← ヨハネス・ピロポノス

アリストテレス『気象論』第1巻注解

§5.28-6.23

気象現象の発生場所と諸現象の分類

ピロポノスは気象現象が天体運動に比して無秩序である具体例を季節や気候の変動に示し、現象が生じる場所が天球ではなく大気圏の上層であることを視差や見かけの運動速度の観点から論じる。さらに、天の川、彗星、流星(なぜ幻影と呼ばれるか)、光輪や虹などの大気光象の分類と本性を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.2#2

ἔχει μὲν γὰρ καὶ ταῦτα τάξιν ὁλικωτέραν τινά, οἷον πότε γίνεται χειμὼν ἔαρ τε καὶ θέρος καὶ μετόπωρον, καὶ πόθεν ἄρχεται καὶ ποῖ τελευτᾷ τούτων ἕκαστον, καὶ ὡς ἐν μὲν χειμῶνι ὑετὸς γίνεται καὶ χάλαζα καὶ χιών, ἐν θέρει δὲ καύσων, καὶ ἐν τῷδε μὲν τῷ καιρῷ νότια πνεύματα, ἐν ἄλλῳ δὲ βόρεια, καὶ περὶ τῶν ἄλλων ὁμοίως· ἀλλ’ οὐκ ἀπαράβατος ἡ τούτων τάξις, ἀλλ’ ἀτακτότερον καὶ ταῦτα συμβαίνουσι. δυνατὸν γὰρ ἐν χειμῶνι μὲν καῦμα γίνεσθαι καὶ αὐχμόν, ἐν θέρει δὲ ψῦχος καὶ ὑετὸν καὶ τοὺς καιροὺς ἐναλλάσσειν τὰ πνεύματα. καλῶς δὲ προσέθηκε περὶ τὸν γειτνιῶντα τόπον τῇ φορᾷ τῶν ἄστρων, τουτέστι τὸν πλησιάζοντα τοῖς οὐρανοῖς μᾶλλον τῆς γῆς καὶ τοῦ ὕδατος· τὴν μεγίστην γὰρ ἐξ οὐρανοῦ διέστηκε τὰ βαρέα τῶν σωμάτων.1 καὶ τοῦτο δικαίως ἐπισημειοῦται· πολλοῖς γὰρ τῶν ἰδιωτικωτέρων ἐν οὐρανῷ δοκεῖ ταῦτα τὰ πάθη γίνεσθαι. ὅτι δὲ πλεῖστον διέστηκε ταῦτα τοῦ οὐρανοῦ καὶ μᾶλλον ἡμῖν ἢ ἐκείνῳ πλησιάζουσιν, ἡ τούτων δηλώσει κίνησις· ταχύτερα γὰρ δοκοῦσι τῶν οὐρανίων, ἡλίου λέγω καὶ σελήνης καὶ αὐτῆς τῆς ἀπλανοῦς, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησίν τε καὶ φαντασίαν. δύο γάρ τινων ἰσοταχῶς κινουμένων τὸ ἐγγυτέρω θᾶττον δοκεῖ τοῦ λοιποῦ κινεῖσθαι, διὰ τὸ καὶ θᾶττον τὰς ἡμετέρας ὄψεις παραλλάττειν, κἂν βραδύτερον δὲ τὸ ἐγγυτέρω κινῆται, τὸ αὐτὸ γίνεται. τίνα δέ ἐστι τὰ ἐν τῷ μετεώρῳ γινόμενα, ὡς ἐν ὑποδείγματι τούτων τινὰ τίθησι. περὶ τοῦ γάλακτός φησι, τουτέστι περὶ τοῦ γαλαξίου, ὅς ἐστι τῷ χρώματι λευκός, διὸ καὶ οὕτως ὠνόμασται, ὡς καὶ Ἄρατος αὐτὸν ὀνομάζει· “κεῖνο περιγληνὲς τροχαλόν· γάλα μιν καλέουσι”. τῶν τοιούτων εἰσὶ καὶ οἱ κομῆται. ἐκπυρουμένων δέ φησι καὶ κινουμένων φασμάτων τοὺς ἐν ταῖς νυξὶ φαινομένους διάττοντας. ἐκπύρωσις γὰρ ὕλης ὑπάρχουσί τινος· ταύτην δὲ τίς ἐστι, μαθησόμεθα. πῶς δὲ φάσματα εἶναί φησι τοὺς διάττοντας; καίτοι γε οὐσιώδη τὴν ὕπαρξιν ἔχουσι καὶ οὐ μέχρι δοκήσεώς εἰσι καὶ μόνης. μήποτε οὖν ἐπειδὴ δοκοῦσι τοῖς πολλοῖς ἀστέρες εἶναι, τὴν ἐκείνων ὑπόνοιαν ἐξηγούμενος φάσματα αὐτοὺς ὠνόμασεν. ἢ πρὸς τὸ κινουμένων φάσματα εἶναί φησιν·2 οὐ γὰρ κινοῦνταί τινες αὐτῶν κατὰ ἀλήθειαν, ὕλης δέ τινος ἄλλοτε ἄλλης κατὰ μέρος ἐκπυρουμένης συνεχῶς γίνονται καὶ φαντασίαν παρέχουσι κινήσεως. ἀέρος δὲ κοινὰ πάθη φησὶ καὶ ὕδατος, ὅσα μόνον ἔχει φαντασίαν χωρὶς ὑπάρξεως, οἷόν ἐστιν ἅλως, ἶρις, ῥάβδοι, παρήλια. πῶς δέ ἐστι κοινὰ ὕδατός τε καὶ ἀέρος, εἰσόμεθα· χωρὶς γὰρ διύγρων νεφῶν φαντασία τούτων οὐ γίνεται, ἅπερ κατά τι μὲν ἀέρος ἐστὶ διὰ τὴν ἀτμίδα, κατά τι δὲ ὕδατος, ὅταν παχέα ἤδη καὶ ἐγγὺς ὕδατος.

というのも、これら[気象現象]もまたある全体的な秩序を持ってはおり、例えばいつ冬、春、夏、秋が生じるのか、これらのおのおのがどこから始まりどこで終わるのか、そしていかに冬には雨や雹や雪が生じ、夏には猛暑が生じ、この時期には南風が、別の時期には北風が[吹く]のか、また他の事象についても同様である。しかしそれらの秩序は侵しがたいものではなく、これらもまたより不規則に生じるのである。なぜなら冬に熱気や旱魃が生じることや、夏に寒気や降雨が生じること、また時期を違えて風が入れ替わることも可能だからである。そして彼が「天体の運行に近接した場所のまわりで」と付け加えたのは適切であった。すなわち、地や水よりも天に近づいている場所のことである。なぜなら重い諸物体は天から最大の距離を隔たっているからである。そしてこのことを彼が指摘したのはもっともである。というのも、一般の多くの人々には、これらの受動的状態が天において生じるように思われるからである。そして、これらが天から最も隔たっており、天よりもむしろ我々に近づいているということは、それらの運動が明らかにするであろう。なぜなら我々の感覚と思象に対して、天上のものども、すなわち太陽、月、そして恒星天それ自体よりも速いように思われるからである。というのも、等速で運動する二つのもののうち、より近くにあるものが他方よりも速く運動するように思われるのは、我々の視線をより速く横切るからであり、たとえより近くにあるものがより遅く運動するとしても、同じことが生じるからである。上空で生じる事象がいかなるものであるかについては、彼は実例としてそれらのうちの幾つかを提示している。「天の川について」と彼は言うが、これは銀河のことであり、それは色において白く、まさにそのゆえにそのように名づけられたのであり、アラトスもまたそれを「あの一面に輝く車輪、人々はそれを乳と呼ぶ」と名づけている通りである。このようなものたちの中に彗星もある。そして「燃え上がって運動する幻影」と彼が言うのは、夜間に現れる流星のことである。なぜならそれらはある質料が燃え上がったものとして存在するからである。そしてこの[質料]がいかなるものであるかは、やがて学ぶことになるだろう。しかし、いかにして彼は流星を幻影であると言うのであろうか。それらは実体的な実在性を備えており、単なる見かけだけにとどまるものではないというのに。あるいは、それらが多くの人々には星であると思われるため、彼は彼らの臆断を解き明かして、それらを幻影と名づけたのだろうか。それとも、「運動する[幻影]」という点に関して幻影であると彼が言っているのだろうか。なぜならそれらのうちの幾つかは実際には運動しておらず、ある質料の異なる部分が次々に連続して燃え上がることによって生じ、運動の見かけを与えているからである。そして彼が「空気と水に共通する受動的状態」と言うのは、実在性なしに見かけだけを持つすべての事象のことであり、光輪、虹、光棒、幻日のようなものである。そしていかにして水と空気に共通であるかは、やがて知ることになろう。というのも、湿った雲なしにはこれらの見かけは生じず、雲はある点では蒸気ゆえに空気に属し、別の点では、すでに濃密になって水に近づくときには水に属するからである。

構文注2 件
  1. 1.2τὴν μεγίστην γὰρ ἐξ οὐρανοῦ διέστηκε τὰ βαρέα τῶν σωμάτων

    τὴν μεγίστην は省略された名詞 διάστασιν または ἀπόστασιν を補って解釈される「距離・間隔を表す副詞的対格(同族対格)」である。重い物体(土や水)が天球から最大限に隔たっていることを表す。

  2. 1.2μήποτε οὖν ... ἢ πρὸς τὸ κινουμένων φάσματα εἶναί φησιν

    疑問文における μήποτε は「〜ではないだろうか」という控えめな推測・解決案を提示する。ここでは流星が「幻影(φάσματα)」と呼ばれる理由について二つの可能性(人々が星だと誤解しているのを正すためか、あるいは見かけ上の運動を呈するにすぎないからか)を μήποτε ... ἢ で並置している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:5.28-6.23