← ヨハネス・ピロポノス

アリストテレス『気象論』第1巻注解

§58.35-60.18

焚きつけの長さと幅による発火現象の形態差

アリストテレスが気象現象(炎、松明、山羊)の形態差を焚きつけの長さと幅によって論じる箇所(341b24)について、フィロポノスは「長さ」を東西、「幅」を南北の方位と解する先行説を退け、向きに関わらず最大次元を長さと呼んでいることを論証し、各現象の成立条件を注記する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.43

" Διαφέρει δ’ ἤδη κατὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ τὸ πλῆθος· ἐὰν μὲν γὰρ πλάτος ἔχῃ καὶ μῆκος τὸ ὑπέκκαυμα, πολλάκις ὁρᾶται καιομένη φλὸξ ὥσπερ ἐν ἀρούρᾳ καιομένης καλάμης, ἐὰν δὲ κατὰ μῆκος μόνον, οἱ καλούμενοι δαλοὶ καὶ αἶγες καὶ ἀστέρες. ἐὰν μὲν οὖν πλέον τὸ ὑπέκκαυμα ᾖ κατὰ τὸ μῆκος ἢ τὸ πλάτος, ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἅμα καιόμενον (τοῦτο δὲ γίνεται διὰ τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ)1 αἲξ καλεῖται, ὅταν δ’ ἄνευ τούτου τοῦ πάθους, δαλός." Δῆλον ἐκ τῶν προκειμένων ὅτι μὴ τὸ ποιητικὸν αἴτιον, τουτέστιν ἡ κυκλοφορία τῶν οὐρανίων, αἰτία ἐστὶ τῆς διαφορᾶς τῶν ἐν τῷ ὑπεκκαύματι γινομένων παθῶν (μία γάρ ἐστιν αὕτη καὶ ἀπαράλλακτος ἀεί), ἀλλ’ ἡ ὕλη καὶ τὸ ὑποκείμενον, τουτέστιν ἡ ἐκεῖσε ἀναφερομένη ἀναθυμίασις καὶ ταύτης τό τε πλῆθος καὶ ἡ σμικρότης καὶ τὸ συνεχὲς αὐτῆς ἢ διεσπασμένον ἥ τε κατὰ μῆκος θέσις ἢ πλάτος ἢ βάθος καὶ ἡ πρὸς ἄλληλα τούτων σχέσις. μῆκος μὲν οὖν τινες λέγειν αὐτὸν ἀκηκόασι2 τὴν ἐξ ἀνατολῶν ἐπὶ δύσιν αὐτῆς διάστασιν, πλάτος δὲ τὴν ἐπὶ βορρᾶν καὶ νότον. ἀκόλουθον δ’ ἂν εἴη τούτοις καὶ βάθος εἶναι τὴν ἐπὶ τὸ ἄνω καὶ κάτω θέσιν αὐτῆς, τουτέστι τὴν ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ· ἀλλ’ ἐπειδήπερ οὔτε Ἀριστοτέλης φαίνεται τῇ διαστολῇ ταύτῃ χρώμενος οὔτε Ἀλέξανδρος, μήποτε δυνατὸν μῆκος μὲν ἀκούειν τὴν μείζονα διάστασιν ἁπλῶς, ὅπως ἂν ἔχῃ θέσεως, εἴτε ἐπὶ νότον εἴη καὶ βορρᾶν εἴτε ἐπ’ ἀνατολὴν καὶ δύσιν, εἴτε ἐπὶ τὸ ἄνω καὶ κάτω εἴτε ὁπωσοῦν ἔχει πρὸς ταῦτα λελοξωμένη τὰ διαστήματα. καὶ γὰρ λίθων καὶ ξύλων καὶ ὕδατος, ὡς ἐπὶ ποταμῶν, καὶ πάντων ἁπλῶς ὅσα μὴ φυσικῷ μεμόρφωται σχήματι ἢ τεχνητῷ, τὴν μὲν μείζονα διάστασιν μῆκος λέγομεν, τὴν δὲ παρ’ ἑκάτερα τῆς ἐπιφανείας τοῦ μήκους ἐπὶ δεξιά τε καὶ ἀριστερὰ πλάτος, τὰ δὲ λοιπὰ βάθος, ἥτις οὐδὲ ταῖς ὄψεσιν ἡμῶν ὑποπέπτωκε πάντως, εἰ μὴ διαφανὲς εἴη τὸ σῶμα. εἰ γὰρ μῆκος ἀκουσόμεθα τὸ ἐπὶ δύσιν καὶ ἀνατολὴν διάστημα, τὸ ἐπὶ νότον καὶ βορρᾶν πλάτος, ἐνδεχόμενον δέ ἐστι μείζονα εἶναι ταύτην τῆς ἑτέρας, καὶ τὴν κατὰ βάθος τῶν λοιπῶν δύο, τὴν δὲ κατὰ τὸ μῆκος μείζονα διάστασιν δαλὸν ὀνομάζει, ἔδει καὶ τῇ κατὰ πλάτος μείζονι ἕτερον ὄνομα θεῖναι καὶ τῇ κατὰ βάθος πάλιν ἄλλο. νῦν δὲ τοιοῦτον εἶπεν οὐδέν· μῆκος ἄρα τὴν μείζονα διάστασιν ἀκουστέον, ὅπως ἂν ἔχῃ θέσεως. τί οὖν περὶ τούτων φησίν; ὡς ὅταν κατά τε μῆκος καὶ πλάτος πολλή τις οὖσα ἡ ἀναθυμίασις ἐξαφθῇ, τοῦτο καλεῖται φλόξ· ἔοικε γὰρ ἐν ἀρούρᾳ καιομένῃ καλάμῃ πανταχόθεν ἢ σωρείᾳ ξύλων ἢ ἕλει πανταχόθεν ἐμπιπρωμένοις. ἐὰν δὲ μῆκος μὲν ἔχῃ πολύ, τὸ πλάτος δὲ ὀλίγον, δαλὸς ὀνομάζεται, φησίν· ἔοικε γὰρ δαλῷ ἑνὸς καὶ μόνου ξύλου καθ’ ὅλον αὐτοῦ τὸ μῆκος· καὶ τούτου γὰρ τὸ μὲν μῆκος πολύ, τὸ δὲ πλάτος ὀλίγον. ἐὰν δὲ ὁ δαλὸς οὗτος καὶ ἀποσπινθηρίζῃ, τῶν σπινθήρων, τουτέστι τῶν παρ’ ἑκάτερα μικρῶν ἐκπυρώσεων αὐτοῦ μὲν ἐξημμένων καὶ οἷον ἐκκρεμῶν οὐσῶν αὐτοῦ, ἀλλήλων δὲ διακεκριμένων καὶ μὴ συνεχῶν, ὡς ἐπὶ κλάδου φοίνικος ἔχουσιν οἱ θαλλοί (τοῦτο γάρ ἐστι τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ, τουτέστι συνημμένως τῇ ἀρχῇ) αἴξ τὸ τοιοῦτον σχῆμα τῆς ἀναθυμιάσεως τῆς καιομένης καλεῖται. καὶ γὰρ οἱ τῆς αἰγὸς μαλλοὶ διεστηκότες ἀλλήλων ἐκκρεμεῖς εἰσι καὶ ἀπηωρημένοι τῆς αἰγός. τοῦτο δὲ γίνεται, φησίν, ὅταν ἑκατέρωθεν τῆς κατὰ τὸ μῆκος ἐκτεταμένης ἀναθυμιάσεως μικραί τινες πλησίον αὐτῆς, ἀλλὰ καὶ ἀλλαχοῦ παρεσπαρμέναι τύχοιεν ἀναθυμιάσεις τοιαῦται. καιομένου γὰρ τοῦ δαλοῦ, καὶ τούτων διὰ τὴν πλησιότητα κατὰ μέρος ἐξαπτομένων, οἷον ἀποσπινθηρίζειν δοκεῖ ὁ δαλός, καὶ ἀπηωρημένας ἔχειν αὐτὰς διὰ τὸ μὴ ἀλλήλαις εἶναι συνεχεῖς· ἐξ οὗ καὶ τῆς ἐπωνυμίας ἔτυχε τῆς αἰγός. ἆρ’ οὖν ἐπὶ τὸ δυτικὸν μὲν καὶ ἀνατολικὸν ἐκτετάσθαι τὴν ἀναθυμίασιν δυνατόν, ἐπὶ δὲ τὸ βόρειον καὶ νότιον οὐκέτι; οὐδὲ τὰς παρεσπαρμένας ἑκατέρωθεν αὐτῆς ἐπ’ ἀνατολὴν εἶναι καὶ δύσιν, ἐπὶ τὸ βόρειον δὲ καὶ νότιον οὐδέποτε; ἀλλ’ ἀποκληρωτικὸν τοῦτο καὶ παντελῶς ἄλογον, ἀτάκτου τῆς ὕλης ταύτης οὔσης καὶ ἄλλοτε ἄλλως ἀναφερομένης.3 μῆκος ἄρα λέγει τὸ μεῖζον καὶ μόνον, ὅπως ἂν ἔχῃ, τῆς ἀναθυμιάσεως διάστημα, καθάπερ εἰπόντες ἔφθημεν.

「そして[これらは]今や焚きつけの位置あるいは分量に従って異なる。というのも、焚きつけが幅と長さをもつならば、しばしば、あたかも耕地で刈り株が燃えているかのように燃える炎が見られるが、長さだけによるならば、いわゆる松明や山羊や星々が見られるからである。それゆえ、もし焚きつけが幅よりも長さにおいて勝っている場合、燃えると同時にあたかも火花を散らすようなときには(そしてこのことは、小規模に、しかし起点に接して付随的に着火することによって生じるのである)、山羊と呼ばれ、この状態を伴わないときには松明と呼ばれる。」 目下の箇所から明らかなように、作因、すなわち天界の諸天体の円周回転が、焚きつけにおいて生じる諸現象の差異の原因なのではなく(というのも、これは単一であり常に不変だからである)、質料と基底にあるもの、すなわちあそこへと立ち上る蒸気、およびこの蒸気の分量やわずかさ、その連続性や分散、そして長さや幅や深さに応じた位置、またこれらの互いに対する関係こそが原因なのである。さて、ある人々は彼が「長さ」と言っているのを、蒸気の東から西への隔たり、「幅」を北および南への隔たりと解釈した。そして彼らの説に従えば、「深さ」は上下への位置、すなわち中心および周囲への位置ということになろう。しかし、アリストテレスもアレクサンドロスもこのような区別を用いているようには見えない以上、おそらく「長さ」とは、それが南と北へであれ、東と西へであれ、上下へであれ、あるいはこれらの間隔に対してどのように傾斜した位置にあれ、その位置がどうであれ、単に[三次元のうち]より大きな隔たりのことだと解釈することが可能であろう。というのも、石や木や水(川の場合のように)、そしておよそ自然的あるいは技術的な形姿によって形作られていないあらゆるものについて、われわれはより大きな隔たりを「長さ」と呼び、長さの表面の両側で右と左への隔たりを「幅」と呼び、残りを「深さ」と呼ぶからである。この深さは、物体が透明でない限り、われわれの視覚の対象には決してならないものである。なぜなら、もしわれわれが「長さ」を西と東への間隔、「幅」を南と北への間隔と解釈し、しかもこの幅が長さよりも大きく、深さが残りの二つよりも大きくなることが可能であるとするなら、彼が長さにおいてより大きな隔たりを松明と名づけている以上、幅においてより大きな隔たりにも別の名を与え、深さにおいてより大きなものにもさらに別の名を与えるべきだったからである。しかし実際には、彼はそのようなことを何も言わなかった。したがって、「長さ」とは、その位置がどうであれ、より大きな隔たりと解釈されねばならない。では、彼はこれらについて何を言っているのだろうか。すなわち、蒸気が長さと幅の双方において豊富に存在して点火するとき、これは「炎」と呼ばれる、と。というのも、これは耕地で刈り株があらゆる側から燃えているのや、木の山や湿地があらゆる側から火に包まれているのに似ているからである。これに対して、長さは大きく幅がわずかであるならば、「松明」と名づけられる、と彼は言う。実際、これはその全長にわたる一本の木だけの松明に似ている。というのも、これにおいても長さは大きく幅はわずかだからである。そして、もしこの松明が火花をも散らすならば——火花、すなわちその両側での小さな着火が、松明そのものに結びついてそこから垂れ下がるようでありながら、互いには分離して連続していない状態(ナツメヤシの枝における葉のついているありさまがそうであるように)にあるとき(というのも、「小規模に、しかし起点に接して付随的に着火する」、すなわち起点に結合して着火するとは、このことだからである)——、燃えている蒸気のこのような形態は「山羊」と呼ばれる。実際、山羊の房毛も互いに離れており、山羊から垂れ下がってぶら下がっているからである。そして彼が言うには、このことは、長さに沿って伸びた蒸気の両側に、それの近くに、しかも他の場所にも散らばって、そのような小さな蒸気が居合わせるときに生じるのである。というのも、松明が燃えている際、これらも近接性のゆえに部分ごとに点火されると、松明はあたかも火花を散らしているように見え、また互いに連続していないことによってそれらをぶら下げているように見えるからである。このことから、それは「山羊」という呼び名を得たのである。それなら、蒸気が西方と東方へ伸びることは可能だが、北方と南方へ伸びることはもはや不可能なのだろうか。また、その両側に散らばったものが東と西にあることはあっても、北と南にあることは決してないのだろうか。しかし、この質料は無秩序であり、時によって異なる仕方で立ち上るのであるから、そのような解釈は恣意的でありまったく不合理である。それゆえ、われわれが先ほど述べたように、彼が「長さ」と呼んでいるのは、蒸気の、どのような向きにあれ単により大きな間隔のことなのである。

構文注3 件
  1. 1.43κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ

    アリストテレス本文(レンマ)の語句に対する注釈。κατὰ μικρά は「小さな部分に分かれて、小規模に」という様態を示し、対比される ἐπ’ ἀρχήν は起点(本体)に向かって、すなわち本体に結合した状態で(注解者が「τουτέστι συνημμένως τῇ ἀρχῇ」とパラフレーズする通り)付随的に着火することを示す対比構文である。

  2. 1.43μῆκος μὲν οὖν τινες λέγειν αὐτὸν ἀκηκόασι

    動詞 ἀκηκόασι(ἀκούω の完了)に対格不定詞構文(αὐτὸν λέγειν μῆκος...)が後続し、「ある人々は彼が長さを…と言っていると聞いた/理解した」という意味をなす。ここでの ἀκούω は知覚動詞の転用で、「解釈する、…と受け取る」を表す。

  3. 1.43ἀλλ’ ἀποκληρωτικὸν τοῦτο καὶ παντελῶς ἄλογον, ἀτάκτου τῆς ὕλης ταύτης οὔσης καὶ ἄλλοτε ἄλλως ἀναφερομένης

    前半の主節(ἐστίν 省略)に対し、後半の ἀτάκτου τῆς ὕλης ταύτης οὔσης... は属格絶対構文であり、理由を表す(「この質料は無秩序であり、時によって異なって立ち上るのであるから」)。方位限定説を論駁する根拠を提示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:58.35-60.18