← ヨハネス・ピロポノス

アリストテレス『生成と消滅について』注解

§221.11-223.2

乾と湿の多義性と下位の触覚的差異の分類

アリストテレスが330a12で乾と湿が多義的であると論じたことを受け、フィロポノスは反対項の複数性に基づくトポスからその多義性を説明し、類的な乾湿の下に湿潤なもの、固有の湿、凝固したもの、固有の乾がどのように配されるかを解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.29

" Λέγεται δὲ ξηρὸν καὶ ὑγρὸν πλεοναχῶς· ἀντίκειται γὰρ τῷ ξηρῷ καὶ τὸ ὑγρὸν καὶ τὸ διερόν, καὶ πάλιν τῷ ὑγρῷ καὶ τὸ ξηρὸν καὶ τὸ πεπηγός." Δείξας ὁ Ἀριστοτέλης πάσας τὰς ἁπτὰς ἀντιθέσεις ὑπὸ δύο τὰς πρώτας ἀναγομένας, τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ, βούλεται καὶ ἑτέρας τινὰς παρ’ ἃς ἤδη κατηριθμήσατο δεῖξαι ὑπὸ τὸ ξηρὸν καὶ ὑγρὸν ἀναγομένας, ὑπὸ μὲν τὸ πρῶτον ὑγρὸν τὸ διερόν καὶ τὸ ἰδίως ὑγρόν, ὑπὸ δὲ τὸ ξηρὸν τὸ πεπηγὸς καὶ ἕτερόν τι ἰδίως ξηρὸν ὁμωνύμως τῷ γένει λεγόμενον.1 ἵνα δὲ τοῦτο δείξῃ, φησὶ πλεοναχῶς λέγεσθαι τὸ ὑγρόν καὶ ξηρόν. ὅτι δὲ ταῦτα τῶν πλεοναχῶς λεγομένων ἐστὶ δεικνύς, τόπῳ χρῆται τῷ ἀπὸ τῶν ἀντικειμένων· ὅταν γὰρ τῷ αὐτῷ πλείονα ᾖ τὰ ἀντικείμενα, καὶ αὐτὸ τῶν πλεοναχῶς λεγομένων ἐστίν. οἷον τῷ βαρεῖ ἀντίκειται ἐν φωνῇ μὲν τὸ ὀξύ (ἡ γὰρ ὀξεῖα φωνὴ τῇ βαρείᾳ ἀντίκειται), ἐν ῥοπῇ δὲ τὸ κοῦφον· τὸ γὰρ βαρὺ πάλιν καὶ κοῦφον ἐν τοῖς ὄγκοις τῶν ἀντικειμένων ἐστίν. οὐκοῦν ἐπεὶ τῷ βαρεῖ καὶ τὸ κοῦφον καὶ τὸ ὀξὺ ἀντίκειται, τῶν πλεοναχῶς λεγομένων ἐστὶ τὸ βαρύ. ἀλλὰ καὶ τὸ ὀξὺ τῶν πλεοναχῶς λεγομένων ἐστίν· ἀντίκειται γὰρ αὐτῷ καὶ τὸ ἀμβλὺ καὶ τὸ γλυκὺ καὶ τὸ βαρύ, ἐν φωνῇ μὲν τὸ βαρύ, ἐν χυμῷ δὲ τὸ γλυκύ, ἐν σχήμασι δὲ ἢ ἁπλῶς ὄγκῳ τὸ ἀμβλύ· ὀξεῖαν γάρ φαμεν γωνίαν καὶ ἀμβλεῖαν, καὶ ὀξὺ καὶ ἀμβλὺ τὸ μαχαίριον. οὕτως οὖν δείκνυσι καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν τῶν πλεοναχῶς λεγομένων· ἑκατέρῳ γὰρ τούτων πλείονά ἐστι τὰ ἀντικείμενα. τῷ γὰρ ξηρῷ ποτὲ μὲν ἀντιτίθεμεν τὸ ὑγρόν, ποτὲ δὲ τὸ διερόν· καὶ τῷ ὑγρῷ ποτὲ μὲν τὸ ξηρόν, ποτὲ δὲ τὸ πεπηγός. ἔστι μὲν οὖν τὸ πρώτως ὑγρὸν καὶ οἱονεὶ γενικώτατον, οὗ τὸν ὁρισμὸν ἤδη ἀποδέδωκεν, τὸ δυσόριστον μὲν οἰκείῳ ὅρῳ εὐόριστον δὲ ἀλλοτρίῳ, τὸ δὲ τούτῳ ἀντικείμενον ξηρόν, λέγω τὸ πρῶτον καὶ τὸ γενικώτατον, τὸ εὐόριστον μὲν οἰκείῳ ὅρῳ δυσόριστον δὲ ἀλλοτρίῳ, ὡς ἔφθη ὁρισάμενος. ὑπὸ δὲ τὸ πρῶτον ὑγρὸν ἀνάγεται τό τε διερόν καὶ τὸ ἰδίως ὑγρόν. διερόν μὲν οὖν ἐστι τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐπιπολῆς, ὡς εἴ ὕδωρ ἐπιχέεις λίθῳ ἢ τῷ ἡμετέρῳ σώματι ἢ ἱματίῳ μετρίως (τὸ γὰρ ἐν βάθει τὴν ἀλλοτρίαν ἔχον ὑγρότητα βεβρεγμένον καλεῖται), ὑγρὸν δὲ τὸ ἔχον οἰκείαν ὑγρότητα ἐν τῷ βάθει. διαφέρει οὖν τοῦ πρώτως ὑγροῦ τὸ διερόν, διότι τὸ πρώτως ὑγρὸν αὐτῷ τῷ εἶναι τοιοῦτόν ἐστιν ὅλον δι’ ὅλου ὑγρόν, τὸ δὲ διερόν τῷ πεπονθέναι τι τοιοῦτον· τοῦ δὲ ἰδίως ὑγροῦ τὸ ἁπλῶς ὑγρὸν διαφέρει, διότι τὸ μὲν πρώτως ὑγρὸν ὅλον δι’ ὅλου τοιοῦτόν ἐστιν ὡς εἶπον, τὸ δὲ ἐν τῷ βάθει κεκρυμμένην ἔχει τὴν οἰκείαν ὑγρότητα· τοῦ δὲ βεβρεγμένου τὸ ἰδίως ὑγρὸν διαφέρει, ὅτι τὸ μὲν οἰκείαν τὸ δὲ ἀλλοτρίαν ἔχει τὴν ἐν τῷ βάθει ὑγρότητα, βεβρεγμένον μὲν ὡς ὁ πηλός, ὑγρὸν δὲ ὡς τὰ τηκτά, κηρὸς καὶ μόλιβδος καὶ τὰ τοιαῦτα. πάλιν ὑπὸ τὸ πρῶτον ξηρὸν ἀνάγεται τό τε ἰδίως ξηρόν, ᾧπερ ἀντίκειται τὸ διερόν ὁμωνύμως τῷ γένει λεγόμενον (ἰδίου γὰρ οὐκ ἔτυχεν ὀνόματος), καὶ τὸ πεπηγός, ὅπερ ἀντίκειται τῷ ἰδίως ὑγρῷ, ὅπερ καὶ αὐτὸ τῷ γένει ὁμωνύμως εἴρηται διὰ τὸ μὴ τυχεῖν ἰδίου ὀνόματος. ἐπεὶ οὖν διερόν ἐστι τὸ ἔχον ἀλλοτρίαν ἐπιπολῆς ὑγρότητα, τὸ ἀντικείμενον τούτῳ ξηρὸν ἔσται δηλονότι τὸ τῆς τοιαύτης ἐστερημένον ὑγρότητος, οἵαν εἶχε τὸ διερόν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἰδίως ὑγροῦ καὶ πεπηγότος· τὸ μὲν γὰρ ἐν βάθει εἶχε τὴν οἰκείαν ὑγρότητα, τὸ δὲ ταύτης ἐστέρητο, οἷά ἐστι τὰ μὴ τηκτά, ὡς ὄστρακον καὶ τὰ ἄτηκτα τῶν μετάλλων· καὶ τὰ τηκτὰ δέ, πρὶν τακῇ, πεπηγότα ἐστίν. ὥστε τῶν πεπηγότων τὰ μὲν τηκτὰ τὰ δὲ ἄτηκτα, τὰ δὲ τηκτὰ ὑγρά ἐστιν, ἐπειδὰν τακῇ καὶ ἡ ἐν βάθει ὑγρότης εἰς τὸ ἐμφανὲς ἔλθῃ. εἰ δὲ ἀπουσίᾳ καὶ παρουσίᾳ ὑγρότητος ταῦτα λέγεται, εἰκότως τὰ μὲν ὑπὸ τὸ πρώτως ὑγρὸν τὰ δὲ ὑπὸ τὸ πρώτως ξηρὸν ἀναφέρεται. Παρέθετο δὲ τὸ βεβρεγμένον, φησὶν ὁ Ἀλέξανδρος, εἰς δήλωσιν τοῦ τε διεροῦ καὶ τοῦ ὑγροῦ ἀπὸ τῆς πρὸς τοῦτο διαφορᾶς, ὅτι ἐστὶ τοιοῦτον ἑκάτερον αὐτῶν ὁποῖον ὡρίσατο, πιστούμενος·2 ὡς γὰρ εἶπον, τοῦ μὲν διεροῦ διαφέρει τὸ βεβρεγμένον τῷ ἐν βάθει ἔχειν τὴν ἀλλοτρίαν ὑγρότητα ἐκείνου ἐπιπολῆς ἔχοντος, τοῦ δὲ ἰδίως ὑγροῦ τῷ ἀλλοτρίαν ἔχειν ἐκείνου τὴν οἰκείαν ἐν τῷ βάθει ἔχοντος.

「しかし、乾いたものと湿ったものは多義的に言われる。なぜなら乾いたものには湿ったものと湿潤なものの双方が対立し、他方で湿ったものには乾いたものと凝固したものの双方が対立するからである。」 アリストテレスは触覚的な対立のすべてが、熱いものと冷たいもの、乾いたものと湿ったものという最初の二つの対立関係へと還元されることを示した後、既に数え上げたもの以外の他のいくつか〔の対立〕も乾いたものと湿ったものへと還元されることを示そうとしている。すなわち、第一の湿ったもののもとには湿潤なものと固有の意味での湿ったものを、乾いたもののもとには凝固したものと、類と同名で呼ばれる固有の意味での別の乾いたものを還元するのである。そしてこのことを示すために、彼は湿ったものと乾いたものが多義的に言われると述べる。そしてこれらが多義的に言われるものであることを示すにあたり、彼は対立するものからのトポスを用いる。なぜなら同じものに対してより多くのものが対立するとき、そのもの自体も多義的に言われるものだからである。たとえば、音声においては重低なものに対して鋭高なものが対立し(鋭高な声は重低な声に対立するからである)、傾斜においては軽いものが対立する(物体においては再び重いものと軽いものが対立するものだからである)。それゆえ、重いものに対して軽いものと鋭高なものの双方が対立するので、重いものは多義的に言われるものなのである。しかし鋭いものもまた多義的に言われるものである。なぜならこれに対しては鈍いもの、甘いもの、重低なものが対立し、音声においては重低なものが、味覚においては甘いものが、図形や単なる物体においては鈍いものが対立するからである。なぜなら我々は鋭角と鈍角と言い、小刀が鋭いとも鈍いとも言うからである。このようにして彼は、湿ったものと乾いたものも多義的に言われるものであることを示す。これら各々に対立するものが複数存在するからである。実際、我々は乾いたものに対してある時は湿ったものを、ある時は湿潤なものを対立させ、湿ったものに対してはある時は乾いたものを、ある時は凝固したものを対立させるからである。したがって、まず第一に湿ったもの、いわば最も類的なものがあり、これの定義を彼は既に提示した、すなわち自身の規定によっては規定されにくく外からの規定によって規定されやすいものである。これに対立する乾いたもの、すなわち第一のものであり最も類的なものは、彼がすでに定義したように、自身の規定によっては規定されやすく外からの規定によって規定されにくいものである。そして第一の湿ったもののもとには、湿潤なものと固有の意味での湿ったものの双方が還元される。湿潤なものとは外来の湿り気を表面に持つものであり、たとえば石や我々の身体や衣服に水を適度に注ぎかけるような場合である(深部に外来の湿り気を持つものは浸されたものと呼ばれる)。他方、湿ったものとは深部に固有の湿り気を持つものである。したがって、湿潤なものは第一の意味で湿ったものと異なる。なぜなら第一の意味で湿ったものは、存在すること自体によってそのような、全体としてあまねく湿ったものであるのに対し、湿潤なものはある特定の状態を被ることによってそのようになっているからである。また端的に湿ったものは固有の意味での湿ったものと異なる。なぜなら第一の意味で湿ったものは言ったように全体としてあまねくそのようなものであるのに対し、他方は深部に固有の湿り気を隠し持っているからである。さらに固有の意味での湿ったものは浸されたものと異なる。前者は固有の湿り気を深部に持ち、後者は外来の湿り気を深部に持っているからであり、浸されたものとしては泥のようなもの、湿ったものとしては融解するもの、すなわち蝋や鉛などの類である。再び、第一の乾いたもののもとには、固有の意味での乾いたもの(これに対して湿潤なものが対立し、固有の名称を持たなかったために類と同名で呼ばれる)と、凝固したもの(固有の意味での湿ったものに対立し、この〔固有の意味での湿った〕もの自体もまた固有の名称を持たないために類と同名で言われている)との双方が還元される。それゆえ、湿潤なものが外来の湿り気を表面に持つものである以上、これに対立する乾いたものとは明らかに、湿潤なものが持っていたような湿り気を欠いたものであるだろう。固有の意味での湿ったものと凝固したものについても同様である。なぜなら前者は深部に固有の湿り気を持っていたが、後者はこれを欠いており、融解しないもの、たとえば土器や金属のうち融解しないもののようなものだからである。また融解するものも、融解する前は凝固したものである。したがって凝固したもののうち、あるものは融解するものであり、あるものは融解しないものであって、融解するものは融解して深部の湿り気が表面に現れ出たときに湿ったものとなる。もしこれらが湿り気の現前と不在によって言われるのであるなら、あるものが第一の湿ったものへと、あるものが第一の乾いたものへと還元されるのは当然である。アレクサンドロスが言うには、彼[アリストテレス]が浸されたものを並置したのは、これに対する差異から湿潤なものと湿ったものの双方を明らかにし、それらの各々が自身が定義した通りのものであることを証拠立てるためである。なぜなら私が言ったように、浸されたものは深部に外来の湿り気を持つのに対し湿潤なものは表面に持っているという点で湿潤なものと異なり、また固有の意味での湿ったものが深部に固有の湿り気を持つのに対し外来の湿り気を持つという点で固有の意味での湿ったものと異なるからである。

構文注2 件
  1. 2.29ὁμωνύμως τῷ γένει λεγόμενον

    文法上は τὸ διερόν にも係りうる中性単数主格であるが、前出の「ἕτερόν τι ἰδίως ξηρὸν ὁμωνύμως τῷ γένει λεγόμενον」および直後の理由「ἰδίου γὰρ οὐκ ἔτυχεν ὀνόματος(固有の名称を持たなかったから)」から明らかなように、先行する τὸ ἰδίως ξηρόν に同格的に係る修飾語句として解される。乾燥の側の種差には固有の名前が付されていないため、類名である「乾」でそのまま呼ばれている事態を指す。

  2. 2.29πιστούμενος

    男性単数主格分詞であり、主動詞 παρέθετο の意味上の主語(アリストテレス)に一致する。文中に φησὶν ὁ Ἀλέξανδρος が挿入されているため、外見上はアレクサンドロスにかかるようにも見えるが、アリストテレスが例(βεβρεγμένον)を提示した意図をアレクサンドロスが「確証しつつ(保証しようとして)」と解釈・説明している構造である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:221.11-223.2