← ヨハネス・ピロポノス

アリストテレス『生成と消滅について』注解

§90.22-92.13

生成と同様の増大という反論と空間的難点

アリストテレスが321a9で提示する、生成と同様の仕方で増大が生じるとする反論とそれに対する論駁を扱い、水から空気への生成は増大ではないこと、および両者に共通して生じる空間的アポリア(空虚か相互置換か)について解説している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.137#1

" Ἀλλὰ μὴν οὐδ’ οὕτως ἐνδέχεται λέγειν." Ἀπορήσας εἰς ἑκάτερον μέρος καὶ δείξας ὅτι κἄν τε σώματι φαίημεν τὴν αὔξησιν γίνεσθαι, συμβήσεται δύο ἐν τῷ αὐτῷ σώματα εἶναι, κἄν τε ἀσωμάτῳ, ἔσται κενὸν χωριστόν, ὥσπερ ἔνστασίν τινα παραφέρει πρὸς ἀμφοτέρας τὰς ἀπορίας, λέγων· μήποτε οὐκ ἐξ ἀνάγκης ἕψεται1 ταῦτα τοῖς τὸν αὐτὸν τρόπον τὴν αὔξησιν φάσκουσι γίνεσθαι ὅνπερ καὶ ἡ γένεσις. ἐν γὰρ τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ μείζων ἀὴρ ἐξ ἐλάττονος ὕδατος γεγένηται, καὶ ὅμως οὐκ ἔστιν εἰπεῖν οὔτε ὅτι δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ἔσται οὔτε χωριστὸν κενὸν εἶναι. μᾶλλον δ’ ἂν ἁρμόττοι ἡ ἔνστασις αὕτη πρὸς τὴν ἀνασκευὴν τοῦ ἑτέρου μορίου τῆς διαιρέσεως, τοῦ ἀσωμάτῳ τὴν αὔξησιν ὑποτιθεμένου· καθάπερ ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ μείζων γεγένηται ἡ οὐσία ἐξ ἐλάττονος μηδενὸς σώματος προσελθόντος, καὶ [κενὸν] ὅμως οὐκ εἰσάγεταί τι ἄτοπον, κἀπὶ τῆς αὐξήσεως τὸν αὐτὸν τρόπον ὑποτίθεσθαι.2 πρὸς τοῦτο τοίνυν ἐνιστάμενος ὁ Ἀριστοτέλης δείκνυσιν ὅτι ἀδύνατον κατὰ τοῦτον τὸν τρόπον ὑποθέσθαι τὴν αὔξησιν· ὅλως γάρ, φησίν, οὐδὲ αὔξησίς ἐστιν ἡ εἰς ἀέρα τοῦ ὕδατος μεταβολή, καὶ τοῦτο ἔσται δῆλον ἐκ τῶν κατὰ κοινὴν ἔννοιαν περὶ αὐξήσεως ῥηθέντων. ποῖον γὰρ καὶ φαίημεν ηὐξῆσθαι; οὔτε γὰρ ὁ ἀὴρ ηὔξηται, διότι οὐδὲ προϋπῆρχεν οὐδὲ ἀὴρ ὢν καὶ προσλαβών τι μείζων γεγένηται, διόπερ οὐδὲ χώραν ἔχει ἐπὶ τούτου λέγειν ὅτι σώματι προσελθόντι ηὔξηται· ἀλλὰ μὴν οὐδὲ τὸ ὕδωρ ηὔξηται τό γε φθαρὲν καὶ μηκέτι ὑφεστώς. εἰ τοίνυν οὔτε τὸ ὕδωρ οὔτε τὸν ἀέρα δυνατὸν λέγειν ηὐξῆσθαι, πάντῃ ἄρα τῆς αὐξήσεως διενήνοχεν ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή. ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα εὐλόγως ἀληθὲς μὲν εἶναι τὸ διαφέρειν τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴν τῆς αὐξήσεως, τὴν αὐτὴν δὲ εἶναι ἀπορίαν ἐπί τε τῆς αὐξήσεως καὶ τῆς γενέσεως. ὥσπερ 〈γὰρ〉 ἐπὶ τῆς αὐξήσεως τὸ αὐξόμενον εἰ φῇ τις πλείονα τόπον καταλαβεῖν μηδενὸς προσιόντος ἐνεργείᾳ σώματος, κενὸν εἰσάγει, οὕτω κἀπὶ τῆς γενέσεως μείζονος ἀέρος ἐξ ἐλάττονος ὕδατος γινομένου μηδενὸς προσιόντος ἀνάγκη κατὰ τὸν αὐτὸν λόγον ἢ κενὸν ὑποθέσθαι τόπον, ὅνπερ προσέλαβεν ὁ ἐξ ὕδατος ἀὴρ γενόμενος, ἢ σῶμα διὰ σώματος χωρῆσαι. εἰ δέ τις λέγοι ὅτι καθάπερ ἀὴρ ἐξ ὕδατος γίνεται πλείονος τόπου δεόμενος, οὕτως ἀλλαχοῦ πάλιν ἐξ ἀέρος ὕδωρ ἐλάττονα τόπον καταλαμβάνον, ὡς μηδέποτε κενὸν γενέσθαι (ὃν γὰρ ἐνταῦθα καταλείπει τόπον τὸ συστελλόμενον σῶμα, τοῦτον προσλαμβάνει τὸ ἀλλαχοῦ ἐπεκτεινόμενον, ἀντιμεθισταμένων ἀλλήλοις κατὰ συνέχειαν τῶν τοῦ ἀέρος μορίων καὶ τὸν κενωθέντα τόπον ἐκ τοῦ συσταλέντος σώματος ἀναπληρούντων καὶ τῷ γενομένῳ σώματι τὸν οἰκεῖον τόπον ἀντιπαραχωρούντων), τὰ αὐτὰ ταῦτα καὶ περὶ τῆς αὐξήσεως ἀκούσεται. εἴποι γὰρ ἄν τις ὅτι ἐν ἐνταῦθα προσέλαβετο τόπον τὸ αὐξηθέν, τοῦτον καταλέλοιπε3 τὸ ἀλλαχοῦ φθῖνον, καὶ οὐχὶ τὸ προσελθὸν εἰς τὴν αὔξησιν· ἐκ τοῦ δυνάμει γὰρ σώματος τὸ αὐξόμενον αὔξεται καὶ εἰς τοῦτο τὸ φθῖνον μεταβάλλει. ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα πλασματῶδες εἶναι τὸ ἐνταῦθα αὐξήσαντός τινος ἀλλαχοῦ ὑποθέσθαι πάντως φθῖνόν τι· ἀλλὰ τοῦτο κἀπὶ τῆς γενέσεως θεωρεῖται. ἀνάγκη γὰρ κἀπὶ ταύτης, εἰ μὴ μέλλοι κενὸν γενέσθαι, ὕδατος ἐνταῦθα εἰς ἀέρα μεταβάλλοντος ἀλλαχοῦ ὑποθέσθαι τὸν ἀέρα εἰς ὕδωρ ἀντιμεταβάλλοντα. ὥστε κοινὴ ἂν εἴη ἡ τοιαύτη ἀπορία. ἢ γὰρ κενὸν ἔσται, ἢ ἀναποδείκτως ὑποτίθεσθαι δεῖ ὅτι ὅσον ἐνταῦθα μεταβάλλει ὕδωρ, ἀλλαχοῦ τοσοῦτος ἀὴρ μεταβάλλει. καὶ οὐ μόνον ὅταν ὑπὸ φύσεως ἡ τῶν στοιχείων μεταβολὴ γίνηται, ἀλλὰ καὶ ὅταν ὑπὸ τέχνης, οἷον ὅτι ἐμοῦ ὕδωρ ἐξατμίζοντος, ἀλλαχοῦ ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ὁ ἴσος ἀὴρ εἰς ὕδωρ μεταβάλλει· καὶ δῆλον ὅτι ὅσον ἐγὼ ἐνταῦθα ὕδωρ ἐξήτμισα, τοσοῦτον ἀνάγκη ὑποθέσθαι ἀλλαχοῦ γίνεσθαι. τοῦτο δὲ πάνυ γελοῖον ἂν δόξειεν εἶναι, πρῶτον μὲν τὸ οὕτως ἄλλως ὑποτίθεσθαι, εἰ τῷδέ τινι δόξει ἢ ὕδωρ ἐξατμίσαι ἢ ξύλα ἢ ἄλλο τι ἐκπυρῶσαι, ἀλλαχοῦ τοσοῦτον ἐκ λεπτομερεστέρας οὐσίας εἰς παχύτερον μεταβάλλεσθαι σῶμα, ἵνα μὴ ἢ κενὸν γένηται ἢ σῶμα διὰ σώματος χωρήσῃ· ἔπειτα καὶ ἀτοπώτερόν τι συμβαίνει.

「しかし、このように言うことも許されない。」 両方の部分に対してアポリアを提示し、物体によって増大が生じると主張しても同一の場所に二つの物体が存在することになり、非物体的なものによると主張しても分離した空虚が存在することになる、と示したのち、彼は両方のアポリアに対していわば一つの異議を持ち出して次のように言う。「生成が生じるのと同じ仕方で増大が生じると主張する者たちには、これらの不条理は必然的には帰結しないのではないだろうか」。なぜなら、水から空気への変化においては、より小さな水からより大きな空気が生じているが、それでもなお、同一の場所に二つの物体が存在することになるとも、分離した空虚が存在するとも言うことはできないからである。しかし、この異議はむしろ、分割のもう一方の部分、すなわち非物体的なものによって増大が生じると仮定する議論の反駁に対して合致するであろう。水から空気への変化において、いかなる物体も接近することなしにより小さなものから実体がより大きくなり、しかも何ら不条理が導入されないのと同様に、増大についても同じ仕方で仮定することである。そこで、これに対して異議を唱えつつ、アリストテレスはこのような仕方で増大を仮定することは不可能であると論証する。なぜなら、彼が言うには、水から空気への変化はそもそもまったく増大ではないのであり、このことは増大に関して共通概念に基づいて言われた事柄から明らかになるであろうからである。というのも、一体何が増大したと主張しえようか。空気は増大していない。なぜなら、あらかじめ存在してもいなかったし、空気でありつつ何かを受け取ってより大きくなったわけでもないからであり、それゆえこれに関して接近してきた物体によって増大したと言う余地もない。しかしまた、滅びてもはや存立していない水もまったく増大していない。したがって、水も空気も増大したと言うことができないとすれば、水から空気への変化は増大とはまったく異なっているのである。しかし、これに対して誰かがもっともらしく言うであろう。水から空気への変化が増大と異なるというのは真実であるが、増大についても生成についても同一のアポリアが存在する、と。なぜなら、増大において増大するものが現実態にあるいかなる物体も接近することなしにより多くの場所を占めると主張するならば空虚を導入することになるのと同様に、生成においても、何ものも接近することなしにより小さな水からより大きな空気が生じるならば、同様の論理によって、水から生じた空気が新たに得た場所が空虚であると仮定するか、あるいは物体が物体を貫いて進むと仮定するかのいずれかが必然的となるからである。しかし、もし誰かが、空気が水から生じてより多くの場所を必要とするのと同様に、別の場所では逆に空気から水が生じてより少ない場所を占めるのであり、その結果として空虚は決して生じない(というのも、ここで収縮する物体が後に残す場所を、別の場所で拡張する物体が新たに獲得するのであって、空気の諸部分が連続的に互いに場所を譲り合い、収縮した物体から空けられた場所を満たし、代わりに自らの固有の場所を新たに生じた物体に譲り渡すからである)と言うならば、これらの同じ事柄を増大についても聞くことになるであろう。なぜなら、誰かが、ここで増大したものが新たに獲得した場所を、別の場所で減衰するものが後に残したのであり、増大のために接近してきたものが残したのではない、と言い得るであろうからである。増大するものは可能態にある物体から増大し、減衰するものはこれへと変化するからである。しかし、これに対して誰かは、ここで何かが増大したときに別の場所で必ず何かが減衰していると仮定するのは架空の想定である、と言うであろう。しかし、このことは生成についても同様に見られるのである。なぜなら生成についても、もし空虚が生じないとするならば、ここで水が空気に変化するとき、別の場所で空気が水に相互変化していると仮定せねばならないからである。したがって、このようなアポリアは共通のものとなるであろう。空虚が存在することになるか、あるいはここで水が変化するのと同量だけ別の場所で空気が変化すると論証なしに仮定せねばならないかのいずれかである。そしてそれは、諸元素の変化が自然によって生じるときだけでなく、技術によって生じるときにもそうであり、例えば私が水を蒸発させるとき、別の場所で技術によってか自然によってかのいずれかで同等の空気が水に変化する、ということになる。そして、私がここで水を蒸発させた分だけ、別の場所で生じると仮定せねばならないことは明らかである。しかしこれは甚だ滑稽に思われるであろう。第一に、もし特定の誰かが水を蒸発させたり木や他の何かを燃やしたりしようと考えた場合に、空虚が生じるか物体が物体を貫いて進むかのいずれかにならないために、より微細な実体からより濃厚な物体へと別の場所で同量だけ変化するとそのように無根拠に仮定することであり、第二に、さらに不条理な事態が帰結するからである。

構文注3 件
  1. 1.137μήποτε οὐκ ἐξ ἀνάγκης ἕψεται

    μήποτε に直説法未来 ἕψεται が後続し、慎重な疑問の形をとって「…ではないだろうか」と控えめな主張・問題提起(異議)を提示する構文である。単なる否定の時制ではなく、アポリアに対する反論の導入句として機能している。

  2. 1.137κἀπὶ τῆς αὐξήσεως τὸν αὐτὸν τρόπον ὑποτίθεσθαι

    καθάπερ 節(「…と同様に」)に対応する主節相当の箇所に置かれた不定詞 ὑποτίθεσθαι である。先行する文の ἁρμόττοι ἂν に従属するか、あるいは「…と仮定すべきである[と主張することである]」という当為・言明内容の補完として機能している。

  3. 1.137ὅτι ἐν ἐνταῦθα προσέλαβετο τόπον τὸ αὐξηθέν, τοῦτον καταλέλοιπε

    テキストの ἐν は関係代名詞 ὃν の異読ないし誤写(ὃν ἐνταῦθα προσέλαβε τόπον... τοῦτον)と解される。名詞 τόπον を取り込んだ関係節が主節の指示代名詞 τοῦτον に先立って置かれる先取り相関構文であり、「ここで増大したものが得た場所を、それ[=その場所]を他方で減衰するものが後に残した」という係り受けを示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:90.22-92.13