← ヨハネス・ピロポノス

アリストテレス『気象論』第1巻注解

§77.3-77.38

ヒッポクラテスとアイスキュロスの彗星説

アリストテレスの気象論 342b35 を注解し、キオスのヒッポクラテスとアイスキュロスによる彗星説、すなわち彗星が惑星であり尾は星が引き寄せた蒸気による太陽光の反射であるとする見解とその発生条件を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.58#1

" Παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον ἀπεφήναντο· πλὴν τὴν γε κόμην οὐκ ἐξ αὑτοῦ φασιν ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν, τῆς ἡμετέρας ὄψεως ἀνακλωμένης ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπ’ αὐτοῦ πρὸς τὸν ἥλιον.1" Ἱπποκράτης ὁ Χῖος, φησίν (μαθηματικὸς δὲ ὑπῆρχεν οὗτος, οὗ καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς διὰ τῶν μηνίσκων εἶναι λέγεται) καὶ ὁ τούτου μαθητὴς Αἰσχύλος τοῖς Πυθαγορείοις παραπλησίως ἕκτον πλανήτην ἀστέρα τὸν κομήτην εἶναι λέγουσι, τὴν δὲ κόμην οὐκ οἴκοθεν ἔχειν αὐτόν, ὡς οἱ Πυθαγόρειοι βούλονται. ἐκεῖνοι γὰρ τοῦ ἀστέρος εἶναι μέρος τὴν κόμην ἔλεγον, Ἱπποκράτης δὲ ἔξωθεν αὐτῷ φησι τὴν κόμην προσγίνεσθαι, τούτου πίστιν ἐπαγόμενος τὸ μὴ ἐν παντὶ τόπῳ κόμην ἔχειν αὐτὸν δύνασθαι· οὔτε γὰρ ἐν τοῖς νοτίοις μέρεσιν οὔτε τῶν τροπικῶν μεταξὺ καὶ ὑπὸ τὸν ἰσημερινὸν δι’ ἣν ἐρεῖ προϊὼν αἰτίαν, ἀλλ’ ἐν τοῖς βορείοις καὶ μόνοις, ἐν οἷς συνέλκειν διὰ τὴν πολλὴν ὑγρότητα εἰς ἑαυτὸν ἀτμίδα δύναται. τοῦτο μὲν οὖν καὶ Ἀριστοτέλει δοκεῖ τὸ συνέλκειν ἀτμίδα τοὺς ἀστέρας πρὸς ἑαυτούς, ὡς προϊόντες εἰσόμεθα. εἰς τὴν ἀτμίδα οὖν ταύτην φασίν, ἣν ὁ κομήτης ἕλκει πρὸς ἑαυτόν, τὰς ἡμετέρας ὄψεις ἐμπιπτούσας καὶ ἀνακλωμένας ἐξ αὐτῆς πρὸς τὸν ἥλιον ὡς ἐν ἐσόπτρῳ τῇ ἀτμίδι τὸ φῶς αὐτοῦ βλέπειν καὶ κόμην ταύτην τοῦ ἀστέρος εἶναι δοκεῖν. ὥσπερ γὰρ ἐπὶ τῶν ἐνόπτρων ἐδείκνυμεν ὅτι κάτω μὲν τούτου κειμένου τὰ ἐν ὕψει φαίνεται, ὑπεράνω δὲ ἡμῶν ὄντος τὰ ὑποκείμενα ἀνακλῶνται (ὅθεν καὶ πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου μικρὸν καὶ ἄρτι δύναντος ἐκ τῶν περὶ τὸν ὁρίζοντα νεφῶν αἱ ὄψεις αἱ ἐμφερόμεναι κάτω πρὸς τὸν ἥλιον ὀλίγον ὄντα ὑπὸ γῆν τὸ φῶς αὐτοῦ τρόπον ἐνόπτρου βλέπουσιν ἐν τῷ νέφει), κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς αὐτῆς ἀτμίδος ὑπὸ τὸν ἀστέρα ἐν ὕψει κειμένης αἱ ἐπ’ αὐτὴν ἐμπίπτουσαι ἡμῶν ὄψεις ἀνακλώμεναι καὶ φερόμεναι κάτω πρὸς τὸν ἥλιον καὶ ἐν τῷ νέφει τὸ πυρῶδες αὐτοῦ φανταζόμεναι κόμην ἐν τῷ ἀστέρι δοκοῦσιν ὁρᾶν. διὰ τοῦτο οὖν οἱ περὶ τὸν Ἱπποκράτην οὐκ ἐν παντὶ τόπῳ πλανώμενον τὸν ἀστέρα τοῦτον κόμην ἔλεγον λαμβάνειν· οὔτε γὰρ μεταξὺ τῶν τροπικῶν ὑπὸ τὸν ἰσημερινὸν ἢ τούτου πλησίον γινόμενον (διακέκαυται γὰρ τὰ ὑπὸ τὸν ἰσημερινὸν καὶ κατεξήρανται καὶ οὐκ ἔστιν ἐκεῖσε ὕδωρ, ὅπερ ἐξατμίζων ἑλκύσειε τὴν γινομένην ἀτμίδα) οὔτ’ αὖ πάλιν εἰ τὴν μεγίστην ἀλλήλων διεστήκοιεν ὁ ἀστὴρ καὶ ὁ ἥλιος, κόμην λαμβάνειν ἔλεγον τὸν ἀστέρα,2 τοῦ ἡλίου μὲν ὄντος ἐν ταῖς θεριναῖς, εἰ οὕτω τύχοι, τροπαῖς ἢ περὶ ταύτας, αὐτοῦ δὲ ἐν ταῖς χειμεριναῖς.

「これら[の人々]と同様に、キオスのヒッポクラテスとその弟子アイスキュロスの一派も主張した。ただし、尾をそれ自身から持つのではなく、運行しながら場所によって時に獲得するのであり、それは我々の視線が、それによって引き寄せられた湿気から太陽へと反射されることによる、と彼らは言う。」 キオスのヒッポクラテス(この人物は数学者であり、三日月形による円の正方形化も彼によるものと言われている)とその弟子アイスキュロスは、ピュタゴラス派と同様に、彗星を第六の惑星であると言っているが、尾については、ピュタゴラス派が考えるように自前で持っているのではないとする、と彼[アリストテレス]は言う。というのも、あちらの人々は尾を星の一部であると言ったが、ヒッポクラテスは尾が外部からそれに付加されると言い、その論拠として、それがあらゆる場所で尾を持ちうるわけではないということを持ち出しているからである。なぜなら、先へ進んだところで述べる原因のために、南方の地域でも、回帰線の間かつ赤道直下でもなく、北方の地域においてのみ[尾を持つのであり]、そこでは豊かな湿気のために蒸気を自身へと引き寄せることができるからである。星々が蒸気を自身へと引き寄せるということは、我々が先へ進めば知るように、アリストテレスにとっても受け入れられることである。したがって彼らが言うには、彗星が自身へと引き寄せるこの蒸気に我々の視線が入射し、そこから太陽へと反射されることによって、鏡としての蒸気の中に太陽の光を見、これが星の尾であると思われるのである。鏡の場合について我々が示したように、これが下にあるときには高いところにあるものが見え、我々の上にあるときには下にあるものが反射される(それゆえ日の出の少し前や没した直後にも、地平線付近の雲から下方の地平のわずかに下にある太陽へと向かう視線が、鏡の流儀で雲の中に太陽の光を見る)。まさにこれと同じ流儀で、同じ蒸気が星の下の高い位置にあるとき、そこに入射した我々の視線が反射されて下方の太陽へと向かい、雲の中にその火のような輝きを想像することで、星の中に尾を見ていると思うのである。したがってこのゆえに、ヒッポクラテスの一派は、この星が運行しながらあらゆる場所で尾を獲得するわけではないと言ったのである。すなわち、回帰線の間の赤道直下またはその近傍に至るときも(赤道直下は灼熱して干上がっており、そこには蒸発させて生じる蒸気を引き寄せるような水が存在しないからである)、あるいはまた星と太陽が互いに最大の距離を隔てているときにも(例えば太陽が夏至またはその付近にあり、星自身が冬至にある場合)、星が尾を獲得することはないと言ったのである。

構文注2 件
  1. 1.58τῆς ἡμετέρας ὄψεως ἀνακλωμένης ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπ’ αὐτοῦ πρὸς τὸν ἥλιον

    独立属格構文。前置詞句 πρὸς τὸν ἥλιον は分詞 ἀνακλωμένης に係り、「太陽へと反射される」ことを意味する。直前の前置詞句 ὑπ’ αὐτοῦ(彗星によって)は ἑλκομένης に係る。

  2. 1.58οὔτε γὰρ μεταξὺ τῶν τροπικῶν ὑπὸ τὸν ἰσημερινὸν ἢ τούτου πλησίον γινόμενον ... οὔτ’ αὖ πάλιν εἰ τὴν μεγίστην ἀλλήλων διεστήκοιεν ὁ ἀστὴρ καὶ ὁ ἥλιος, κόμην λαμβάνειν ἔλεγον τὸν ἀστέρα

    否定接続詞 οὔτε ... οὔτε による並列において、前者は対格分詞構文(γινόμενον、主語 τὸν ἀστέρα に一致)、後者は条件節(εἰ ... διεστήκοιεν)という非対称な統語構造(不斉)をなしている。いずれも主文の不定詞句 κόμην λαμβάνειν ἔλεγον τὸν ἀστέρα に係っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:77.3-77.38