← ヨハネス・ピロポノス

アリストテレス『動物発生論』注解

§185.30-187.17

デモクリトスの畸形説の批判と質料による原因

アリストテレス(769b30)に基づき、二度の交わりによる二つの精液の流入を畸形の原因とし鳥の卵をも畸形とみなすデモクリトスの説を紹介・論駁し、畸形の本質的な原因は母体の質料(過剰な月経血や複数の胎芽の合着)にあるとする自説と二黄卵から生じる多肢の奇形の説明を展開する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.15#1

" Δημόκριτος μὲν οὖν ἔφη γίνεσθαι τὰ τέρατα διὰ τὸ δύο γονὰς πίπτειν." Τὴν Δημοκρίτειον πρότερον περὶ τῆς τῶν τεράτων γενέσεως παρατίθεται δόξαν, εἶθ’ οὕτως ἐρεῖ τὴν αὑτοῦ. ἔλεγεν οὖν ὁ Δημόκριτος ὅτι ἐν τῇ σήμερον φέρε εἰπεῖν γεγονυίᾳ ὀχείᾳ εἰσῆλθεν ἐν τῇ ὑστέρᾳ ἀπὸ τοῦ ἄρρενος γονή, εἰσέρχεται δὲ καὶ ἐν τῇ εἰς αὔριον γενησομένῃ, καὶ ὅλως ἄλλη μὲν εἰσέρχεται ἐν τῇ προτέρᾳ ὀχείᾳ, ἄλλη δὲ ἐν τῇ ὕστερον γεγονυίᾳ. ὅταν οὖν δὶς ὀχευθῇ τὸ θῆλυ, καὶ δύο εἰσέλθωσιν ἐν τῇ ὑστέρᾳ αὐτοῦ γοναί, ὥσπερ ἡ πρότερον εἰσελθοῦσα πλάττει καὶ ποιεῖ χεῖρας καὶ πόδας καὶ τὰ λοιπά, οὕτω καὶ ἡ ὕστερον εἰσελθοῦσα τὰ αὐτὰ ποιεῖ· ἀλλὰ διὰ τὸ εἶναι τὸ καταμήνιον ἓν καὶ συνεχές, γίνονται καὶ τὰ ἐξ ἀμφοῖν ταῖν γοναῖν συνεχῆ ἀλλήλοις καὶ ἐπαλλάττοντα, τουτέστι κοινωνοῦντα καὶ ὅμοια ὄντα ἀλλήλοις, καὶ διὰ ταύτην τὴν αἰτίαν γίνεται εἷς ἄνθρωπος, ἔχων δύο μὲν κεφαλάς, τέσσαρας δὲ πόδας. ἔλεγε δὲ ὁ Δημόκριτος καὶ τὰ ᾠὰ τῶν ὀρνίθων τέρατα εἶναι· ταχείας γάρ, φησί, καὶ ἐν μιᾷ ὥρᾳ πολλάκις ἐπὶ τούτων γινομένης τῆς ὀχείας πολλαὶ εἰσέρχονται γοναί, καὶ διὰ τοῦτο τοῦ ᾠοῦ τὸ μέν ἐστι λευκόν, τὸ δὲ ὠχρόν· εἰ δὲ εἰσήρχετο μία γονή, ἢ ὠχρὸν ἂν ἦν τὸ πᾶν ἢ λευκόν. εἰσὶν οὖν, φησί, καὶ τὰ ᾠὰ τέρατα, ἀλλὰ διὰ τὸ ἀεὶ οὕτως γίνεσθαι τῇ ταχυτῆτι τῆς ὀχείας οὐ δοκοῦσιν εἶναι τέρατα. ἐπαλλάττειν δὲ καὶ κοινωνεῖν λέγει τὴν τῶν ᾠῶν χρόαν, διότι παντὸς ὀρνιθείου ᾠοῦ τὸ μέν ἐστι λευκὸν τὸ δ’ ὠχρόν. ἡ μὲν οὖν Δημοκρίτειος περὶ τῆς τῶν τεράτων γενέσεως δόξα αὕτη, τὴν ἀπὸ τοῦ ἄρρενος γονὴν αἰτιωμένη· ὅπερ οὗτος οὐ βούλεται, ἀλλὰ μᾶλλον τὴν ἀπὸ τοῦ θήλεος ὕλην. ἐγκαλεῖ δὲ τῷ Δημοκρίτῳ λέγων εἰ δὲ συμβαίνει ἐξ ἑνὸς σπέρματος πλείω γίνεσθαι καὶ μιᾶς συνουσίας, ὅπερ φαίνεται.1 ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον ‘εἰ ὅλως χρὴ τὸ ἀπὸ τοῦ ἄρρενος αἰτιᾶσθαι σπέρμα, ὡς Δημοκρίτῳ δοκεῖ, καὶ μὴ τὴν ἀπὸ τοῦ θήλεος ἀπόκρισιν, ὡς ἡμῖν, τί δεῖ ἀνακυκλεῖν καὶ λέγειν ὅτι ἡ πρότερον εἰσελθοῦσα γονὴ πεποίηκε τάδε, ἡ δ’ ὕστερον τάδε, καὶ μὴ ἀποφαίνεσθαι ὅτι ἡ αὐτὴ καὶ μία πεποίηκε τὰς τέσσαρας χεῖρας καὶ τὰς δύο κεφαλάς, καὶ τὰ λοιπὰ ὁμοίως’; ὁρῶμεν γὰρ ὅτι ἐκ μιᾶς ὀχείας καὶ δηλονότι καὶ μιᾶς γονῆς διδυμοτοκοῦσι πολλαὶ τῶν γυναικῶν, ὁμοίως δὲ καὶ τῶν πολυτόκων πολλὰ ἐκ μιᾶς ὀχείας γεννᾷ πλείονα. εἰ οὖν ἡ μία γονὴ πολλὰ δύναται ποιεῖν ζῷα, ποιήσει ἄρα καὶ ἓν πλείονα ἔχον μέρη τῶν κατὰ φύσιν ἐπιβαλλόντων αὐτῷ· τοῖς γὰρ τοιούτοις, φησί, τουτέστι τοῖς πολυτόκοις, ἀναγκαῖον μάλιστα τοῦτο συμβαίνειν, τουτέστι τὸ τέρατα γεννᾶν. ἂν γὰρ μὴ διακριθῶσι τὰ σπέρματα (εἰ δεῖ ταῦτα αἰτιᾶσθαι κατὰ τὴν Δημοκρίτειον ἀπόφασιν) ἂν δὴ μὴ διακριθῶσι καὶ τοῦτο μὲν τὸ μέρος τοῦ ὅλου σπέρματος ποιήσῃ ζῷον, ἐκεῖνο δὲ τὸ μέρος ἕτερον καὶ ἄλλο ἄλλο, ἀλλ’ ἅμα ὦσι καὶ συνεχῆ ἀλλήλοις τὰ τοῦ ὅλου σπέρματος μόρια, γενήσεται ἕν τι ζῷον ἔχον, εἰ τύχῃ, δύο μὲν κεφαλάς, ἓξ δὲ πόδας, τέσσαρα δὲ ὦτα. ταῦτα εἰπὼν πρὸς Δημόκριτον τὴν ἑαυτοῦ ἐκτίθεται δόξαν λέγων ὅλως δὲ μᾶλλον τὴν αἰτίαν τῆς τῶν τεράτων γενέσεως οἰητέον ἐν τῇ ὕλῃ, τουτέστιν ἐν τῇ ἐκκρίσει τῇ ἀπὸ τοῦ θήλεος καὶ ἐν τῷ κυήματι τῷ ἐκ τοῦ καταμηνίου καὶ τῆς τοῦ ἄρρενος ὄντι γονῆς. ἂν γὰρ ἐπικράτεια γένηται ἐν τῷ κυήματι τῆς ὕλης, ἧττα δὲ τῆς γονῆς, τέρας ἔσται τὸ γεγονός. λέγει δὲ μάλιστα γίνεσθαι ἐν ταῖς ἀλεκτορίσι τὰ τέρατα διὰ τὸ ἔχειν πολλὰ κυήματα, καὶ πλησίον εἶναι ἀλλήλων, ὥστε ἅπτεσθαι θάτερον θατέρου, ἁπτόμενα δὲ συμφύονται· ἐξ οὗ συμβαίνει πολλάκις περικλείεσθαι ὑπὸ ἑνὸς κελύφους δύο ὠχρά, καὶ δὴ ὁρῶμεν πολλὰ τῶν ᾠῶν δύο ἔχον ἕκαστον αὐτῶν ὠχρά. καὶ ἐπεί, ὡς πολλάκις εἴρηται, τὸ μὲν τοῦ νεοττοῦ σῶμα ἐκ τοῦ λευκοῦ γίνεται, ὡς δὲ προϊὼν ἐρεῖ, οἱ [δὲ] πόδες καὶ ἡ τροφὴ ἐκ τοῦ ὠχροῦ·2 ἐπειδὴ γὰρ οἱ πόδες τῶν ἄλλων γεωδέστεροί εἰσιν ὀστῶν (τὰ γὰρ πλῆκτρα καὶ οἱ ὄνυχες καὶ αἱ ἐν τοῖς σκέλεσι λεπίδες παντελῶς εἰσι γεώδεις), τοιοῦτον δὲ καὶ τὸ ὠχρόν (γεῶδες γὰρ καὶ τοῦτο, ὡς πολλάκις εἴρηται), ἀναγκαῖον ἐκ τοῦ ὠχροῦ ἴσχειν τὴν γένεσιν τὰ σκέλη· ἐπεὶ οὖν ἐκ τοῦ ὠχροῦ οἱ πόδες, ἐν ᾧ ᾠῷ δύο εἰσὶν ὠχρά, ἀναγκαῖον τέσσαρας ἢ τρεῖς ἐξ αὐτοῦ γίνεσθαι πόδας.

「それゆえデモクリトスは、二つの種子が落ちることによって畸形が生じると言った。」 まず彼は畸形の発生に関するデモクリトスの見解を提示し、その後に自身の見解を述べることになる。そこでデモクリトスは次のように言っていた。例えば今日行われた交わりにおいて、雄から子宮へと精液が入り、さらに明日行われる交わりにおいても入る。そして一般に、ある[精液]は先の交わりにおいて入り、別の[精液]は後で行われた交わりにおいて入る。それゆえ、雌が二度交わり、その子宮に二つの精液が入る時、先に侵入した[精液]が手や足やその他の部分を形作り生み出すのと同様に、後から侵入した[精液]もまた同じものを生み出す。しかし月経血が一つであり連続しているため、両方の精液から生じる部分も互いに連続し交錯することになる。すなわち互いに共有し似たものとなる。そしてこの原因によって、二つの頭と四本の足を持つ一人の人間が生じるのである。またデモクリトスは、鳥の卵も畸形であると言っていた。彼が言うには、鳥たちにおいては交わりが急速であり、一つの時間のうちにしばしば行われるため、多くの精液が侵入し、そのために卵のある部分は白く、ある部分は黄色いのである。もし単一の精液が入ったのであれば、全体が黄色いか、あるいは白いかのいずれかであったはずである。それゆえ卵もまた畸形であると彼は言うが、交わりの素早さによって常にそのように生じるために、畸形であるとは思われないのである。卵の色合いが交錯し共有されていると彼が言うのは、すべての鳥の卵において一方が白く他方が黄色いからである。それゆえ、畸形の発生に関するデモクリトスの見解はこのようなものであり、雄からの精液を原因とするものである。しかし彼[アリストテレス]はこの見解を望まず、むしろ雌からの質料を原因とすることを望む。そして彼はデモクリトスを非難して、「しかし、見られるように、単一の精液と単一の交わりから複数のものが生じるならば」と述べる。その語られていることの意味は、実質的に次のようなものである。「もしデモクリトスが考えるように、およそ雄からの精液を原因とすべきであり、我々が考えるように雌からの分泌物を原因とすべきでないのだとしても、なぜ堂々巡りをして、先に侵入した精液がこれらを生み出し、後の精液がこれらを生み出したと述べ、同一かつ単一の精液が四本の手と二つの頭を生み出し、その他の部分も同様に生み出したと主張しないのか」。実際、我々は単一の交わりから、したがって明らかに単一の精液から多くの女たちが双子を生むのを見るし、同様に多胎動物の多くも単一の交わりから複数のものを生む。それゆえ、もし単一の精液が多くの動物を生み出すことができるのなら、その動物に自然に従って割り当てられているよりも多くの部分を持つ一つの動物をも生み出すであろう。というのも、彼が言うには、そのような動物、すなわち多胎動物において、これ、すなわち畸形を生むことが最も必然的に生じるからである。なぜなら、(デモクリトスの主張に従って精液を原因とすべきであるとしても)もし諸々の精液が分離されず、全体としての精液のこの部分がある動物を生み出し、かの部分が別の動物を、また別の部分がさらに別の動物を生み出すというふうに分離されずに、むしろ全体としての精液の諸部分が同時にあり互いに連続しているならば、たまたま二つの頭、六本の足、四つの耳を持つ何らかの単一の動物が生じることになるからである。デモクリトスに対してこれらのことを述べた後、彼は自身の見解を提示して次のように述べる。「一般に、畸形の発生の原因はむしろ質料のうちにある、すなわち雌からの分泌物の中に、また月経血と雄の精液から成る胎芽の中にあると考えるべきである」。なぜなら、もし胎芽において質料の優越が生じ、精液の敗北が生じるならば、生じたものは畸形となるであろうからである。そして彼は、雌鶏において畸形が最も生じやすいのは、多くの胎芽を持ち、それらが互いに近接していて一方が他方に触れ、触れ合って合着するためであると述べる。このことから、単一の殻の下に二つの黄身が包み込まれることがしばしば生じるのであり、現に我々は多くの卵において、その各々が二つの黄身を持っているのを見る。そして、しばしば言われてきたように雛の身体は白身から生じ、また後で彼が述べるように、脚と栄養は黄身から生じる。なぜなら、脚は他の骨よりも土っぽいからであり(実際、蹴爪や爪や脚の鱗は完全に土っぽい)、黄身もまたそのような性質のものだからである(しばしば言われてきたように、これも土っぽい)。それゆえ、脚が黄身からその発生を持つことは必然である。したがって脚が黄身から生じる以上、二つの黄身がある卵においては、それから四本あるいは三本の足が生じることは必然なのである。

構文注2 件
  1. 4.15ἐγκαλεῖ δὲ τῷ Δημοκρίτῳ λέγων εἰ δὲ συμβαίνει ἐξ ἑνὸς σπέρματος πλείω γίνεσθαι καὶ μιᾶς συνουσίας, ὅπερ φαίνεται.

    λέγων の後に導かれている εἰ 節は、アリストテレス本文(769b34–35)の語句を直接引いたものであり、条件文の帰結節(apodosis)が文面上省略されている。注解者は続く ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον 以下の文において、この省略された帰結・反論の骨子(「なぜ単一の精液から複数の部分が生じたと言わないのか」)を敷衍・補完して説明している。

  2. 4.15καὶ ἐπεί, ὡς πολλάκις εἴρηται, τὸ μὲν τοῦ νεοττοῦ σῶμα ἐκ τοῦ λευκοῦ γίνεται, ὡς δὲ προϊὼν ἐρεῖ, οἱ [δὲ] πόδες καὶ ἡ τροφὴ ἐκ τοῦ ὠχροῦ·

    καὶ ἐπεί で始まる複文構造だが、理由を述べる挿入文(ἐπειδὴ γὰρ οἱ πόδες...)が挟まれた結果、文構造が破格(anakolouthon)となっている。文の主節となる結論は、直後の ἐπεὶ οὖν ἐκ τοῦ ὠχροῦ οἱ πόδες... で前提を要約し直した上で、ἀναγκαῖον τέσσαρας ἢ τρεῖς ἐξ αὐτοῦ γίνεσθαι πόδας として導出・完結されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:185.30-187.17