← ヨハネス・ピロポノス

アリストテレス『動物発生論』注解

§167.33-168.28

デモクリトスの種子論とエンペドクレス説の帰結

アリストテレス『動物発生論』764a10–15を注解し、デモクリトス説における「種子」の意味を確認した上で、母体子宮の温度変化の仮定を通じてエンペドクレスの雌雄決定論から不合理な怪物が生じる帰結を論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

" Ἀλλ’ ὁποτέρου ἂν κρατήσῃ τὸ σπέρμα τὸ ἀπὸ τοῦ μορίου ἐλθόν." Σπέρμα λέγει τὰ μόρια, καὶ εἴπομεν ἐν τῷ πρώτῳ βιβλίῳ, ὅπως αὐτὰ σπέρματα λέγει. ἔστι δὲ τὸ λεγόμενον ‘Δημόκριτος δὲ οὐκ αἰτιᾶται τὴν θερμότητα καὶ ψυχρότητα, ἀλλὰ τὴν ἐπικράτειαν τοῦ μορίου, ἐν ᾧ διαφέρουσιν ἀλλήλων τὸ ἄρρεν καὶ τὸ θῆλυ’.

「しかしいずれか一方のものの、部分から来た種子が打ち勝つならば。」 彼は部分のことを種子と呼んでおり、彼がどのようにそれらを種子と呼んでいるかは第一巻で我々が述べた通りである。そして言われていることは、「しかしデモクリトスは熱さと冷たさを原因とするのではなく、雄と雌が互いに異なっているところの部分の優越を原因としている」ということである。

§4.2

"Εἰ γὰρ πεπλασμένων τῶν ζῴων, τοῦ μὲν τὰ μόρια ἔχοντος τὰ τοῦ θήλεος πάντα, τοῦ δὲ τὰ τοῦ ἄρρενος.1" Ἀσαφῶς ἡ λέξις ἀπήγγελται, ἐστὶ δὲ ἔλεγχος τῆς Ἐμπεδοκλέους δόξης. τὸ δὲ λεγόμενον, οἶμαι, τοιοῦτόν ἐστιν· ὅτε τὰ τοῦ ἄρρενος καὶ θήλεος μόρια εἰς τὴν ὑστέραν εἰσέλθωσιν, ἂν τύχῃ ψυχρὰ οὖσα καὶ ἐπικρατήσῃ τὸ τῆς ὑστέρας ἥμισυ τοῦ ἡμίσεος τοῦ περινέου καὶ μεταβάλλῃ εἰς ἑαυτὴν καὶ ἀναπληρωθῇ, ὡς μηκέτι εἶναι ἡμίσεια ἀλλὰ τέλειος, εἶτα συμβῇ ἅμα τῷ τὴν ὑστέραν τελειωθῆναι τοῦ ἐμβρύου μεταβαλεῖν τὴν τῆς μητρὸς ὑστέραν φυσικῶς ἢ καὶ ἄλλως πως ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμότητα, ἀνάγκη τότε ὡς εἰς κάμινον ἐμβληθέντα τὴν ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμὴν μεταβεβληκυῖαν ὑστέραν τὰ μόρια, ἀνάγκη οὖν διὰ τὴν θερμότητα κρατήσειν τὰ λοιπὰ μόρια τοῦ ἄρρενος2 πλὴν τοῦ περινέου (ἐκεῖνος γὰρ ἤδη κεκράτηται, ὅτε ψυχρὰ ἦν ἡ τῆς μητρὸς ὑστέρα), καὶ ἔσται τὸ γεγονὸς ὡς μὲν ὑστέραν ἔχον θῆλυ, ὡς δὲ ὄρχεις καὶ αἰδοῖον τοιονδὶ καὶ τὰ λοιπὰ ἄρρεν, ὅπερ ἀδύνατον. ἐκρατήθη μὲν γὰρ ὁ περίνεος ὑπὸ τῆς τοῦ ἐμβρύου ὑστέρας, ὅτε ἦν ἡ τῆς μητρὸς ὑστέρα ψυχρά (τότε γάρ, ὡς εἴρηται, τούτων τῶν μορίων ἡ μάχη γίνεται), ἐν δὲ τῷ αὐτῷ νῦν, ἐν ᾧ τετελείωται ἡ τοῦ ἐμβρύου ὑστέρα, μετέβαλλεν ἀθρόον κατὰ τὴν ὑπόθεσιν ἡ τῆς μητρὸς ὑστέρα ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμήν· κρατηθήσεται οὖν τὰ τοῦ θήλεος μόρια διὰ τὴν θερμότητα (οὔπω γὰρ αὐτὰ ἐκράτησε τὰ τοῦ ἄρρενος), καὶ ἔστιν ἄρρεν ἔχον ὑστέραν. ὁμοίως δὲ κἂν θερμῆς οὔσης ἐπικρατήσῃ ὁ περίνεος, εἶτα εὐθὺς μεταβάλλῃ εἰς ψυχρὰν κρᾶσιν ἡ τῆς μητρὸς ὑστέρα, ἐπικράτεια ἔσται τῶν τοῦ θήλεος μερῶν, ἧττα δὲ τῶν τοῦ ἄρρενος, καὶ ἔσται θῆλυ ἔχον περίνεον, τουτέστιν ἔσται ὡς μὲν ἔχον περίνεον ἄρρεν, ὡς δὲ τοιονδὶ αἰδοῖον θῆλυ.

「というのも、もし動物たちが形づくられて、一方は雌のすべての部分をもち、他方は雄の[すべての部分を]もつとするならば。」 この文言は不明瞭に述べられているが、エンペドクレスの意見の論駁である。そして言われていることは、思うに次のようなことである。雄と雌の部分が子宮に入り、もし[子宮が]冷たい状態にあって、子宮の半分が会陰部の半分に打ち勝ち、自らのほうへと変化させて満たされ、もはや半分ではなく完全なものとなった後に、胎児の子宮が完成すると同時に、母体の子宮が自然に、あるいは他の何らかの仕方で冷たい調合から熱さへと変化することが起こったとするならば、そのとき[胎児の]諸部分は冷たい調合から温かいものへと変化した子宮という炉の中へと投げ込まれたかのようになるので、それゆえ熱さによって、会陰部を除く雄の残りの諸部分が打ち勝つことが必然となり(というのも会陰部は、母体の子宮が冷たかったときにすでに打ち負かされているからである)、そして生じるものは、子宮をもつという点では雌であり、睾丸とこのような恥部および残りの部分をもつという点では雄であるということになるが、これは不可能なことである。というのも、会陰部は母体の子宮が冷たかったときに胎児の子宮によって打ち負かされたが(というのも、言われたように、そのときにこれらの部分の争いが生じるからである)、胎児の子宮が完成したまさにその今、仮定によれば母体の子宮は冷たい調合から温かいものへと一挙に変化したからである。したがって、熱さのゆえに雌の諸部分が打ち負かされ(というのも、雄の諸部分はそれらにまだ打ち勝っていなかったからである)、子宮をもつ雄が生じることになる。同様に、もし[子宮が]温かい状態にあるときに会陰部が打ち勝ち、そののち直ちに母体の子宮が冷たい調合へと変化するならば、雌の諸部分の優越と雄の諸部分の敗北が生じ、会陰部をもつ雌が生じることになる、すなわち会陰部をもつという点では雄であり、このような恥部をもつという点では雌であるものが生じることになるのである。

構文注2 件
  1. 4.2Εἰ γὰρ πεπλασμένων τῶν ζῴων, τοῦ μὲν τὰ μόρια ἔχοντος τὰ τοῦ θήλεος πάντα, τοῦ δὲ τὰ τοῦ ἄρρενος.

    レンマの構文は εἰ γάρ に導かれる条件節の前件と独立属格(πεπλασμένων τῶν ζῴων ... τοῦ μὲν ... τοῦ δὲ ...)のみが提示され、帰結節(アポドシス)が省略された破格構文(アポシオーペーシスあるいはアナコロウトン)をなしている。注釈者自身が Ἀσαφῶς ἡ λέξις ἀπήγγελται(「この文言は不明瞭に述べられている」)と指摘している通り、アリストテレスの文は完全な文を完結させておらず、後続の注記でその欠けた論証(エンペドクレス説に従うと雌雄の部分が混在した不可能な個体が生じるという帰結)を敷衍して補っている。

  2. 4.2ἀνάγκη τότε ὡς εἰς κάμινον ἐμβληθέντα τὴν ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμὴν μεταβεβληκυῖαν ὑστέραν τὰ μόρια, ἀνάγκη οὖν διὰ τὴν θερμότητα κρατήσειν τὰ λοιπὰ μόρια τοῦ ἄρρενος

    長大な条件文の主節部における破格構文(アナコロウトン)。非人称構文 ἀνάγκη [ἐστί] の後に対格名詞句+分詞(ὡς εἰς κάμινον ἐμβληθέντα ... τὰ μόρια「諸部分が投げ込まれたかのように[なって]」)が一旦置かれたものの、直後に修飾句が挟まれたことで構文が途切れ、改めて ἀνάγκη οὖν ... κρατήσειν(不定詞構文)と言い直されて主文の骨格が再形成されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:167.33-168.28