- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:86.22-87.30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
フィロポノスは、大きさを欠くものからの変化は増大ではなく実体の生成であるとするアリストテレスの論拠を注解し、異文やアレクサンドロスの解釈を検討した上で、この論証だけでは増大の質料が「潜能における大きさ」であることを完全に論駁できていないという批判的考察を展開する。
" Ἔτι δ’ ἥ γε τοιαύτη μεταβολὴ οὐκ αὐξήσεως ἴδιος ἀλλὰ γενέσεως." Ἐντεῦθεν δόξει πρόσφορος εἶναι ἡ γραφὴ ἡ λέγουσα “χωριστὸν γὰρ ἂν εἴη τὸ κοινόν”, τουτέστιν ἡ ὕλη· πρὸς γὰρ τῷ ἀτόπῳ τούτῳ, φησίν, ἡ τοιαύτη ὕλη γενέσεως μᾶλλον ἔσται, οὐκ αὐξήσεως. φησὶν οὖν ὅτι τὸ ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι οὐ τῆς κατὰ αὔξησιν ἴδιόν ἐστι μεταβολῆς, ἀλλὰ τῆς κατ’ οὐσίαν, τουτέστι τῆς γενέσεως· ἡ γὰρ αὔξησις οὐκ ἔστι γένεσις μεγέθους ἀλλ’ ἐπίδοσις, ἡ δὲ φθίσις μείωσις. διό, φησίν, ἔχειν τι δεῖ μέγεθος τὸ αὐξόμενον. γράφεται δὲ καὶ τὸ γινόμενον. μέμνηται δὲ καὶ Ἀλέξανδρος ταύτης τῆς γραφῆς, λέγων χρῆναι ἔξωθεν προσυπακούειν ‘μεῖζον ἢ ἔλαττον’,1 ἵν’ ᾖ τὸ ῥητὸν ‘διὸ δὴ ἔχειν τι δεῖ μέγεθος τὸ γινόμενον, οὐ τὸ ἁπλῶς, φησί, γινόμενον, ἀλλὰ τὸ μεῖζον ἢ ἔλαττον γινόμενον’.
「さらに、そのような変化は増大に固有のものではなく、生成に固有のものである。」 ここから、「なぜなら共通のもの、すなわち質料が分離して存在することになるからである」とする読みが適切であるように思われるだろう。というのも、彼は、この不条理に加えて、そのような質料は増大の質料というよりはむしろ生成の質料となるであろう、と言っているからである。したがって彼は、大きさをもたないものから大きさが生じることは、増大に伴う変化に固有のものではなく、実体に伴う[変化]、すなわち生成に固有のものである、と言っている。なぜなら、増大とは大きさの生成ではなく付加(増大)であり、減少とは減損だからである。それゆえ、増大するものは何らかの大きさをもっていなければならない、と彼は言う。なお「生じるもの」とも書かれる。アレクサンドロスもこの読みについて言及しており、文言が「それゆえまさに生じるものは何らかの大きさをもっていなければならない」となるように、外から「より大きいもの、あるいはより小さいもの」を補って理解すべきであると言っている。すなわち彼によれば「端的に生じるものではなく、より大きくなるもの、あるいはより小さくなるもの」ということである。
"Ὥστε οὐκ ἐξ ἀμεγέθους * * * γένεσις γὰρ ἂν εἴη σώματος μᾶλλον, οὐκ αὔξησις." Ὅτι μὲν οὐκ ἐκ μὴ προϋπάρχοντος μεγέθους γίνεται μέγεθος ἐπὶ τῆς αὐξήσεως, ἀλλ’ ἐπίδοσις ἢ μείωσις γίνεται τοῦ προϋπάρχοντος, αὕτη ἡ κοινὴ ἔννοια ἡ περὶ τῆς αὐξήσεως μαρτυρεῖ· οὐ μὴν ἐπειδὴ μεταβολή ἐστι προϋπάρχοντος μεγέθους ἐπὶ τὸ μεῖζον ἡ αὔξησις, ἐξ ἀνάγκης ἤδη ἡ τῆς αὐξήσεως ὕλη οὐ δυνάμει μέγεθός ἐστιν ἀλλ’ ἐνεργείᾳ. τοῦτο γὰρ οὐκέτι κατεσκεύασε· τί γὰρ κωλύει ὅσον πρὸς τὴν παροῦσαν κατασκευὴν εἶναι μὲν τὴν αὔξησιν ἐπίδοσιν τοῦ προϋπάρχοντος μεγέθους, γίνεσθαι δὲ τὴν ἐπίδοσιν ἐκ δυνάμει μεγέθους, ὅπερ ὕλη ἂν εἴη τῆς αὐξήσεως; τὸ δὲ ‘ὡς πρὸς τὴν παροῦσαν κατασκευὴν’ εἶπον διότι ἀνωτέρω δι’ ἄλλων κατεσκεύασε τὸ τὴν αὔξησιν μὴ ἐκ δυνάμει μεγέθους γίνεσθαι, ὧν ἡ κεφαλαιωδεστέρα ὑπῆρχε τὸ μὴ δύνασθαι ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι, ἤγουν ἐπιδοῦναι πρὸς τὸ μεῖζον· τούτῳ γὰρ δοκεῖ συνεισάγεσθαι τὸ κενόν. εἰδέναι μέντοι χρή, ὅτι ὥσπερ ἐπὶ τῶν γινομένων οὐδὲν γίνεται ἐξ οὐκ ὄντων ἢ ἐξ ἀσωμάτων, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ἐνεργείᾳ ὄντων σωμάτων γίνεται, δυνάμει δὲ ἐχόντων ἐκεῖνο ὅπερ ἐστὶ τὸ γινόμενον, πλὴν ὅμως τὴν ὕλην τὴν πρώτην οὐ τὸ ἐνεργείᾳ ὑφεστὼς σῶμά φαμεν, ἀλλὰ τὸ κοινὸν ὑποκείμενον περὶ ὃ ἡ μεταβολὴ θεωρεῖται, ὃ δυνάμει μὲν πάντα ἐστὶν ἐνεργείᾳ δὲ ἀεὶ σὺν ἑνὶ εἴδει θεωρούμενον· οὕτω κἀπὶ τῆς αὐξήσεως,2 εἰ καὶ ἐκ σώματος αὔξεσθαι τὸ αὐξόμενον ὑπόθοιτό τις, ἀλλ’ οὖν τὴν ὕλην τῆς αὐξήσεως οὐδὲν κωλύει εἶναι δυνάμει σῶμα, ὥσπερ κἀπὶ τῆς γενέσεως κἀπὶ τῆς ἀνωτέρω διαιρέσεως, εἰ καὶ τἆλλα ἐξελήλεγκται τμήματα ταῦτα εἰσάγοντα δυνάμει σῶμα καὶ οὐκ ἐντελεχείᾳ τὴν ὕλην τοῦ αὐξομένου εἶναι, ἀλλ’ οὖν τὸ φάσκον δυνάμει μέγεθος εἶναι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινί τε οὖσαν, οὐχ ὡς μέρος τοῦ ἐν ᾧ ἐστιν οὖσαν σωματικόν, οὐ μὴν οὐδὲ ὡς μηδὲν οὖσαν παντάπασι τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ οἷον ὕλην ἐν τῷ συνθέτῳ, οὐκ ἔστιν οὐδαμῶς τοῖς παρὰ Ἀριστοτέλους λόγοις ἐλέγξαι,3 πλὴν εἴ τις ἀποκληρωτικῶς φῇ ὅτι ἡ τοιαύτη ὕλη οὐκ αὐξήσεως ἐστιν ἴδιος ἀλλὰ γενέσεως.
「したがって、大きさをもたないものから[生じる]のではない……なぜなら、それはむしろ物体の生成であって、増大ではないであろうから。」 増大において、前もって存在しない大きさから大きさが生じるのではなく、前もって存在するものの付加あるいは減損が生じるということは、増大に関するこの共通概念が証言している。しかし、増大が前もって存在する大きさのより大きいものへの変化であるからといって、直ちに必然的に、増大の質料が可能態における大きさではなく現実態における[大きさ]であるということにはならない。というのも、彼はこのことをもはや論証していないからである。現下の論証に関する限り、増大が前もって存在する大きさの付加であり、他方でその付加が増大の質料である可能態における大きさから生じることを、何が妨げようか。「現下の論証に関する限り」と私が言ったのは、上において彼が他の論拠を通じて、増大が可能態における大きさから生じるのではないことを論証したからであり、それらのうちでより主要なものは、大きさをもたないものから大きさが生じる、すなわちより大きいものへと付加することはできないということであった。なぜなら、これに伴って空虚が導入されると思われるからである。しかし次のことを知るべきである。すなわち、生じるものたちにおいて、存在しないものたちから、あるいは非物体的なものたちから生じるものは何一つなく、生じるすべてのものは現実態として存在するが、生じるものであるまさにそのものを可能態として有している物体から生じるとはいえ、それでもなお第一質料とは現実態として自立して存在する物体のことではなく、そのまわりで変化が観察される共通の基底体であり、可能態においてはあらゆるものであるが現実態においては常に一つの形相とともに観察されるものであると私たちが言うように、増大の場合においても同様である。たとえ増大するものが物体から増大すると仮定したとしても、生成の場合や先の区分の場合と同様に、増大の質料が可能態における物体であることを何ら妨げない。たとえ増大するものの質料が可能態における物体であり完全現実態における[物体]ではないと導入する他の諸区分が論駁されたとしても、増大するものの質料が可能態における大きさであり、あるもののうちにあるが、それがうちにあるものの物体的な部分としてあるのではなく、そうかといってそれがうちにあるものの全く何物でもないものとしてあるのでもなく、複合体における質料のようにあると主張する区分を、アリストテレスによる論拠をもって論駁することは決して不可能である。ただし、誰かが恣意的に、そのような質料は増大に固有のものではなく生成に固有のものであると主張するならば別であるが。
- 1.131γράφεται δὲ καὶ τὸ γινόμενον. μέμνηται δὲ καὶ Ἀλέξανδρος ταύτης τῆς γραφῆς, λέγων χρῆναι ἔξωθεν προσυπακούειν ‘μεῖζον ἢ ἔλαττον’
異文「生じるもの(τὸ γινόμενον)」が主語の位置に入ると「生じるものは大きさを有していなければならない」となり、非物体的なものからの生成一般を禁じる命題とも読めてしまうため、アレクサンドロスは文脈を増大・減少に限定すべく「より大きいもの、あるいはより小さいもの(μεῖζον ἢ ἔλαττον)」を補足的に読み込む(προσυπακούειν)必要があると論じている。
- 1.132εἰδέναι μέντοι χρή, ὅτι ὥσπερ ἐπὶ τῶν γινομένων οὐδὲν γίνεται ἐξ οὐκ ὄντων ἢ ἐξ ἀσωμάτων, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ἐνεργείᾳ ὄντων σωμάτων γίνεται, δυνάμει δὲ ἐχόντων ἐκεῖνο ὅπερ ἐστὶ τὸ γινόμενον, πλὴν ὅμως τὴν ὕλην τὴν πρώτην οὐ τὸ ἐνεργείᾳ ὑφεστὼς σῶμά φαμεν, ἀλλὰ τὸ κοινὸν ὑποκείμενον περὶ ὃ ἡ μεταβολὴ θεωρεῖται, ὃ δυνάμει μὲν πάντα ἐστὶν ἐνεργείᾳ δὲ ἀεὶ σὺν ἑνὶ εἴδει θεωρούμενον· οὕτω κἀπὶ τῆς αὐξήσεως
長大な比較構文の骨格。ὥσπερ... οὕτω(〜のように…同様に)が基軸となっており、生成一般における「現実態の物体から生じつつも、質料自体は可能態である」という関係と、増大における「現実態の物体(食物等)から増大しつつも、質料自体は可能態の大きさである」という関係を類比的に結びつけている。
- 1.132ἀλλ’ οὖν τὸ φάσκον δυνάμει μέγεθος εἶναι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινί τε οὖσαν, οὐχ ὡς μέρος τοῦ ἐν ᾧ ἐστιν οὖσαν σωματικόν, οὐ μὴν οὐδὲ ὡς μηδὲν οὖσαν παντάπασι τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ οἷον ὕλην ἐν τῷ συνθέτῳ, οὐκ ἔστιν οὐδαμῶς τοῖς παρὰ Ἀριστοτέλους λόγοις ἐλέγξαι
主文の骨格は τὸ φάσκον... οὐκ ἔστιν... ἐλέγξαι(〜と主張する区分を論駁することは不可能である)。中性冠詞+分詞 τὸ φάσκον は先行する τμῆμα(区分の肢)を実質的な名詞として受け、不定詞 ἐλέγξαι の目的語となっている。ἔν τινί τε οὖσαν 以下の分詞句群は、その質料の在り方(内在するものの物体的な部分でもなく、全くの無でもなく、複合体における質料としてある)を限定・規定している。
