← ヨハネス・ピロポノス

アリストテレス『気象論』第1巻注解

§25.3-26.14

エンペドクレス説の反駁と体積と能力の非比例性

アリストテレスが元素転化を認めない立場(エンペドクレス)に対しても論駁が妥当することを示したのを受け、ピロポノスは容積の増大と能力の増大が比例しない反例を挙げて議論を補足し、さらに中間空間を満たす物体の配置と天体の熱に関する次の問題への移行を整理する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.19

" Διαφέρει δ’ οὐδὲν οὐδ’ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι·1 καὶ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κἂν εἰ γενόμενα ἐξ ἀλλήλων ὑπῆρχε." Πρὸς Ἐμπεδοκλέα νένευκεν αὐτῷ τὰ λεγόμενα· ἐκεῖνος γὰρ ἀμετάβλητα μὲν εἰς ἄλληλα τὰ στοιχεῖα μένειν ἔλεγεν, ὡς ἐν τῷ δευτέρῳ τοῦ Περὶ γενέσεως ἐλέγχων αὐτοῦ τὴν δόξαν ὁ φιλόσοφος ἔγραψεν, ἴσα μέντοι εἶναι κατὰ τὰς δυνάμεις ἀλλήλοις ἅπαντα. ἐπεὶ οὖν αὐτὸς ἐκ τῆς εἰς ἄλληλα τούτων μεταβολῆς τὴν προκειμένην ὑπόθεσιν ἤλεγξεν, Ἐμπεδοκλῆς δὲ οὐ μεταβάλλειν εἰς ἄλληλα ταῦτα βούλεται, οὐδὲν διαφέρειν τοῦτό φησι πρὸς τὸν ἔλεγχον τῶν ὑποθέσεων, ἐν ὅσῳ τὰ τῆς δυνάμεως αὐτῶν ἴσα φησὶν εἶναι, δηλονότι καὶ τῶν ὄγκων αὐτῶν ἀναλογίαν ἐχόντων πρὸς ἀλλήλους. εἰ οὖν κατὰ τὴν ὑπόθεσιν ἑνὸς ἢ δύο στοιχείων τὸ μετὰ τὴν γῆν εἴη μέχρι τῆς ἀπλανοῦς, οὐχ ἕξει συμμετρίαν πρὸς τὴν γῆν ὁ τοῦ ἑνὸς ἢ τῶν δύο στοιχείων ὄγκος, ὡς τῶν δυνάμεων τοῖς ὄγκοις δηλονότι συναυξομένων. ὅπερ οὐκ ἔστιν ἀληθές·2 οὐ γὰρ εἰ κέραμον ὕδατος ἐκ τῆς Μαιώτιδος λίμνης ἀρύσαις, ἀνάγκη τοῦ ἀρυσθέντος ὕδατος τοσοῦτον ταῖς δυνάμεσιν ὑπερέχειν, τῇ ὑγρᾷ λέγω καὶ τῇ ψυχρᾷ, τὸ τῆς λίμνης ἅπαν ὕδωρ, ὅσον καὶ τῷ ὄγκῳ τοῦ μεγέθους ὑπερβέβηκεν· οὐδὲ εἰ δαλὸν ἕνα πυρκαϊᾶς ἀφέλῃς μεγίστης, δεῖ τοσοῦτον αὐτοῦ θερμοτέραν εἶναι τὴν ὅλην πυρκαϊάν, ὅσον ἐστὶ τῷ μεγέθει μεῖζον τοῦ ἀφαιρεθέντος. ὁμοίως καὶ ἐπὶ ὄξους φέρε καὶ οἴνου λευκοῦ τε σώματος ἢ μέλανος καὶ τῶν παραπλησίων ἁπάντων· ἐν οὐδενὶ γὰρ τούτων τοῦ ἀφαιρεθέντος ἐξ αὐτῶν μορίου ἀνάγκη μεῖζον εἶναι τὸ ὅλον ταῖς δυνάμεσι τοσοῦτον, ὅσον καὶ τῷ ὄγκῳ μεῖζόν ἐστι τὸ ὅλον τοῦ μέρους.

「だが、これら[諸元素]が相互から生じるのではなく、それにもかかわらず能力において等しいと誰かが主張するとしても、何の違いもない。なぜなら、この仕方においても、それらの大きさに能力の等しさが属していることが、あたかも相互から生じるものとして存立していた場合と同様に必然だからである。」 彼[アリストテレス]が語っていることはエンペドクレスに向けられている。なぜなら彼[エンペドクレス]は、哲学者が『生成消滅論』第2巻で彼の意見を論駁しつつ書いたように、諸元素は相互へと変容することなく留まるが、能力においてはすべて互いに等しいと述べていたからである。それゆえ、彼[アリストテレス]自身はこれら[諸元素]の相互への変容から提出された仮説を論駁したが、エンペドクレスはこれらが相互へと変容することを望まない[認めない]ので、それらの能力が等しいと彼[エンペドクレス]が述べる限りにおいて、明らかにそれらの容積も相互に対して比率を持つ以上、諸仮説の論駁にとってこのことは何の違いももたらさない、と彼[アリストテレス]は言うのである。したがって、もしその仮説に従って地球の後の[空間]が恒星天まで一つの元素あるいは二つの元素のものであるとすれば、能力が容積とともに当然増大するものとされる以上、その一つあるいは二つの元素の容積は地球に対する均整を持たないことになるであろう。だがまさにこのこと[能力が容積とともに増大すること]は真ではない。なぜなら、マイオティス湖から水の一甕を汲み取ったとしても、湖の全水が汲み取られた水に対して、大きさの容積において超過しているのと同じだけ、諸能力において、すなわち湿と冷において超過することが必然であるわけではないからである。また、極めて大きな焚火から一本の燃えさしを取り去ったとしても、取り去られたものより大きさにおいて大きい分だけ、焚火全体がそれ[燃えさし]よりもその分だけ熱くなければならないわけでもない。同様に、例えば酢と葡萄酒、白い物体や黒い物体、およびそれらと同種のものすべてにおいてもそうである。なぜなら、これら[の物体]のいずれにおいても、全体が部分より容積において大きい分だけ、全体がそこから取り去られた部分より諸能力においてその分だけ大きくなければならないわけではないからである。

§1.20

"Ὅτι μὲν οὖν οὔτε ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὺ τόπον, φανερόν ἐστι· λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν, πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν, λέγω δ’ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίν’ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίνεται τοῖς περὶ τὴν γῆν τόποις. περὶ ἀέρος οὖν εἰπόντες πρότερον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν." Δύο τινὰ προθεὶς ἐν τοῖς ἔμπροσθεν εἰς ἐξέτασιν, πρῶτον μὲν ἐκ ποίων καὶ ἐκ πόσων σωμάτων ὁ τόπος ὁ μεταξὺ τῆς γῆς καὶ τῆς κυρτῆς ἐπιφανείας τῆς ἀπλανοῦς συμπεπλήρωται, πότερον ἐκ μόνου πυρὸς ἢ ἀέρος μόνου ἢ ἐξ ἀμφοῖν ἢ μετὰ τούτων καὶ ἐκ τρίτου τινὸς ἑτέρου, δεύτερον δὲ ποίαν ἔχουσι τάξιν πρὸς ἄλληλα τὰ μεταξὺ σώματα (τὴν γὰρ τῆς γῆς καὶ τοῦ ὕδατος οὐσίαν καὶ τὸν ἐξ ἀμφοῖν ἕνα συντελούμενον ὄγκον ἐξ αὐτῆς ὁμολογούμενον ἔχομεν τῆς αἰσθήσεως), καὶ ὅτι οὔτε ἐκ μόνου πυρὸς οὔτε ἐκ μόνου ἀέρος οὔτε ἐκ τῶν δύο μόνων, ἀλλ’ ἐκ τούτων τῶν δύο καὶ τρίτου μετὰ ταῦτα, καὶ περὶ τοῦ πέμπτου σώματος συμπεριλαβὼν τοῖς ἐλέγχοις, καὶ ὡς οὐχὶ τὰ μὲν ἄστρα ἐκ μόνου πυρός, αὐτὰ δὲ τὰ χύματα τῶν σφαιρῶν ἐξ ἀέρος, ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν.3 ἐπειδὴ γὰρ ἔδειξεν ὅτι τὸ οὐράνιον ἅπαν οὔτε πῦρ ἐστιν οὔτε ἀήρ, εἰκότως ζητεῖ, πῶς ἔχουσι πρὸς τοῦτο τάξεως τὰ λοιπὰ δύο πῦρ καὶ ἀήρ, καὶ εἰ μὴ πύριά ἐστι τὰ οὐράνια σώματα, πόθεν ἡ ἐξ αὐτῶν εἰς τὰ τῇδε γενομένη θερμασία. πρῶτον δὲ τὸν περὶ τοῦ δευτέρου ποιεῖται λόγον ἐντεῦθεν ἀρχόμενος.

「したがって、空気も火も単独では中間の場所を満たしていないことは明らかである。そこで、アポリアを検討した上で、これら二つ、すなわち空気と火が第一の物体の配置に対してどのように配置されているか、またいかなる原因によって上方の天体からの熱が地球周辺の諸場所にもたらされるかを述べるということが残されている。それゆえ、我々が設定した通り、まず空気について述べ、次いでこれらについても再びこのように述べることにしよう。」 以前に二つの事柄、第一に地球と恒星天の凸面との間の場所はいかなる物体から、また幾つの物体から満たされているか、すなわち火のみからか、空気のみからか、あるいは両方からか、あるいはこれらとともに何か他の第三のものからも満たされているのか、第二に中間の諸物体は相互に対していかなる秩序を持っているのか(地球と水の本体、および両方から構成される一つの容積については、感覚そのものから合意されたものとして我々は知っているからである)を吟味のために提起し、火のみからも空気のみからも、またその二つのみからも[中間の場所は満たされているの]ではなく、これら二つとこれらに次ぐ第三のものから満たされていること、また第五の物体についても論駁の中に含め、さらに天体は火のみからなり天球の層自体は空気からなるのではないということを示した上で、今や彼[アリストテレス]は第二の問題へと移行する。なぜなら、天界の全体が火でも空気でもないことを彼が示した以上、残りの二つである火と空気がこれに対してどのような秩序のあり方をしているのか、またもし天体が火的なものでないならば、それらからこの地上の諸場所へ生じる熱気はどこから来るのかを彼が問うのはもっともだからである。そして彼はここから始めて、まず第二の事柄に関する論述を行うのである。

構文注3 件
  1. 1.19Διαφέρει δ’ οὐδὲν οὐδ’ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι

    οὐδὲν διαφέρει(何の違いもない)に導かれる条件節(οὐδʼ εἴ τις φήσει)の中に、対比的な二つの不定詞節 μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων(これらが相互から生じるのではない)と ἴσα μέντοι τὴν δύναμιν εἶναι(それにもかかわらず能力において等しい)が μὲν... μέντοι で結ばれて従属している。対格 τὴν δύναμιν は観点の対格(限定の対格)であり、主語 ταῦτα に述語として形容詞 ἴσα が呼応している。

  2. 1.19ὅπερ οὐκ ἔστιν ἀληθές

    関係代名詞 ὅπερ の先行詞は、直前の前提である ὡς τῶν δυνάμεων τοῖς ὄγκοις δηλονότι συναυξομένων(能力が容積とともに増大するということ)全体を指す。ピロポノスはここから、容積の増大が能力(熱・冷・湿など)の強度の比例的増大を必ずしも意味しないという反論(湖の水や焚火の例)を展開している。

  3. 1.20Δύο τινὰ προθεὶς ἐν τοῖς ἔμπροσθεν εἰς ἐξέτασιν... ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν

    文全体の骨格は、冒頭の分詞節 Δύο τινὰ προθεὶς...(二つの事柄をあらかじめ提起した上で)と、中盤の分詞節 καὶ ὅτι οὔτε... ἀλλʼ... καὶ περὶ τοῦ πέμπτου σώματος συμπεριλαβών...(…を示し、また第五の物体についても含めた上で)が主語(アリストテレス)を修飾し、主動詞 ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν(今や第二の問題へと移行する)へと着地する長大な離隔構造(hyperbaton)である。二つの分詞句の間に、二つの問題の内実(πρῶτον μέν... δεύτερον δέ...)および感覚に基づく付加的注記(τὴν γὰρ... αἰσθήσεως)が挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:25.3-26.14