← ヨハネス・ピロポノス

アリストテレス『気象論』第1巻注解

§34.33-36.7

宇宙の中心点と重いものの場所および空気の区分

地球が宇宙の中心に位置することの幾何学的・自然学的な証明を補足し、中心点自体は不可分で場所とは言えず、重いものの場所は中心点の周囲の三次元的延長であると論ずる。続いて空気を地表付近の湿熱な本来の空気と、上方の乾熱な「点火物」とに区分する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.27#2

εἰ γὰρ ἔξω τοῦ κέντρου τὴν θέσιν εἶχεν ἡ γῆ, οὐδὲν τῶν ἐκ τοῦ πέριξ εἰς αὐτὴν φερομένων βαρῶν ἴσας ἑκατέρωθεν ἐποίει γωνίας, ἀλλὰ τὴν μὲν αὐτῶν ἀμβλεῖαν, θατέραν δὲ πάντως ὀξεῖαν, ὅπερ οὐδαμοῦ φαίνεται γινόμενον. εἰ οὖν φυσικὴ τῶν βαρέων ἡ ἐπὶ τὸ κέντρον ῥοπή, πάντα δὲ τὰ κατ’ εὐθεῖαν κινούμενα τὸ πέρας κατειληφότα τὸ ἑαυτῶν ἵσταται λοιπὸν ἐν τούτῳ1 καὶ ἠρεμεῖ, ὡς ἄνω μὲν τὸ πῦρ, κάτω δὲ τὰ βαρέα, ὡς καὶ ἐπὶ τῶν κατὰ ποιότητα καὶ ποσότητα κινήσεων γίνεται (τὸ γὰρ κινηθὲν ἐπὶ λευκότητα ἢ θερμότητα καὶ τὰ αὐξόμενα πάντα τὸ τέλος κατειληφότα τῆς ἑαυτῶν κινήσεως ἵσταται λοιπὸν ἐκεῖ, ὡς τὸ τὶ γενόμενον, φέρε λευκόν, ἐν τῇ λευκότητι καὶ τὸ θερμὸν ἐν τῇ θερμότητι, καὶ τὸ κατειληφὸς τὸ τέλειον μέγεθος οὐκέτι αὔξεται), εἰκότως ἄρα καὶ τὰ κινούμενα κατὰ τόπον κατειληφότα τὸ τέλος ἐφ’ ὃ φυσικῶς ἔσπευδεν, ἵσταται κατὰ φύσιν ἐν τούτῳ. οὐκοῦν καὶ ἡ γῆ περὶ τὸ κέντρον ἱδρυμένη τοῦ παντὸς οὐ δεῖται βίας, ἵνα μένῃ μετέωρος ἐν αὐτῷ· τοὐναντίον δὲ μᾶλλον, ἵνα ἐκστῇ τούτου καὶ ὁτιοῦν αὐτῆς μέρος, βίας δεήσεται. καὶ τὰ ἐπικείμενα δὲ τῇ γῇ βάρη εἰ χώραν εὕροιεν καὶ τὸ ἀνέχον ἀφαιρεθείη, φέροιντο ἂν εὐθὺ ἐπ’ αὐτὸ τὸ κέντρον, καὶ ἐκεῖ γενόμενα στήσονται. τούτων εἰρημένων τὴν λέξιν σκοπήσωμεν. εἰπὼν γὰρ ἐπὶ τοῦ μέσου ἀναγκαίως καὶ περὶ τὸ μέσον προσέθηκεν, ἵνα μή τις τὸν κάτω τόπον, ὅπου τὰ βαρέα κινεῖται, μέσον εἰρῆσθαι νομίσειε· τὸ γὰρ ἀκριβῶς μέσον, τὸ κέντρον φημί, τόπος οὐκ ἔστιν· ἀμερὲς γάρ ἐστι καὶ ἀδιάστατον, ὁ δὲ τόπος τῶν σωμάτων διάστημά ἐστι. τόπος οὖν ἐστι τῶν βαρέων ὁ περὶ τὸ κέντρον· τοῦτο γάρ ἐστι τὸ μέσον. τούτου οὖν ἀληθοῦς ὄντος οὐκ ἄρα ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος σώματος, καθὸ περιέχει τὸ περιεχόμενον·2 οὔτε γὰρ τὸ σῶμά ἐστι τὸ περιέχον κέντρον ὁ τῶν βαρέων τόπος οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ τριχῇ διεστὸς ἀσώματον. περὶ δὲ τούτου ἐν τοῖς εἰς τὸ τέταρτον τῆς Φυσικῆς ἀκροάσεως σχολικοῖς ἡμῶν συγγράμμασιν αὐτάρκως εἴρηται· νῦν δὲ μόνον ἐπεσημειωσάμην τὸ εἰρημένον Ἀριστοτέλει, τῆς φύσεως αὐτὸν τῶν πραγμάτων εἰς τοῦτο περιαγούσης. δυνατὸν δὲ ἐν μὲν τῷ μέσῳ τὴν γῆν ἀκούειν, περὶ δὲ τὸ μέσον τὸ ὕδωρ. ἐπειδὴ δὲ εἶπε μὴ εἶναι τὸ σῶμα τὸ μετὰ τὸν ἀέρα πῦρ, τί οὖν τοῦτο τὴν φύσιν ἐστί, διδάσκων ἐπήγαγεν3 ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου καὶ καλουμένου ὑφ’ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν καὶ ἀναθυμίασιν ἔχειν γῆς, τὸ δ’ ὑπὲρ τοῦτο θερμὸν ἤδη καὶ ξηρόν. ἐπειδήπερ οἱ πολλοὶ τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς σελήνης ἀέρα καλοῦσι, τῆς αἰσθήσεως μόνης λόγου χωρὶς τὰ τούτου μέρη διακρίνειν οὐ δυναμένης, διὰ τοῦτο εἶπε τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος. τούτου γάρ, φησί, τὸ μὲν περὶ τὴν γῆν ὑγρόν ἐστι καὶ θερμόν, ὅπερ ἐστὶν ὁ κυρίως ἀήρ. ὑγρὸν μὲν οὖν ἐστιν ὡς ἀτμίζον· ὁρῶνται γὰρ οἱ ἀτμοὶ φερόμενοι ἐξ αὐτοῦ, ἡ δὲ ἀτμὶς ἀπὸ τῶν ὑγρῶν φέρεται σωμάτων, ὡς δηλοῖ τὸ ὑποκαιόμενον ἐν λέβησιν ὕδωρ· θερμὸν δὲ πρὸς τούτῳ, φησίν, ἐστί, διότι καὶ ἀναθυμίασιν ἔχει τινά· μέμικται γὰρ ἐν αὐτῷ ἀμφότερα. τί δὲ διαφέρουσιν ἀλλήλων ἡ ἀναθυμίασις καὶ ἡ ἀτμίς, λέξει. τὸ δὲ ὑπὲρ τοῦτο τὸ μέρος τοῦ καλουμένου ἀέρος θερμόν ἐστι καὶ ξηρόν. ὅσῳ γὰρ τῶν ψυχρῶν καὶ ὑγρῶν σωμάτων ὑπερανέστηκε, τοσοῦτον ἐπιτείνει τὸ θερμόν (καὶ γὰρ ὁ ἀὴρ θερμὸς ἦν μετὰ τὸ ψυχρὸν τεταγμένος), τὸ δὲ ὑγρὸν ἀποτίθεται πᾶν καὶ λοιπὸν γίνεται ξηρόν· ἡ γὰρ θατέρου τῶν ἐναντίων στέρησις γένεσίς ἐστι τοῦ λοιποῦ. τῆς γὰρ ἐνούσης ἀναθυμιάσεως τῷ ἀέρι τῇ ἐπὶ τὸ ἄνω προόδῳ ἀπὸ τῆς ἀτμίδος χωριζομένης, ἥτις ἐστὶν ὑγρόν, τὸ λειπόμενον ξηρόν ἐστι καὶ θερμὸν μετ’ ἀνάγκης, ὅπερ καλεῖ μὲν ἡ συνήθεια πῦρ οὐ κυρίως, ὁ δὲ Ἀριστοτέλης ὑπέκκαυμα τοῦτο προσηκόντως ὠνόμασεν, ὡς ἕτοιμον εἰς ἔξαψιν ἤδη καὶ ἐκφλόγωσιν ἐπιτεινομένων τοῦ ξηροῦ τε καὶ τοῦ θερμοῦ.

なぜなら、もし地球が中心点の外側にその位置を持っていたならば、周辺部から地球へと向かう重い物のうち何ものも両側に等しい角をなさず、それらの角のうち一方は鈍角、他方は必ず鋭角となったであろうが、そのようなことはどこにも生じているようには見えないからである。それゆえ、もし重いものの中心点への沈下傾向が自然本性的なものであり、直線的に運動するすべてのものが自らの終点に到達したならば、以後はその終点において留まり静止するのだとすれば(あたかも上方に火が、下方に重いものがあるように、また質や量に関する運動においても生じるように。というのも、白さや熱さへと動かされたものや、増大するものはすべて、自らの運動の終点に到達したならば、以後はそこに留まるからである。たとえばあるもの、仮に白いものとなったものは白さの中に、熱いものは熱さの中に留まり、完全な大きさに到達したものはもはや増大しない)、したがって当然のことながら、場所に関して運動するものも、自らが自然本性的に目指していた終点に到達したならば、自然本性に従ってその終点において留まるのである。それゆえ、宇宙の中心点のまわりに据えられている地球も、その中心点において宙に浮いたまま留まるために強制を必要としない。むしろ逆に、地球のいかなる部分であれその中心点から離脱するためには強制を必要とするであろう。そして地球の上に載っている重い物も、もし余地を見出し支えるものが取り去られたならば、直ちに中心点そのものへと向かい、そこに到達したなら静止するであろう。 これらのことが述べられたので、語句を考察することにしよう。というのも、「中心において」と言った後、彼は必然的に「そして中心のまわりに」と言い添えたからである。それは誰かが、重いものが運動する下方という場所が中心と言われたのだと考えないためである。というのも、厳密な中心、すなわち中心点は場所ではないからである。なぜならそれは部分を持たず延長を欠いているが、物体の場所とは延長だからである。したがって、重いものの場所とは中心点のまわりの領域である。というのも、これが中心だからである。それゆえ、このことが真であるとすれば、場所とは、包摂する物体が包摂されるものを包摂する限りにおけるその限界ではない。なぜなら、中心点を取り囲む物体が重いものの場所なのでも、物体の表面が場所なのでもなく、三次元に広がった非物体的な延長こそが場所だからである。このことについては、『自然学』講義第4巻に対するわれわれの講義録において十分に語られている。しかしいまは、事物の自然本性がアリストテレスをこの結論へと導いたために彼によって語られたことを書き留めるにとどめた。他方、「中心において」を地と解し、「中心のまわりに」を水と解することも可能である。 他方で、空気の次にある物体は火ではないと語った後、これが自然本性において何であるかを教えつつ、彼は「しかし、われわれによって言われ呼ばれている空気のうち、地球のまわりの部分は蒸気を上げ地の呼気を持つゆえに湿かつ熱のようなものであり、これより上方の部分はすでに熱かつ乾であると理解しなければならない」と続けた。多くの人々は地球から月までの物体を空気と呼んでいるが、それは言論を伴わない感覚だけではその諸部分を識別できないからであり、このゆえに彼は「われわれによって呼ばれている空気」と言ったのである。というのも、この[空気]のうち地球のまわりの部分は湿かつ熱であり、これこそが厳密な意味での空気だからである、と彼は言う。それゆえ、それは蒸気を上げるものとして湿である。なぜなら蒸気がそこから立ち上るのが見られるからであり、蒸気は湿った物体から生じるからである(鍋の中で下から熱せられた水が示す通りである)。さらにこれに加えて、この部分は幾らかの呼気をも持つゆえに熱でもある、と彼は言う。なぜならその中には双方が混じり合っているからである。呼気と蒸気が互いにどのように異なるかについては、彼は後に語るであろう。そして、いわゆる空気のこの部分より上方の部分は熱かつ乾である。なぜなら、それが冷たく湿った物体の上方に位置すればするほど、それだけ熱を強め(空気も冷たいものの次に配置されて熱かったのだから)、湿ったものをすべて脱ぎ捨てて以後は乾いたものとなるからである。対立する一方のものの欠如は、他方のものの生成だからである。というのも、空気に含まれる呼気は上方への前進によって蒸気(これは湿ったものである)から分離されるため、残されたものは必然的に乾かつ熱となるからである。このものを慣習は厳密ではない仕方で火と呼んでいるが、アリストテレスはこれを「点火物」と相応しく名づけた。乾いたものと熱いものが強まるにつれて、すでに引火と発火への準備ができているからである。

構文注3 件
  1. 1.27εἰ οὖν φυσικὴ τῶν βαρέων ἡ ἐπὶ τὸ κέντρον ῥοπή... εἰκότως ἄρα καὶ τὰ κινούμενα κατὰ τόπον κατειληφότα τὸ τέλος ἐφ’ ὃ φυσικῶς ἔσπευδεν, ἵσταται κατὰ φύσιν ἐν τούτῳ.

    長大な条件文の構造。条件節は εἰ οὖν φυσικὴ... から始まり、直後に πάντα δὲ τὰ κατ’ εὐθεῖαν κινούμενα... ἠρεμεῖ という一般的命題、さらに括弧内の質・量についての類似例(ὡς καὶ ἐπὶ τῶν κατὰ ποιότητα...)を挟んで、帰結節 εἰκότως ἄρα καὶ τὰ κινούμενα... ἵσταται... へと至る。中途の πάντα δὲ... は条件節内の付加的な前提(「〜であり、また〜であるならば」)として機能している。

  2. 1.27οὐκ ἄρα ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος σώματος, καθὸ περιέχει τὸ περιεχόμενον

    アリストテレスの場所の定義(包摂する物体の限界)を否定する主節。続く οὔτε γὰρ τὸ σῶμά ἐστι τὸ περιέχον κέντρον ὁ τῶν βαρέων τόπος οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ... において、主語は ὁ τῶν βαρέων τόπος であり、述語として οὔτε τὸ σῶμα... οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ... が並置されている。

  3. 1.27ἐπειδὴ δὲ εἶπε μὴ εἶναι τὸ σῶμα τὸ μετὰ τὸν ἀέρα πῦρ, τί οὖν τοῦτο τὴν φύσιν ἐστί, διδάσκων ἐπήγαγεν

    主節の主動詞は ἐπήγαγεν(「付け加えた、続けた」)。ἐπειδὴ...πῦρ は理由・時間節、τί οὖν τοῦτο τὴν φύσιν ἐστί は分詞 διδάσκων(「教えつつ」)の目的語となる間接疑問節である。直後にアリストテレス本文(ἀλλὰ δεῖ νοῆσαι...)の引用が直接導かれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:34.33-36.7