← ヨハネス・ピロポノス

アリストテレス『気象論』第1巻注解

§92.36-94.19

流星と彗星の生成メカニズムの相違

アリストテレスの344a23を注解し、流星と彗星の生成メカニズムの共通点と相違点を藁の燃焼の比喩を用いて説明し、「運行の始まり」の語義と、彗星が始まりと終わりを同時に内に保つ留まる流星であることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.80

" Ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος δοκεῖ εἶναι, οὕτω καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μονὴ δοκεῖ εἶναι. παραπλήσιον γὰρ τὸ γινόμενον οἷον εἴ τις εἰς ἀχύρων θημῶνα καὶ πλῆθος ὤσειε δαλὸν ἢ πυρὸς ἀρχὴν ἐμβάλοι μικράν. φαίνεται γὰρ ὁμοία καὶ ἡ τῶν ἀστέρων διαδρομὴ τούτῳ· ταχὺ γὰρ διὰ τὴν εὐφυΐαν τοῦ ὑπεκκαύματος διαδίδωσιν ἐπὶ μῆκος. εἰ δὴ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθὸν ᾗ μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχὴ τῆς φορᾶς1 ἡ τελευτὴ τῆς διαδρομῆς. τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν." Τὴν πρὸς ἄλληλα διαφορὰν τῶν κομητῶν καὶ τῶν διαττόντων διδάσκει καὶ νῦν. ὥσπερ γάρ, φησίν, ἡ φορὰ τῆς τοιαύτης ἀναθυμιάσεως καθ’ ὃν εἴρηται γινομένη τε καὶ ἐξαπτομένη τρόπον ἀστέρος εἶναι δοκεῖ διαδρομή τε καὶ κίνησις, ὅπερ ἐκαλεῖτο διάττων, οὕτω καὶ ἡ μονὴ τῆς ἐξάψεως τῆς τοιαύτης ἔδοξε τοῖς ὁρῶσιν ἀστέρος εἶναι μονή· τοῦτο δέ εἰσιν οἱ κομῆται γενικώτερον οὕτω καλούμενοι. πάλιν δὲ τὸ γινόμενον διδάσκει πάθος δι’ ὑποδείγματος. ὡς γὰρ 〈εἰ〉 εἰς ἀχύρων, φησί, θημῶνα δαλὸν ὠθήσειέ τις ἢ μικρά τις ἀρχὴ τούτῳ πυρὸς ἐμπέσοι, οἷον σπινθήρ, 〈καὶ〉 βραχύ τι τούτων ἐξάψειε, τὸ πρῶτον ἐξαφθὲν τῶν ἀχύρων μέρος τῷ ἑξῆς μεταδίδωσι, καὶ τοῦτο τῷ μετ’ αὐτό, τοῦ πρῶτον ἐξαφθέντος σβεννυμένου διὰ τὴν λεπτότητα τῆς ὕλης, καὶ οὕτως ἐφεξῆς, ἕως ἂν ἐξαφθῇ τὸ ἐπιτήδειον ἅπαν καὶ λοιπὸν μηκέτι εἴη τὸ ἐξαπτόμενον, τοῦτο δὲ τοῖς μὲν πλησιάζουσι δῆλόν ἐστι πῶς γίνεται, τοῖς δὲ πόρρωθεν βλέπουσι μιᾶς φλογὸς κίνησις εἶναι δοκεῖ καὶ διαδρομή, τοῦτο καὶ ἐπὶ τῶν διαττόντων συμβαίνει· διὰ γὰρ τὴν εὐφυΐαν, φησί, τοῦ ὑπεκκαύματος, τουτέστι τὴν ἐπιτηδειότητα τὴν πρὸς ἔξαψιν, ἄλλο μετ’ ἄλλο τούτου μέρος ἐξαπτόμενον κατὰ συνέχειαν, τοῦ τε προεξαφθέντος σβεννυμένου διὰ τὸ ῥᾳδίως δαπανᾶσθαι εἷς ἀστὴρ ἐπί τι μῆκος διατρέχειν δοκεῖ. ἀρχὴ μὲν οὖν ἐστι τῆς δοκούσης κινήσεως τὸ ὅθεν ἤρξατο καίεσθαι, τέλος δὲ τὸ ὅπῃ παύεται διὰ τὸ μὴ εἶναι λοιπὸν ἐπιτηδείαν ὕλην πρὸς ἔξαψιν. εἰ δὲ ἐν τῷ διατρέχειν τὴν φλόγα ἐμπέσῃ πυκνοτέρα τις καὶ παχεῖα ὕλη καὶ στέγειν δυναμένη τὸ τοῦ πυρὸς εἶδος, τοῦ μὲν διαΐσσοντός ἐστι τοῦτο πέρας, τοῦ κομήτου δ’ ἀρχή· μένει γὰρ ἡ φλὸξ ἐν τούτῳ λοιπὸν ἐπὶ χρόνον τινὰ διά τε τὸ πλῆθος τῆς ὕλης καὶ τὴν πυκνότητα καὶ διὰ τὴν ἐπὶ πολὺ κάτωθεν χορηγουμένην ἀναθυμίασιν τῷ κομήτῃ καὶ προστιθεμένην αὐτῷ δίκην τροφῆς καὶ ἀναπληροῦσαν τὸ διαπεφορημένον τῆς προεξαφθείσης ὕλης αὐτοῦ. τὸ δὲ γένοιτ’ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς, τὸ τέλος, φησί, τῆς τοῦ διάττοντος διαδρομῆς (τέλος ἔσχεν ἔνθα πυκνότητος ὑπήντησεν ὕλης) ἀρχὴ τῆς φορᾶς ἐστι τοῦ κομήτου, τουτέστι τοῦ καίεσθαι τὴν ὕλην αὐτοῦ ἀρχή ἐστι· καὶ ἐπὶ τούτου γὰρ ἐπινέμεται τὴν ἐφεξῆς ἡ προλαβοῦσα καὶ φερομένη τὸ ἐπιτήδειον ἐξάπτει, ἀλλὰ διὰ τὴν παχύτητα τῆς ὕλης οὔτε τὸ ἐφεξῆς ῥᾳδίως ἐξάπτεται 〈οὔτε〉 τὸ προλαβὸν ἑτοίμως ἀπομαραίνεται, διόπερ οὐδὲ κινήσεως φαντασία τις ἡμῖν ὑποπίπτει. ἡ οὖν ἀρχὴ τῆς φορᾶς εἶπεν. ἤτοι τῆς κινήσεως τοῦ κομήτου μετὰ τοῦ παντὸς ἀρχὴ ἢ ἁπλῶς τῆς ὑπάρξεως αὐτοῦ καὶ εὐπορίας τῆς ὕλης ἀρχή. τὸ γὰρ πολλοὺς γεγονέναι καρποὺς φορὰν καρπῶν λέγομεν, καὶ ἐπὶ τῶν χειρόνων ὁμοίως. Μένανδρος “φορὰ γὰρ νῦν τούτου γέγονε καλὴ δι’ ὁτιδήποτε”. συμπεραίνων δὲ τὰ εἰρημένα φησὶ τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ τὸ πέρας καὶ ἀρχήν. ὁ κομήτης, φησίν, ἀστὴρ οἷον ἀστέρος ἐστὶ διαδρομή, τουτέστι διάττων ἐστὶ τὴν ἀρχὴν ἔχων καὶ τὸ πέρας ἐν ἑαυτῷ τῆς ἐκκαύσεως μένον ἐν αὐτῷ καὶ μὴ σβεννύμενον· ἐπὶ γὰρ τοῦ διάττοντος ἐξαπτόμενον εὐθὺς σβέννυται. τὰ γὰρ ἐν κινήσει τὸ εἶναι ἔχοντά ἐστι τοιαῦτα,2 οὔτε τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς οὔτε τὸ πέρας ἔχοντα· ἐν τῷ γίνεσθαι γὰρ καὶ φθείρεσθαι πᾶσα ἡ κίνησις ἔχει τὸ εἶναι, μένον δέ τι μόριον αὐτῆς παντελῶς ἐστιν οὐδὲν ὡς οὐδὲ τοῦ χρόνου οὐδὲ τῆς φθορᾶς. ὁ δὲ κομήτης ἐν ἑαυτῷ ἔχει καὶ τὸ πρῶτον ἐξαφθὲν καὶ τὸ ἔσχατον μένοντα καὶ σωζόμενα. οὐκοῦν ὁ κομήτης διάττων ἐστὶν οὐ κινούμενος ἀλλὰ μένων καὶ τὴν ἀρχὴν καὶ τὸ πέρας τῆς ἐξάψεως ἔχων ἐν ἑαυτῷ.

「そして、このような運行が星の[運行]であると思われるのと同様に、同様の静止もまた星の静止であると思われる。なぜなら、生じる事態は、あたかも誰かが藁の山や堆積の中に燃えさしを押し込むか、小さな火の原理を投げ入れたかのようであり、これに極めて似ているからである。というのも、星々の馳走もこれと似たものとして現れるからである。すなわち、点火物の適合性のゆえに速やかに長さの方向へと伝達するのである。それゆえ、もしこれが留まり、点火物が最も濃密になったところを通過しても衰滅しないならば、馳走の終わりが運行の始まりとなるであろう。彗星とは、星の馳走のような星であり、その内に終わりと始まりをもつものである。」 彼はいまや彗星と流星の相互の相違についても教えている。なぜなら彼が言うには、述べられたような仕方で生成し着火するこのような蒸気の運行が、星の馳走や運動(これがいわゆる流星であった)であると思われるのと同様に、このような着火の静止もまた、見ている者たちには星の静止であると思われるからである。そしてこれこそが、より一般的・包括的にそのように呼ばれる彗星なのである。そして彼は、生じる現象をふたたび実例によって教えている。というのも彼が言うには、あたかも藁の山に誰かが燃えさしを押し込むか、あるいは火の小さな原理、たとえば火花がこれに落ちて、これらのごく一部を着火させると、藁の最初に点火された部分が次の部分へと伝え、これがまたその次の部分へと伝え、最初に点火された部分は質料の薄さのゆえに消滅し、適したものがすべて着火され、もはや着火されるべきものが残らなくなるまでこのように順次に続くが、このことは近くにいる者たちにはどのように生じているかが明らかであるものの、遠くから見ている者たちには一つの炎の運動であり馳走であると思われるのと同様に、このことは流星についても生じるからである。なぜなら彼が言うには、点火物の適合性、すなわち着火に対する適性のゆえに、このものの次から次へと別の部分が連続して着火し、先に点火されたものは容易に消費し尽くされるゆえに消滅するので、一つの星がある長さへと走り抜けるように思われるからである。したがって、思われる運動の始まりとは燃え始めたところであり、終わりとは着火に適した質料がもはや存在しないことによって止むところである。しかし、炎が走り抜ける途中で、より稠密で濃厚であり、火の形相を保持しうる何らかの質料が入り込むならば、これは流星の終わりであり、彗星の始まりである。なぜなら炎は、質料の分量と稠密さのゆえに、また彗星に対して下方から豊富に供給され、食物のようにそれへと付加され、先に点火された質料の消散した分を補填する蒸気のゆえに、いまやこの[質料]の中に一定の時間留まるからである。そして「馳走の終わりが運行の始まりとなるであろう」とあるのは、彼が言うには、流星の馳走の終わり(質料の稠密さに出会ったところで終わりを迎えた)が彗星の運行の始まり、すなわちその質料が燃焼することの始まりであるということである。なぜなら、この場合にも先立って生じた部分が次の部分へと燃え広がり、運ばれつつ適した部分を着火させるが、質料の濃厚さのゆえに、次の部分が容易に着火することもなく、先立って生じた部分が直ちに衰滅することもないのであり、それゆえわれわれには運動の像が全く知覚されないからである。そこで彼は「運行の始まり」と言ったのである。これは全天とともに行われる彗星の運動の始まりであるか、あるいは単にその現前および質料の豊富さの始まりである。なぜならわれわれは、多くの収穫が生じたことを収穫の運行[豊作]と言い、より悪いものについても同様に言うからである。メナンドロスは「いかなる理由であれ、いまやこれの立派な運行[豊作]が生じた」と言っている。そして彼は述べられたことを締めくくりながら、「彗星とは、星の馳走のような星であり、その内に終わりと始まりをもつものである」と言う。彼が言うには、彗星とは星の馳走のような星、すなわち燃焼の始まりと終わりをその内にもち、それが消滅せずにその内に留まっている流星である。なぜなら流星においては、着火されたものは直ちに消滅するからである。というのも、運動の中に存在をもつものはこのようなものであって、運動の始まりも終わりも自分たちの内にもたないからである。なぜなら、あらゆる運動は生成することと消滅することの中に存在をもっており、時間の部分も消滅の部分もそうであるように、運動の留まり続ける部分など全く何一つ存在しないからである。これに対して彗星は、最初に点火された部分も最後に点火された部分も、留まり保たれながら自らの内にもつのである。したがって彗星とは、動くのではなく留まり、着火の始まりと終わりを自らの内にもつ流星なのである。

構文注2 件
  1. 1.80ἀρχὴ τῆς φορᾶς

    φορᾶς は動詞 φέρω から派生し、天体等の「局所運動(運行)」と「産出・豊作・豊富」の双方を意味しうる語である。ピロポノスはここで、天球に伴う彗星の回転運動(κίνησις)の始まりを指すのか、それとも「作物の実り(φορὰ καρπῶν)」を指す慣用語(メナンドロスからの引用で補強)に見られるような、彗星の存在(ὑπάρξεως)および質料の豊富さ(εὐπορίας τῆς ὕλης)の始まりを指すのかという二通りの語義の可能性を提示している。

  2. 1.80τὰ γὰρ ἐν κινήσει τὸ εἶναι ἔχοντά ἐστι τοιαῦτα

    文頭の τὰ ἐν κινήσει τὸ εἶναι ἔχοντα(運動の中に存在をもつものたち)が主語であり、τοιαῦτα が述語。続く分詞句 οὔτε τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς οὔτε τὸ πέρας ἔχοντα は主語と同格でその性格を詳述している。運動や時間は生成と消滅の継起そのものに本質があり、過去の始点も未来の終点もその瞬間に現存・静止(μένειν)しないというアリストテレス的動態論に基づき、流星(運動)と彗星(始点と終点を同時に保持する静止状態)が対比されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:92.36-94.19