- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:106.11-107.32
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ピロポノスは流れる川と影の比喩を用いて、質料が流出入しても形相が数において同一のまま存続し、身体のすべての部分が均等に成長することを論証する。
σαφὴς δὲ ἡμῖν δι’ ὑποδείγματος ὁ λόγος γινέσθω. ὥσπερ γὰρ εἴ τις ἐν ποταμῷ παραρρέοντι σκιὰν ἀπό τινος σώματος γινομένην ἐπινοήσειεν, ἡ μὲν σκιὰ ἐν ὑποκειμένῳ τῷ ὕδατι οὖσα μία ἐστὶ καὶ ἡ αὐτὴ κατ’ ἀριθμόν, τὸ μέντοι ὕδωρ οὐ τὸ αὐτὸ ὑπομένει, ἀλλὰ κατὰ μέρος τὸ μὲν ὑπεκρεῖ τὸ δὲ ἀντεισέρχεται, οὕτως ὑπονοεῖν δεῖ κἀπὶ τοῦ εἴδους, τῆς μὲν ὕλης κατὰ μέρος ἀμειβομένης, αὐτοῦ δὲ ἀεὶ ὑπομένοντος τοῦ αὐτοῦ κατ’ ἀριθμόν. ἐπεὶ καὶ τὰ χρώματα τὰ αὐτὰ πολλάκις ὑπομένει, τῆς ὕλης οὐχ ὑπομενούσης· οὐδὲ γὰρ οὕτω κατὰ μέρος ἡ ὕλη ἀμείβεται ὡς συναφαιρεῖσθαί τι καὶ τοῦ εἴδους, οἷον ὡς εἰ ἀνδριάντος νῦν μὲν ποὺς ἀμειφθείη ἄλλοτε δὲ χεὶρ ἄλλοτε δὲ κεφαλή· συμβαίνει γὰρ οὕτω τῷ χρόνῳ τὸν ὅλον ἀνδριάντα ἄλλον ἐξ ἄλλου κατ’ ἀριθμὸν γενέσθαι, οὐ μόνον κατὰ τὴν ὕλην καὶ τὸν χαλκόν, ἀλλὰ καὶ κατὰ τὸ σχῆμα τὸ ἄτομον καὶ τὴν μορφήν. οὐχ οὕτως οὖν ἐπὶ τῆς αὐξήσεως ἡ κένωσις τῆς ὕλης γίνεται (οὕτω γὰρ ἂν κολοβὸν τὸ ὅλον ἔμελλε γίνεσθαι, ὅπερ οὐχ ὁρῶμεν γινόμενον), ἀλλ’ ὥσπερ ἐπὶ τοῦ εἰρημένου ὑποδείγματος τοῦ ποταμοῦ ποτὲ μὲν πλεῖόν ἐστι τοῦ ἀπιόντος τὸ ἐπερχόμενον ὕδωρ ποτὲ δὲ ἔλαττον τὸ ἐπιγινόμενον πλείονος ὄντος τοῦ ἀπορρέοντος, ὁ μέντοι ποταμὸς ὅλος ὡς ὅλος αὐτὸς ἑαυτῷ συνεχὴς ὑπάρχει, ἀντιμεθισταμένων ἀλλήλοις κατὰ συνέχειαν τῶν τοῦ ὕδατος μορίων καὶ ἀναπληρούντων ἀδιακόπως τὸν ἀπορρέοντα τόπον καὶ διάλειμμα μηδὲν μεταξὺ καταλιμπανόντων, οὕτω δὴ ἐπὶ τοῦ ἡμετέρου συμβαίνει σώματος, διαφορήσεως λεπτομερῶς πανταχόθεν τῆς ὕλης γινομένης, καὶ εἴ ποθεν πλείων γένηται ἐπανισουμένης εὐθὺς κατὰ συνέχειαν ἐκ τῶν πέριξ συνιόντων, εἴπερ καθ’ Ἱπποκράτην “σύρροια μία, σύμπνοια μία, πάντα συμπαθέα”. ὥστε τὸ εἶδος οὐδὲν πάσχει τῆς ὕλης ἐπιρρύτου οὔσης καὶ ἀπορρύτου. εἰ γὰρ τῆς ὕλης μὴ ὑπομενούσης οὐδὲ τὸ εἶδος ὑπέμενεν, ἀλλ’ ἄλλοτε ἄλλο κατ’ ἀριθμὸν ἐγίνετο, οὐδὲ τὸ ἐξ ἀμφοῖν συγκείμενον τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπέμενεν. εἰ οὖν ἔστ’ ἂν εἴη ὅδε ὁ ἄνθρωπος, οἷον Σωκράτης, ὁ αὐτός ἐστι κατ’ ἀριθμόν, ἡ δὲ ὕλη οὐχ ἡ αὐτή, ἀνάγκη ἄρα τὸ εἶδος τὸ αὐτὸ εἶναι. ἀλλ’ οὐδὲ τὴν ὕλην νομιστέον ὅλην καθ’ ὅλην αὑτὴν τῷ χρόνῳ ἀμείβεσθαι, κατὰ μέρος ὑπεκρέουσαν, ὥστε μηδὲν εἶναι σῶμα ἐν ἡμῖν γηράσασι τοῦ ἐξ ἀρχῆς ἐκ τῆς πρώτης συμπήξεως ὑποκειμένου ἐν ἡμῖν. εἰ γὰρ τοῦτο ἦν, δυνατὸν ἦν καὶ ἀθάνατα εἶναι τὰ ζῷα, ἀεὶ τῆς ὕλης ἀκμαζούσης. νῦν γὰρ διὰ τὸ κάμνειν τῷ χρόνῳ οὐ δύναται δι’ ὅλου σῴζειν τὸ εἶδος ἡ ὕλη, τῶν συναρμοσθέντων διὰ τὸ πάσχειν ἀπὸ τῶν ἐναντίων δυνάμεων τὴν ἁρμονίαν καὶ σύγκρασιν δι’ ὅλου σῴζειν μὴ δυναμένων.1 οὐκοῦν οὐ πᾶσαν ὑπονοητέον διαφορεῖσθαι, ἀλλὰ ταύτης τὰ στερεώτερα μάλιστα ἀεὶ τὰ αὐτὰ κατ’ ἀριθμὸν ὑπομένειν. ὅθεν καὶ ἐν σαρξὶ καὶ ὀστοῖς τὰς ἐκ τραυμάτων οὐλάς, τὰς ἐκ νεότητος εἰ τύχοι γενομένας, μέχρι θανάτου μενούσας ὁρῶμεν. ὥστε καὶ διὰ τοῦτο καὶ τὸ εἶδος τὸ αὐτὸ κατ’ ἀριθμὸν μένειν ἀνάγκη. ὅτι μὲν οὖν τὸ ὑπομένειν τὸ αὐξόμενον ἐπὶ μὲν τῆς ὕλης οὐ σῴζεται, ἐπὶ δὲ τοῦ εἴδους, δῆλον ἐκ τούτων. καὶ τὸ ὁτιοῦν δὲ μόριον ηὐξῆσθαι τοῦ αὐξομένου ἐπὶ μὲν τῆς ὕλης ἀδύνατόν ἐστι σωθῆναι, ἐπὶ δὲ τοῦ εἴδους δυνατόν· τῆς μὲν γὰρ ὕλης παντὶ μορίῳ προσθήκην γενέσθαι ἀδύνατον, ἐπειδὴ καὶ σῶμα διὰ σώματος χωρῆσαι ἀδύνατον, τοῦ μέντοι εἴδους πᾶν ὁτιοῦν μόριον μεῖζον γίνεται. ἰσοτίμως γὰρ ὅλον δι’ ὅλου ἕκαστον τῶν μορίων μεῖζον γίνεται. καὶ γὰρ τὸ πρόσωπον ὅλον δι’ ὅλου ὁμοτίμως αὔξεται καὶ τὰ τούτου μόρια, ὀφθαλμὸς λέγω καὶ ῥὶς καὶ τὰ λοιπά· καὶ γὰρ ὁτιοῦν μόριον τοῦ ὀφθαλμοῦ καὶ τῶν λοιπῶν μορίων ἰσοτίμως εἰς μέγεθος ἐπιδίδωσι. καὶ τὰ ἄτοπα δὲ πάντα ἐκφεύγει, καὶ τὸ μὲν μὴ ἀσωμάτῳ αὔξεσθαι προφανές, ἀλλὰ καὶ σώματι γινομένης τῆς αὐξήσεως οὔτε κενὸν ἔσται οὔτε σῶμα διὰ σώματος χωρήσει· οὐ γὰρ ὅλον δι’ ὅλου χωρεῖ τὸ προσιόν, ἀλλὰ παρατίθεται μόνον τῇ προτέρᾳ ὕλῃ ἡ ἐπεισιοῦσα. καὶ ὥσπερ ἐπὶ τοῦ δερματίνου σωλῆνος τοῦ μὲν ὕδατος προσθήκη γίνεται καὶ τὸ ἐπεισιὸν παρατίθεται μόνον τῷ ὑπάρχοντι καὶ προωθήσαντος τούτου τὰ πρὸ αὐτοῦ2 οὕτως ἰσοτίμως πανταχοῦ ὁ πλεονασμὸς τοῦ ὕδατος γίνεται, καὶ οὕτω πᾶν μόριον ὁτιοῦν τοῦ σωλῆνος ὁμοτίμως ἐκτείνεται, οὕτω καὶ ἐπὶ τῆς αὐξήσεως συμβαίνει.
われわれの議論を実例によって明瞭なものとしよう。というのも、あたかも誰かが、流れ去る川の中に何らかの物体から生じる影を思い描いたとすれば、影は基体である水のうちにありながら数において一つで同一のものであるが、水自体は同一のものとして存続せず、部分ごとに一方が密かに流出し、他方が代わって流入するのと同じように、形相についても同様に理解せねばならないからである。すなわち、質料は部分ごとに交替するが、形相自体は数において常に同一のものとして存続するのである。事実、質料は存続しないにもかかわらず、しばしば色彩も同一のものとして存続する。というのも、質料が部分ごとに交替する仕方は、形相の一部をも一緒に奪い去るような仕方ではないからである。例えば、像の足が今交替し、別の時には手が、また別の時には頭が交替するかのような仕方ではない。なぜならそのようにすれば、時の経過とともに像全体が質料や青銅においてだけでなく、不可分な形状や形態においても数においてまったく別のものであるようになるという事態が生じるからである。それゆえ、成長において質料の消耗はそのようにして起こるのではない(もしそうなら全体が不具になるはずであるが、われわれはそのようなことが起きるのを見ていない)。むしろ、述べられた川の実例において、時には去りゆく水よりも近づいて来る水のほうが多く、時には流出する水のほうが多いなかで付け加わる水がより少ないとしても、川全体は全体としてそれ自身連続して存在し、水の諸部分が連続的に互いに場所を譲り合い、流出していく場所を間断なく満たし、その間に何ら間隙を残さないのと同じように、まさにわれわれの身体においても生じるのである。すなわち、質料が微細にいたるところから発散し、もしどこかからより多く発散すれば、ヒポクラテスによれば「一つの合流、一つの合気、すべてのものが共感している」のであるから、周囲から集まるものによって連続的に直ちに均等にされるのである。したがって、質料が流入し流出するものであっても、形相は何ら変化を被らない。なぜなら、もし質料が存続しないさいに形相も存続せず、時によって数において別のものであるようになるならば、両者から合成されたものも数において同一のものとして存続しないであろうからである。それゆえ、もしこの人間、例えばソクラテスが存在する限り彼が数において同一であり、他方で質料は同一ではないとするならば、形相が同一であることは必然である。しかしまた、質料が部分ごとに密かに流出するとしても、老境に達したわれわれのうちに最初の結成から最初にわれわれの中に基底をなしていた物体が何も残らないほどに、質料全体が時の経過とともにその全体において交替すると考えてもならない。なぜなら、もしそうであったなら、質料が常に盛んであることによって、動物が不死であることも可能であったであろうからである。というのも実際には、時の経過によって疲弊するために質料は形相を全面的に保持することができず、結合された諸要素が対立する力から作用を受けることによって、その調和と混合を全面的に保持することができないからである。したがって、質料のすべてが発散すると考えてはならず、むしろとりわけこれのより堅固な諸部分が数において常に同一のものとして存続すると考えねばならない。それゆえにこそ、肉や骨においても、たまたま若年のころに生じた傷痕が死に至るまで残っているのをわれわれは目にするのである。したがってこのことによっても、形相が数において同一のものとして留まることが必然である。それゆえ、成長するものが存続するということは、質料についてではなく形相について保持されるということは、これらのことから明らかである。また、成長するもののいかなる部分も成長したということは、質料について保持されることは不可能であるが、形相についてなら可能である。なぜなら、質料のあらゆる部分に付加が生じることは不可能であり(物体が物体を通過することも不可能であるから)、これに対して形相のあらゆるいかなる部分もより大きくなるからである。なぜなら、部分の各々は等しく全体を通してより大きくなるからである。実際、顔は全体を通して等しく成長し、その諸部分、すなわち目や鼻やその他の部分も[同様である]。なぜなら、目のいかなる部分もその他の部分[のいかなる部分]も等しく大きさへと増大するからである。そして、すべての不合理も回避される。すなわち、非物体的なものによって成長するのではないことは明白であるが、物体によって成長が生じるとしても、空虚が存在することにもならず、物体が物体を通過することにもならない。なぜなら、近づいて来るものが全体を通して通過するのではなく、後から入って来るものが以前の質料の傍らに並置されるだけだからである。そして、革管において水が付加され、後から入って来るものがすでに存在するものに並置されるだけであり、これが自分の前にあるものを前へと押し出すことによってこのように水の増加がいたるところで均等に生じ、こうして管のいかなる部分も等しく拡張されるのと同じように、成長においても同様に生じるのである。
- 1.146τῶν συναρμοσθέντων διὰ τὸ πάσχειν ἀπὸ τῶν ἐναντίων δυνάμεων τὴν ἁρμονίαν καὶ σύγκρασιν δι’ ὅλου σῴζειν μὴ δυναμένων
独立属格構文。主語は中性複数名詞相当の分詞 τῶν συναρμοσθέντων(調和的に結合された諸要素)であり、これに否定辞 μὴ を伴う分詞 δυναμένων が呼応して理由を表す。その内側に原因を示す前置詞句 διὰ τὸ πάσχειν ἀπὸ τῶν ἐναντίων δυνάμεων(対立する諸力から作用を受けることによって)が挿入され、σῴζειν の目的語として τὴν ἁρμονίαν καὶ σύγκρασιν(調和と混合)が置かれている。
- 1.146προωθήσαντος τούτου τὰ πρὸ αὐτοῦ
独立属格構文。指示代名詞 τούτου は直前の主語である中性名詞句 τὸ ἐπεισιόν(後から入って来るもの/水)を指す男性/中性同形の属格形であり、時または条件を表す(「これが自分の前方にあるものを押し出すと」)。τὰ πρὸ αὐτοῦ は前置詞句が定冠詞によって名詞化された対格句で、分詞 προωθήσαντος の直接目的語となっている。
