← ヨハネス・ピロポノス

アリストテレス『生成と消滅について』注解

§153.17-154.24

気孔説の欠陥と原子論の包括的説明力

アリストテレスは作用と被作用が生じる仕方の解明に着手し、エンペドクレスの気孔説とデモクリトス・レウキッポスの原子・空虚説を対比する。フィロポノスは、気孔説では運動や増大を説明できないのに対し、原子論は自然現象全体を感覚から出発して包括的に説明できるため高く評価された理由を注解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.215#1

" Πῶς δὲ ἐνδέχεται τοῦτο συμβαίνειν, πάλιν λέγωμεν." Εἰπὼν τί ἐστι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ τίνα ἐστὶ τὰ ποιοῦντα καὶ πάσχοντα, νῦν βούλεται εἰπεῖν ποίῳ τρόπῳ γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. πρότερον δὲ πάλιν ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς οἱ παλαιότεροι ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ διελέγχει τούτους, καὶ οὕτω τὸν ἀληθῆ τρόπον ἐκτίθεται. οἱ μὲν γάρ, φησί, διὰ πόρων ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, ὧν ἦν καὶ ὁ Ἐμπεδοκλῆς· εἶναι γὰρ πόρους ἐν τοῖς σώμασιν, ἐν οἷς εἰσιὸν τὸ ποιοῦν οὕτω δρᾶν εἰς τὸ πάσχον. οὕτω δὲ καὶ τὸ ὁρᾶν ἔλεγον γίνεσθαι· εἶναι μὲν γὰρ ἐν πᾶσι τοῖς σώμασι πόρους, ἐν δὲ τοῖς διαφανέσι πυκνοτέρους μᾶλλον καὶ κατὰ στοῖχον, δι’ ὧν διιούσας τὰς ὄψεις οὕτω προσβάλλειν τοῖς ὁρατοῖς· ἐν δὲ τοῖς μὴ διαφανέσι σώμασι διὰ τὸ μὴ εἶναι κατὰ στοῖχον τοὺς πόρους μὴ δύνασθαι δι’ ὅλου διιούσας τὰς ὄψεις προσβάλλειν τοῖς ὁρατοῖς. τῷ αὐτῷ δὲ τρόπῳ καὶ ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθάνεσθαι, οἷον ἀκούειν ἢ ὀσφραίνεσθαι, διὰ πόρων διιούσης τῆς ποιότητος τῆς εὐώδους ἢ τοῦ ψόφου. οἱ δὲ περὶ Δημόκριτον καὶ Λεύκιππον διὰ τοῦ κενοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν γίνεσθαι ἔλεγον· κενῷ γὰρ διαλαμβάνεσθαι τὰς ἀτόμους, ἐν ᾧ γινόμενον τὸ ποιοῦν οὕτως ἀλλοιοῦν μετατιθὲν τῇ κινήσει ἢ μετατάττον τὰς ἀτόμους ἢ προστιθέμενον αὔξειν. διαφέρουσι δὲ τοῦ κενοῦ οἱ πόροι, διότι οἱ τοὺς πόρους εἰσάγοντες κενὸν εἶναι οὐκ ἔλεγον· πεποροποιῆσθαι μὲν γὰρ σώματα, πλήρεις δὲ εἶναι τοὺς πόρους τούτους ἑτέρου σώματος,1 οἷον ἀέρος ἤ τινος τοιούτου. ἐπαινεῖ δὲ μᾶλλον τοὺς περὶ Δημόκριτον Ἐμπεδοκλέους καὶ τῶν ἄλλων, ὅτι τοιαύτας ἀρχὰς ἐφεῦρον, αἵτινες ἀρκέσουσιν αὐτοῖς πρὸς τὴν πάντων τῶν ἐκ φύσεως γινομένων ἀπόδοσιν. οἱ μὲν γὰρ τοὺς πόρους εἰσάγοντες ἀπεδίδοσαν μὲν εἰ τύχοι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν δι’ αὐτῶν τὴν αἰτίαν, ἴσως δὲ καὶ τινων ἄλλων, οἷον μίξεως (ἔλεγον γὰρ διὰ πόρων μίγνυσθαι τὰ σώματα· ὅταν γάρ, φησίν, οὕτως ἔχωσιν οἱ πόροι ὡς σύμμετροι εἶναι δέξασθαι τὸ ἐμμιγνύμενον σῶμα, τότε γίνεσθαι μίξιν), κινήσεως μέντοι τὴν αἰτίαν οὐκέτι ἀποδοῦναι ἐδύναντο, ποίῳ τρόπῳ διὰ τῶν πόρων γίνεται τὸ κινεῖσθαι, ἢ αὐξήσεως· εἰσιὸν γὰρ τὸ αὖξον τοὺς μὲν πόρους ἀναπληρώσει, μεῖζον δὲ οὐ ποιήσει. οἱ δὲ περὶ Δημόκριτον, φησί, τοιαύτας ἀρχὰς ἐπενόησαν, αἵτινες ἁρμόσουσιν αὐτῷ πρὸς τὸ ἀποδοῦναι τὰς αἰτίας πάντων τῶν φυσικῶς γινομένων, αὗται δέ εἰσι τὰ ἄτομα καὶ τὸ κενόν. προτίθησι δὲ αὐτοῦ τὰς ὑποθέσεις καὶ τῶν ὑποθέσεων ὧν οἱ περὶ Παρμενίδην2 * * * 〈οἱ γὰρ περὶ Παρμενίδην,〉 φησίν, ἀρχὰς ἀφανεῖς καὶ ἀναποδείκτους λαβόντες, δι’ αὐτῶν τὰ ἐναργῆ καὶ ὁμολογούμενα ἀνελεῖν ἐπεχείρησαν· οἱ δὲ περὶ Δημόκριτον ἀρχὰς ὁμολογουμένας τῇ αἰσθήσει λαβόντες, δι’ αὐτῶν τὰ ἄδηλα κατεσκεύασαν.

「しかし、これがどのようにして生じうるのか、あらためて論じよう。」 作用することと被作用を受けることとは何であるか、また作用するものと被作用を受けるものとは何であるかを述べて、いまや彼は作用することと被作用を受けることがいかなる仕方で生じるかを述べようと欲している。そしてまず、昔の人々が作用することと被作用を受けることが生じると述べていた諸々の仕方をあらためて提示し、これらを論駁して、このようにして真の仕方を提示する。なぜなら、ある人々、その中にはエンペドクレスもいたのだが、その者たちは気孔を通じて作用することと被作用を受けることが生じると述べていたからである、と彼は言う。すなわち、諸物体の中には気孔が存在し、その中に入り込むことによって作用するものがこのように被作用を受けるものへと働きかけるというのである。そしてまた、視覚が生じるのもこのようにであると彼らは言っていた。すなわち、すべての物体の中に気孔が存在するが、透明な物体の中にはより密に、しかも一列に並んで存在し、それらを通って通り抜ける視線がこのようにして可視的なものへと到達するのであり、透明でない物体の中では気孔が一列に並んでいないことによって、通り抜ける視線が全体を貫いて可視的なものへと到達することができない、というのである。同じ仕方で、他の諸感覚によって知覚すること、例えば聞くことや嗅ぐことも、芳香の性質あるいは音が気孔を通じて通り抜けることによるという。他方、デモクリトスとレウキッポスの仲間は、空虚を通じて作用することと被作用を受けることが生じると述べていた。なぜなら原子は空虚によって隔てられており、その中に入り込む作用するものが、運動によって[原子を]置き換えたり、原子を配置換えしたりしてこのように変質させ、あるいは自ら付け加わることによって増大させるからである。しかし気孔は空虚と異なっている。気孔を導入する者たちは空虚が存在するとは言わなかったからである。すなわち、諸物体には気孔が穿たれているが、これらの気孔は別の物体、例えば空気や何らかのそのようなもので満ちていると[言っていた]からである。そして彼はエンペドクレスや他の者たちよりもデモクリトスの仲間を称賛しているが、それは彼らが、自然によって生じるすべての事柄の説明のために自分たちにとって十分となるような原理を見出したからである。なぜなら気孔を導入する者たちは、たまたま作用することと被作用を受けることの原因をそれらによって説明し、おそらくは混合のような他のいくつかのことの原因をも説明した(なぜなら彼らは諸物体が気孔を通じて混ざり合うと述べていたからであり、実際、混ざり合う物体を受け入れうるほどに気孔が釣り合っているときに混合が生じると彼は言う)としても、運動の原因、すなわち運動することが気孔を通じていかなる仕方で生じるか、あるいは増大の原因をもはや説明することができなかったからである。なぜなら増大させるものは、入り込んでも気孔を満たしはするが、より大きくはしないからである。これに対してデモクリトスの仲間は、自然に生じるすべての事柄の原因を説明するために自らに適うような原理を考案したのであり、これらが原子と空虚である、と彼は言う。そして彼は、パルメニデスの仲間が[立てた]諸仮説よりも彼〔デモクリトス〕の諸仮説を優先させている。実際、パルメニデスの仲間は、目に見えず証明不可能な諸原理を取って、それらを通じて明白で合意された事柄を廃棄しようと企てたのに対し、デモクリトスの仲間は感覚に対して合意されている諸原理を取って、それらを通じて明らかでない事柄を確立したからである、と彼は言う。

構文注2 件
  1. 1.215πεποροποιῆσθαι μὲν γὰρ σώματα, πλήρεις δὲ εἶναι τοὺς πόρους τούτους ἑτέρου σώματος

    直前の οἱ τοὺς πόρους εἰσάγοντες κενὸν εἶναι οὐκ ἔλεγον(気孔を導入する者たちは空虚が存在するとは言わなかった)を受けた間接話法(対格不定詞構文)。完了不定詞 πεποροποιῆσθαι と現在不定詞 εἶναι の意味上の主語はそれぞれ σώματα と τοὺς πόρους τούτους であり、気孔論者たちの主張内容を補足説明している。

  2. 1.215προτίθησι δὲ αὐτοῦ τὰς ὑποθέσεις καὶ τῶν ὑποθέσεων ὧν οἱ περὶ Παρμενίδην

    προτίθησι の目的語は αὐτοῦ τὰς ὑποθέσεις(デモクリトスの諸仮説)であり、続く属格 τῶν ὑποθέσεων は比較を表す属格(…よりも高く置く・優先させる)。関係代名詞 ὧν は先行詞 ὑποθέσεων に牽引された属格(本来は対格 ἅς)。底本にある脱落記号と補入 〈οἱ γὰρ περὶ Παρμενίδην,〉 φησίν は ἀρχὰς ἀφανεῖς... λαβόντες の主語を補い、後続の οἱ δὲ περὶ Δημόκριτον と対比的構文をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:153.17-154.24