴ δύνασθαι τὴν φύσιν πολλῶν κατευστοχεῖν. εἰπὼν δὲ ὅτι τὰς διαφορὰς τῶν χρωμάτων οὐκ ἀκριβώσει, πόρρωθεν δὲ ἔσται ὁρατικόν, ἐπήγαγε τὸ ὥσπερ εἰ καὶ ἐγγύθεν, μᾶλλον τῶν τὸ μὲν ὑγρὸν καθαρὸν ἐχόντων καὶ τὸ ἐπισκέπασμα αὐτοῦ, λέγων ἐπισκέπασμα τὸ ἐπιπολῆς δέρμα. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὸ ἔχον προβολὴν μᾶλλον καὶ κάλλιον ὄψεται τὰ πόρρωθεν τῶν ἐπισκύνιον τουτέστι προβολὴν μὲν μὴ ἐχόντων πρὸ τῶν ὀμμάτων, ἐχόντων δὲ τὸ ὑγρὸν καὶ τὸ ἐπιπολῆς δέρμα καθαρόν. τὰ γὰρ ἔχοντα ἐπισκύνιον καὶ προβολὴν μᾶλλον ὁρῶσι τὰ πόρρωθεν τῶν τὸ δέρμα καὶ τὸ ὑγρὸν καθαρὸν ἐχόντων, ἐπισκύνιον δὲ μὴ ἐχόντων.’ τὸ δὲ ὥσπερ εἰ καὶ ἐγγύθεν ἴσον ἐστὶ τῷ † κἂν ἐγγύθεν καὶ τὰ πόρρωθεν ὁρῶντα τὸ ἔχον ἐπισκύνιον καὶ τὸ μὴ ἔχον, μᾶλλον καὶ κάλλιον ὄψεται τὸ ἔχον καὶ ἐγγύθεν, κἂν ἀπὸ ἐγγύθεν δὲ ὁρῶσι, πάλιν τὸ ἔχον ἐπισκύνιον μᾶλλον ὄψεται τοῦ μὴ ἔχοντος, ἀλλὰ τὸ πρᾶγμα, οὐ μὴν καὶ τὰς τῶν χρωμάτων διαφοράς. τὸ μὲν οὖν οὕτως ὀξύ, φησίν, ὁρᾶν ὥστε τὰς διαφορὰς διαισθάνεσθαι τῶν χρωμάτων ἐν αὐτῷ ἐστι τῷ ὄμματι, τουτέστιν ἐν τῇ φύσει τοῦ ὄμματός ἐστιν· ἂν γὰρ ᾖ τὸ ἐν τῇ κόρῃ ὑγρὸν καθαρὸν καὶ σύμμετρον τῇ θύραθεν κινήσει καὶ τὸ ἐπιπολῆς δέρμα λεπτόν, ἀκριβώσει τὰς διαφοράς. ὡς γὰρ ἐν ἱματίῳ καθαρῷ καὶ αἱ μικραὶ κηλῖδες ἔκδηλοι γίνονται, οὕτω καὶ διὰ τοῦ καθαροῦ ὄμματος καὶ αἱ μικραὶ κινήσεις δῆλαι γίνονται τῇ ὄψει· δύναται γὰρ τὸ βραχύτατον ὁρατὸν κινῆσαι τὴν ἐν καθαρωτάτῳ ὄμματι ὄψιν, καὶ γίνεσθαι αἴσθησις αὐτοῦ ἐν αὐτῷ. τὸ μὲν οὖν τὰς διαφορὰς διαισθάνεσθαι ἐν αὐτῷ τῷ ὄμματί ἐστι, τοῦ δὲ τὰ πόρρωθεν ὁρᾶν αἰτία ἡ θέσις τοῦ ὄμματος· ἂν γὰρ ἐντὸς κεῖται, ᾧ ἕπεται τὸ ἐπισκύνιον ἔχειν, ὄψεται τὰ πόρρωθεν. ἐπειδὴ δὲ καὶ οὗτος καὶ ἡ ἀλήθεια βούλονται μὴ ὁρᾶν ἡμᾶς ἐκπέμποντας ὄψιν, ὡς οἱ μαθηματικοί φασιν, ἀλλ’ εἰσδεχομένους τὰ εἴδη τῶν ὁρατῶν διὰ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς, λέγει μηδὲν διαφέρειν· ἂν γὰρ ᾖ ἐξόφθαλμον καὶ οὐκ ἔχον ἐπισκύνιον, ἀνάγκη προσπίπτοντα τῷ ὄμματι σκεδάννυσθαι εἰς ἀχανές·2 ἂν δ’ ἔχῃ ἐπισκύνιον, συνέξει τοῦτο τὰ τῶν ὁρατῶν εἴδη, καὶ οὐκ ἐάσει σκεδασθῆναι, ἀλλὰ ποδηγήσει πρὸς τὴν ἐντὸς εὐθυπορίαν. ὥσπερ γὰρ κἂν ἐξερχομένη ἡ ὄψις δι’ ἐπισκυνίου μᾶλλον ἑώρα τὰ πόρρωθεν, οὕτως ἂν αὐτὰ μάλιστα ὄψεται καὶ δεχομένη διὰ τοῦ διαφανοῦς καὶ κινουμένη ὑπ’ αὐτῶν. τοῦτο γὰρ ἐμήνυσε διὰ τοῦ ἀνάγκη καὶ τὴν ὄψιν τῇ κινήσει ὁρᾶν.3 τὸ δὲ μάλιστα μὲν ἂν ἑωρᾶτο τὰ πόρρωθεν, εἰ ἀπὸ τῆς ὄψεως εὐθὺς συνεχὴς ἦν, καὶ τὰ ἑξῆς ἴσον ἐστὶ τῷ εἰ ἦν αὐλός τις συνεχὴς καὶ συμπεφυκὼς τοῖς ὄμμασι, μάλιστα ἂν ἑωρᾶτο τὰ πόρρωθεν. εἰ γὰρ αὐλὸν ὑμενώδη ἢ ἄλλον τινὰ ἡ φύσις συνῆψε τοῖς ὄμμασιν ἡμῶν, ὥστε δι’ ἐκείνου ὁρᾶν, μᾶλλον ἂν ἑωρῶμεν· τούτου δὲ μὴ ὄντος ἀνάγκη, ὅσῳπερ ἂν ἀπέχῃ καὶ ἐπικρέμηται τὸ ἐπισκύνιον, τοσούτῳ μᾶλλον ἡμᾶς ὁρᾶν τὰ πόρρωθεν ἀκριβέστερον.
なぜなら、差異を正確に捉えるはずのものは、湿り気を清澄に持ち、外からの運動に対して均整に持ち、さらに表面の皮膚を薄く持っていることが必然だからである。したがって、もし何らかの動物が目の突出部を多く持っていることに加えて、湿り気をも清澄かつ均整に持ち、表面の皮膚をも薄く持つならば、このものは遠くのものも見、色彩の差異をも正確に捉えるであろう。あるいは、自然は多くの目的を同時に射抜くことができないために、これらすべてが同一の者に起きることはない。そして彼は、色彩の差異を正確に捉えることはなく遠くのものが見えるであろうと述べた後、「あたかも近くから見るかのようであり、湿り気とその覆いを清澄に持っているものたちよりも」という句を付け加えたが、ここで「覆い」とは表面の皮膚のことを言っている。彼が言っていることは次のようなことである。突出部を持つものは、眉庇、すなわち目の前の突出部を持たないが湿り気と表面の皮膚を清澄に持つものたちよりも、遠くのものをより多く、よりよく見るであろう。「眉庇と突出部を持つものは、皮膚と湿り気を清澄に持ちながら眉庇を持たないものたちよりも、遠くのものをより多く見る」からである。そして「あたかも近くから見るかのようであり」とは、眉庇を持つものと持たないものの双方が遠くを見るにせよ近くから見るにせよ、眉庇を持つものは近くからでもより多く、よりよく見るであろうし、仮に近くから見るにしても、眉庇を持つものは持たないものよりも再びより多く見るであろうが、それは事物そのものであって、色彩の差異ではない、ということと同じである。それゆえ彼が言うには、色彩の差異を識別し分けるほどに鋭敏に見るということは目そのものの中にあり、すなわち目の自然の中にある。というのも、もし瞳孔の中の湿り気が清澄であり、外からの運動に対して均整であり、表面の皮膚が薄いならば、差異を正確に捉えるであろうからである。ちょうど清らかな衣服においては小さな汚れも目立つように、清澄な目を通してもまた小さな運動が視覚に対して明らかになる。もっとも清澄な目の中にある視覚を、きわめて小さな可視的対象が動かし、その対象の感覚が目の中に生じることができるからである。それゆえ、差異を識別し分けることは目そのものの中にあるが、遠くのものを見ることの原因は目の位置である。というのも、もし目が内側に置かれ、それに伴って眉庇を持つことになるならば、遠くのものを見るであろうからである。そして彼も真理も、数学者たちが言うように私たちが視線を放射して見るのではなく、空気の中の透明なものを介して可視的対象の形相を受け入れることによって見るのだと考えているので、彼はいずれにせよ何の差異もないと言う。というのも、もし目が突出していて眉庇を持たないなら、目に到達するものが果てしない広がりの中へと拡散することが必然であるのに対し、もし眉庇を持つならば、これが可視的対象の形相を保ちまとめ、拡散させず、内なる直進路へと誘導するであろうからである。なぜなら、ちょうど視線が出て行くとしても眉庇を通して遠くのものをよりよく見たであろうのと同じように、透明なものを介して形相を受け入れ、それらによって動かされるとしても、そのようにして遠くのものを最大限に見るであろうからである。彼が「視覚もまた運動によって見ることが必然である」ということによって示したのは、まさにこのことである。また「もし視覚から直ちに連続していたならば、遠くのものが最大限に見えたであろう」等々は、もし何らかの管が連続して目に癒着していたならば、遠くのものが最大限に見えたであろう、ということと同じである。というのも、もし自然が私たちの目に膜状あるいは何らかの他の管を結合させ、それを通して見るようにしていたならば、私たちはよりよく見たであろうからである。しかしこれがない以上、眉庇が張り出し覆いかぶさっている度合いが大きければ大きいほど、それだけ私たちは遠くのものをより正確に見ることが必然なのである。
- 5.8τὸ γὰρ ἀκριβῶσον τὰς διαφορὰς ἀναγκαῖον καθαρόν τε ἔχειν τὸ ὑγρὸν
ἀναγκαῖον は非人称述語であり、それに続く対格不定詞構文(τὸ ἀκριβῶσον が意味上の主語、ἔχειν が不定詞)を補語としてとる。未来分詞 τὸ ἀκριβῶσον は目的・必然の適性を帯びた主語(「差異を正確に捉えるはずのもの」)として機能している。
- 5.8ἀνάγκη προσπίπτοντα τῷ ὄμματι σκεδάννυσθαι εἰς ἀχανές
非人称表現 ἀνάγκη に導かれる対格不定詞構文。中性複数現在分詞 προσπίπτοντα は先行文の「可視的対象の形相」(τὰ τῶν ὁρατῶν εἴδη)を意味上の主語として受けており、受動相不定詞 σκεδάννυσθαι に係る。
- 5.8ἀνάγκη καὶ τὴν ὄψιν τῇ κινήσει ὁρᾶν
アリストテレス本文からの引用句。τὴν ὄψιν は不定詞 ὁρᾶν の意味上の主語(対格)であり、与格 τῇ κινήσει は手段・態様を表す(「運動によって」)。
