← ヨハネス・ピロポノス

アリストテレス『生成と消滅について』注解

§273.1-274.18

元素の相互変化と共通基底および同質部分の生成

アリストテレスの『生成消滅論』第2巻第7章(334a16–b4)を注解し、元素の相互変化と共通基底(質料)の相互含意を確認した上で、元素を不変とする立場と可変とする立場の双方に生じる難問(特に単純な元素から肉や骨などの同質部分がどのように合成されるか)を検討している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.99

" Ὅσοις μὲν δοκεῖ εἶναι τὸ κοινὸν ἢ μεταβάλλειν εἰς ἄλληλα, ἀνάγκη εἰ θάτερον τούτων, καὶ θάτερον συμβαίνειν." Εἴτε γὰρ ὕλην τις ὑπόθοιτο, πάντως καὶ περὶ ταύτην τὰ στοιχεῖα μεταβαλεῖ, ἐπεὶ μάτην τὸ κοινὸν ὑποκείμενον· εἴτε τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλει, ἕξει τι πάντως κοινὸν ὑποκείμενον, περὶ ὃ τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν. ἡ γὰρ τῶν ἐναντίων μάχη περί τινος ἀμφοῖν κοινοῦ γίνεται, τοῦτο κρατεῖν ἑκατέρου τῶν ἐναντίων ἐθέλοντος.1

「共通のものが存在すると考える人々、あるいは[元素どうしが]互いへと変化すると考える人々にとっては、これらのいずれか一方が成り立つならば、他方も必然的に生じる。」 というのも、もし誰かが質料を想定するなら、いずれにせよ諸元素はその周りで変化するのであり、さもなければ共通の基底的なものは無駄になってしまうからである。また、もし諸元素が互いへと変化するなら、それらは、その周りで互いへの変化を行うような何らかの共通の基底的なものをいずれにせよ持つであろう。なぜなら、反対のものの戦いは、反対のものの各々がこれを支配することを望むがゆえに、両者に共通のあるものに関わって生じるからである。

§2.100

"Ὅσοι δὲ μὴ ποιοῦσιν ἐξ ἀλλήλων γένεσιν μηδ’ ὡς ἐξ ἑκάστου, πλὴν ὡς ἐκ τοίχου πλίνθους." Ὅσοι, φησί, μὴ λέγουσιν ἐξ ἀλλήλων γένεσιν ἔχειν τὰ στοιχεῖα, ἐξ ἀλλήλων δὲ οὕτως ὡς ἐξ ἑκάστου ἕκαστον γίνεσθαι,2 ἀλλ’ ἐκκρίνεσθαι αὐτὰ ἐνυπάρχοντα ἐνεργείᾳ, ὡς ἐκ τοίχου πλίνθους, οὗτοι, φησίν, οὐ δύνανται σάρκα καὶ ὀστοῦν ἐξ αὐτῶν ποιεῖν, δι’ ἃ ἐπιφέρει ἄτοπα ἐφεξῆς.

「他方で、互いからの生成を認めず、各々のものから[生じる]とするのでもない人々は、壁からレンガが生じるように認めることを除けば[認めていない]。」 彼が言うには、諸元素が互いからの生成を持つと言わず、しかも互いから[生成する]とは各々のものから各々のものが生じるようなものとして[言わず]、むしろ壁からレンガが生じるように、現勢において内在しているそれらが分離されると主張する人々、こうした人々は、元素から肉や骨を成り立たせることができないのであり、それは彼が引き続いて提示する不都合のためである。

§2.101

"Ἔχει δὲ τὸ λεγόμενον ἀπορίαν καὶ τοῖς ἐξ ἀλλήλων〈γεννῶσιν〉." Καὶ οἱ μεταβλητικὰ φάσκοντες, φησίν, εἶναι τὰ στοιχεῖα καὶ λέγοντες πῦρ καὶ ὕδωρ ἐξ ἀλλήλων γίνεσθαι διὰ τὸ κοινὸν ὑποκείμενον, ἐξ ἀμφοῖν δὲ συνελθόντων ὀστοῦν γίνεσθαι καὶ νεῦρον καὶ τὰ λοιπά, καὶ αὐτοὶ ἀπορήσουσι πῶς ποτε χρὴ λέγειν ἐκ τῶν ἁπλῶν μεταβαλλόντων γίνεσθαι σάρκα καὶ ὀστοῦν καὶ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον. τὰ μὲν γὰρ ἁπλᾶ, φησίν, ἔστω γίνεσθαι ἐξ ἀλλήλων· πῶς δὲ ἐκ τῶν ἁπλῶν συνιόντων τὰ σύνθετα, οὐκ εὐμαρὲς ἀποδοῦναι. εἶτα τοῦτο εἰπὼν πρῶτον ἐκτίθεται τὰ ἑπόμενα ἄτοπα τοῖς ἀμετάβλητα αὐτὰ ὑποτιθεμένοις, καὶ οὕτω τίθησι καὶ τὰς φερομένας ἐνστάσεις πρὸς τοὺς μεταβλητικὰ εἶναι φάσκοντας.

「しかし、語られている事柄は、互いから〈生成させる〉人々にとっても難問を孕んでいる。」 彼が言うには、諸元素を変化可能なものであると主張し、共通の基底的なものを介して火と水が互いから生じ、両者が合わさることから骨や腱やその他のものが生じる、と述べる人々にとっても、変化する単純なものたちからどのようにして肉や骨や腱や他のものの各々が生じると言うべきなのか、彼ら自身も途方に暮れるであろう。なぜなら、彼が言うには、単純なものたちが互いから生じるということは認めよう、しかし単純なものたちが合流することからどのようにして複合体が生じるのかを説明することは容易ではないからである。それから彼はこれを述べた後、まず第一に諸元素を変化不可能なものと想定する人々に帰結する不都合を展開し、そのようにした上で、諸元素を変化可能なものと主張する人々に対して提起される異論をも提示するのである。

§2.102

"Ὥσπερ ἐκ κηροῦ γένοιτο ἂν ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δὲ ἐξ ἄλλου." Εἰπὼν τὸ ἑπόμενον ἄτοπον τοῖς φάσκουσι τὰ στοιχεῖα ἀμετάβλητα μένοντα κατά τινα σύνθεσιν ποιεῖν σάρκα καὶ ὀστοῦν, τὸ μὴ δύνασθαι αὐτοὺς ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς ποιεῖν πῦρ καὶ γῆν καὶ τἆλλα, ἐκ τοῦ παραδείγματος τοῦ ἐπὶ τοῦ κηροῦ σαφηνίζει πῶς ποτέ φησι τὸ ἐξ ὁτουοῦν πάντα γίνεσθαι. ὥσπερ γὰρ ἐπὶ τοῦ κηροῦ, εἰ καὶ λάβωμεν τόδε μὲν τὸ μέρος σφαῖραν ποιοῦν τόδε δὲ πυραμίδα, ὅμως ἐνεδέχετο κἀκ τοῦ τὴν πυραμίδα3 ποιήσαντος σφαῖραν γενέσθαι, κἂν μὴ ἐγένετο, κἀκ τοῦ τὴν σφαῖραν πυραμίδα, κατὰ τὸν αὐτὸν τρόπον, φησί, τοῦτο δὴ τὸ ἐξ ὁτουοῦν μορίου ἄμφω γενέσθαι κἀπὶ τῆς σαρκὸς συμβαίνει. εἰ γὰρ κἀκ τοῦδε μὲν τοῦ μορίου τῆς σαρκὸς ὕδωρ γίνοιτο ἐξ ἄλλου δὲ πῦρ, ὅμως δυνατὸν ἐξ ἑκατέρου μορίου τῆς σαρκὸς ὁμοίως καὶ ὕδωρ γενέσθαι καὶ πῦρ· τὸ γὰρ μεταβάλλον εἰς πῦρ ἐδύνατο καὶ εἰς ἀέρα μεταβαλεῖν, ὅπερ ἐκεῖνοι μὲν οὐ δύνανται ὑποθέσθαι, φαίνεται δὲ οὕτως ἔχον.

「ちょうど蝋から、こちらの部分からは球が生じ、別の部分からは角錐が生じうるようなものである。」 諸元素が変化不可能なまま保たれつつ何らかの合成によって肉や骨を成り立たせると主張する人々には、肉のいかなる部分からも火や土やその他のものを成り立たせることができないという不都合が帰結すると述べた後、彼は蝋に関する実例から、いかなる部分からもすべてのものが生じるとは一体どのようなことであるかを明らかにしている。なぜなら、ちょうど蝋において、たとえ私たちが、こちらの部分は球を作り、あちらの部分は角錐を作ると捉えるとしても、それにもかかわらず、角錐を作った部分からも(たとえ生じなかったとしても)球が生じることは可能であったし、球を作った部分からも角錐が生じることは可能であったのと同様に、いかなる部分からも両者が生じるというまさにこのことは、肉においても成り立っている、と彼が言うからである。なぜなら、たとえ肉のこちらの部分からは水が生じ、別の部分からは火が生じるとしても、それにもかかわらず肉のいずれの部分からも同様に水が生じることも火が生じることも可能だからである。なぜなら、火へと変化した部分は空気へと変化することもできたのであり、このことは、あちらの人々には想定できないことであるが、実際にはそのようになっていると見受けられるからである。

§2.103

"Εἰ γάρ ἐστιν ἡ σὰρξ ἐξ ἀμφοῖν καὶ μηδέτερον ἐκείνων." Νῦν τὴν φερομένην ἀπορίαν πρὸς τοὺς μεταβλητικὰ εἶναι λέγοντας τὰ στοιχεῖα ἐκτίθεται. εἰ γὰρ λέγουσι τὴν σάρκα, φησίν, ἐξ ἀμφοτέρων εἶναι, μηδετέρῳ τῶν ἐξ ὧν ἐστι τὴν αὐτὴν οὖσαν, μὴ μὴν μηδὲ σύνθεσιν αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων,4 λείπεται μηδὲν εἶναι τὸ ἐξ ἐκείνων γενόμενον πλὴν τὴν ὕλην· φθαρέντος γὰρ τοῦ ἐναντίου ἢ τὸ ἐναντίον γενήσεται ἢ ὕλη. εἰ οὖν μήτε ἄμφω λέγουσι σῴζεσθαι μηδὲ τὸ ἕτερον, ὕλη ἔσται.

「なぜなら、もし肉が両者から成り、しかもそれらのいずれでもないとすれば。」 今や彼は、諸元素を変化可能であると述べる人々に対して提起される難問を展開している。なぜなら、彼が言うには、もし彼らが、肉は両者から成ると言いながら、それが成る元のもののいずれとも同一ではなく、しかもそれらが保たれて変化不可能なままである合成でもないと述べるならば、それらから生じたものは質料を除けば何ものでもない、ということにならざるを得ないからである。なぜなら、反対のものが滅ぼされたときには、反対のものが生じるか、あるいは質料が生じるかのいずれかだからである。それゆえ、もし彼らが両方が保たれるとも、いずれか一方が保たれるとも言わないのであれば、それは質料となるであろう。

構文注4 件
  1. 2.99τοῦτο κρατεῖν ἑκατέρου τῶν ἐναντίων ἐθέλοντος

    絶対属格構文(genitive absolute)。意味上の主語は ἑκατέρου τῶν ἐναντίων、述語分詞は ἐθέλοντος である。τοῦτο は不定詞 κρατεῖν の目的語であり、直前の περί τινος ἀμφοῖν κοινοῦ(両者に共通の或るもの、すなわち基底・質料)を指す。

  2. 2.100ἐξ ἀλλήλων δὲ οὕτως ὡς ἐξ ἑκάστου ἕκαστον γίνεσθαι

    レンマの μηδ’ ὡς ἐξ ἑκάστου を受けて注解者が補足している箇所。否定辞 μή が全体を支配し、「互いからの生成とは、各々のものから各々のものが生じるようなものとして[言わない]」という意味構造をなす。ἐκκρίνεσθαι との対比(ἀλλά)によって、構成要素が実体的に変化せず分離するだけの立場(エンペドクレスやアナクサゴラス等)を特徴づけている。

  3. 2.102ὅμως ἐνεδέχετο κἀκ τοῦ τὴν πυραμίδα ποιήσαντος σφαῖραν γενέσθαι, κἂν μὴ ἐγένετο, κἀκ τοῦ τὴν σφαῖραν πυραμίδα

    非人称動詞 ἐνεδέχετο に導かれる不定詞構文。二つの対句が καί... καί... で結ばれている:(1) κἀκ τοῦ τὴν πυραμίδα ποιήσαντος σφαῖραν γενέσθαι(角錐を作った[部分]からも球が生じること)と、(2) κἀκ τοῦ τὴν σφαῖραν [ποιήσαντος] πυραμίδα [γενέσθαι](球を作った[部分]からも角錐が生じること)。中間に挿入された κἂν μὴ ἐγένετο(たとえ[実際には]生じなかったとしても)は仮定・譲歩の挿入句。

  4. 2.103μὴ μὴν μηδὲ σύνθεσιν αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων

    対格不定詞構文の一部。先立つ τὴν σάρκα ... εἶναι の補語として対格名詞 σύνθεσιν が置かれており、「[肉が]それらの合成でもない」という意味を成す。続く αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων は絶対属格で、合成をなす諸要素が「保たれ、かつ変化不可能なままである」状況を表す付帯状況の修飾部である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:273.1-274.18