← ヨハネス・ピロポノス

アリストテレス『気象論』第1巻注解

§126.16-128.2

反包囲の作用機序と豪雨および雹の生成

ピロポノスは熱と冷の「反包囲」が基体間での性質の移動ではなく、環境の凝縮や弛緩によって内部の熱や冷が集積・発散される現象であることを学術的に論じ、これが上空の雲に適用されて激しい雨や霰を生じる機序を解明した上で、アナクサゴラスの雹生成説との差異を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.108#2

ἄξιον δὲ καὶ τεχνικώτερον ταύτην θεωρῆσαι τὴν ἀντιπερίστασιν, καὶ τί τὸ γινόμενον συνἰδεῖν καὶ ὅπως γίνεται. οὐ δεῖ νομίζειν ὡς τὸ ἐν τῷ βάθει θερμὸν αὐτό, λέγω τὸ τῷ ὑπὸ γῆν ἱδρυμένον σώματι, ἐν θέρει τὸ ἴδιον ὑποκείμενον ἐᾶσαν1 ἔξω γίνεται καὶ θερμαίνει τὸ περιέχον, τὸ δὲ ἔξω πάλιν ψυχρὸν εἴσω χωρεῖ καὶ ψύχει τὰ ἐν τῷ βάθει σώματα, καὶ ἐν χειμῶνι τοὔμπαλιν τὸ μὲν ἔξωθεν θερμὸν ἐν τῷ βάθει μέτεισι, τὸ δὲ ἐν βάθει ψυχρὸν ἔξεισι καὶ ψύχει τὸν ἐκτὸς ἀέρα. τοῦτο γὰρ τῶν ἀδυνάτων ἐστὶ τὰς ἀχωρίστους τῶν σωμάτων ποιότητας ἐξ ἑτέρων εἰς ἕτερα μεταβαίνειν ὑποκείμενα· χωριστὴν γὰρ αὐτῶν τὴν οὐσίαν ἔχουσιν.2 ἐν τοῖς ἰδίοις γὰρ ὑποκειμένοις ὑφιστάμενα ἀνεπιτηδείου τούτου γινομένου φθείρεται. τὸ γινόμενον τοίνυν ἐστὶ τοιοῦτον· ἐν χειμῶνι πεπυκνωμένου τοῦ τε ἔξωθεν ἀέρος καὶ τῆς ἐπιφανείας τῆς γῆς, τὸ γενόμενον ἐν τῷ βάθει θερμὸν διὰ τὴν συνεχῆ πρὸς ἄλληλα τῶν στοιχείων ἀντιμεταβολὴν μὴ διαφορούμενον διὰ τὴν τῶν περιεχόντων πύκνωσιν ἀθροίζεται μᾶλλον ἔνδον καὶ πλεῖον γινόμενον θερμαίνει τὸν ὑπὸ γῆν ἀέρα καὶ τὸ ὕδωρ· ἐν δὲ τῷ θέρει τοὐναντίον ἠραιωμένων τῶν πόρων τῆς γῆς διὰ τὴν ἐξ ἡλίου θερμότητα, τὸ ἐν τῷ βάθει γινόμενον διαφορεῖται θερμὸν φύσει τὴν ἄνω διῶκον φοράν, τούτου δὲ γινομένου τὸ ὑπολειφθὲν ἐξ ἀνάγκης ψύχεται. τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐν τοῖς ἡμετέροις γίνεται σώμασιν· ἐν χειμῶνι γὰρ τὸ ἔμφυτον θερμὸν ἔνδον ἀποκλειόμενον διὰ τὴν ἔξωθεν γινομένην ἐκ τοῦ ψύχους τοῖς σώμασι πύκνωσιν καὶ πλεῖον ἀεὶ διὰ τοῦτο γινόμενον θερμαίνει τὸ βάθος, καὶ τὰς ἐνεργείας οὕτω τὸ θερμὸν ἀμέμπτως ἀποδίδωσι τὰς ἑαυτοῦ· ἐν δὲ τῷ θέρει διὰ τὴν μάνωσιν τῶν σωμάτων διαφόρητον γίνεται, διὸ τὸ βάθος τῇ ἐνδείᾳ τῇ τούτου ψύχεται ἢ ἀκριβέστερον εἰπεῖν ἧττον γίνεται θερμόν. ταῦτα μὲν οὖν περὶ τοῦ βάθους· ἐν δὲ τοῖς ἔξωθεν τοῦ βάθους τῆς γῆς σώμασι τὸ γινόμενόν ἐστι δῆλον ἅπασιν. ἐν θέρει μὲν γὰρ πλησιάζων ὁ ἥλιος θερμαίνει τὰ περιέχοντα, ἐν χειμῶνι δὲ πλεῖστον αὐτῶν διεστηκὼς οὐδὲ τῆς ἰδίας μεταδίδωσιν αὐτάρκως θερμότητος, καὶ τὰ ψυχρὰ σώματα γῆ τε καὶ ὕδωρ ἐκ τῶν ἀτμῶν τῶν ἐξ αὐτῶν τὸν ἀέρα καταψύχει· καὶ ψυχθεὶς λίαν ὡς λεπτομερὴς ἀντιψύχει τὰ ψύξαντα, καὶ ταῦτα πάλιν τὸν ἀέρα, καὶ οὕτως ἀλλήλων ἀντεπιτείνουσι τὴν ψῦξιν καθ’ ὃν τρόπον ἐν τοῖς ἤδη φθάσασιν ἀπεδείξαμεν. τοιαύτην εἶναι τὴν λεγομένην ἀντιπερίστασιν τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ δεῖ νομίζειν, διότι τῶν ἔξω θερμαινομένων τὰ ἔνδοθεν ψύχεται καὶ τοὔμπαλιν ψυχομένων τῶν ἔξω τὰ ἐν τῷ βάθει θερμαίνεται. ταύτην οὖν, φησί, τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ ψυχροῦ νομιστέον καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ἐν ᾧ τὰ νέφη συνίσταται, τῆς χώρας ἀλεεινοτέρας οὔσης ἢ τοῦ καιροῦ· τῇ γὰρ ἀλέᾳ τοῦ περιέχοντος ἡ ἐν τῷ νέφει ψῦξις ἀντιπερισταμένη πρὸς τὸ βάθος αὐτοῦ χωρεῖ, καὶ οὕτως ἔνδον ἀθροωτέρα γινομένη τὴν ἐντὸς ἀτμίδα τοῦ νέφους εἰς ὕδωρ ἀθροώτερον μεταβάλλει. διὸ καὶ ἐν ταῖς τοιαύταις ὥραις ἢ χώραις ὄμβροι γινόμενοι θᾶττον γίνονται διὰ τὴν ἀθρόαν τοῦ νέφους πύκνωσιν, καὶ αἱ ψεκάδες μείζους διὰ τὸ πολλὴν ὁμοῦ μεταβάλλειν ἀτμίδα, καὶ ῥᾳδία τούτων ἡ κίνησις, ἐπεὶ καὶ ἡ ῥοπὴ μείζων διὰ τὸ μέγεθος. οὕτω τοίνυν γινομένου τοῦ ὕδατος καὶ τῇ ἐμφύτῳ ῥοπῇ φερομένου κάτω, ἡ τὴν ἀτμίδα μεταβάλλουσα ψῦξις εἰς ὕδωρ ἔτι αὐτῷ πολλὴ ἐνυπάρχουσα ταχύτερον αὐτὸ πήγνυσι τῆς ἐπὶ τὸ κάτω φερούσης ῥοπῆς· καταφερόμενον οὖν ἅμα τὸ ὕδωρ πήγνυται καὶ ποιεῖ χάλαζαν. καὶ τοῦτό ἐστιν ὅ φησιν ὁτὲ μὲν ταχὺ ὕδωρ ποιεῖ, ὁτὲ δὲ χάλαζαν· ἔνδον μὲν τοῦ νέφους ὕδωρ ποιεῖ πυκνοῦσα τὴν ἀτμίδα ταχέως, ἔξω δὲ καταφερόμενον ἢ καὶ ἔνδον ἔτι τὸ ὕδωρ ὂν καὶ πηγνύμενον χάλαζαν.

この反包囲をより専門的・学術的に考察し、何が生じ、どのように生じるのかを十全に理解することは価値がある。地下の深部にある熱そのもの、すなわち地下に存する物体にある熱が、夏には自身の基体を離れて外部へと出て周囲を温め、外部の冷が再び内側へと進んで深部の物体を冷却し、冬には逆に外部からの熱が深部へと移動し、深部の冷が外へ出て外の空気を冷却する、と考えるべきではない。なぜなら、物体から分離不可能な性質が一方の基体から他方の基体へと移行することは不可能な事柄に属するからである。[さもなければ]それらの性質が基体から分離した実体を持つことになってしまうからである。性質は自身の基体において存立するものであり、基体が不適当なものとなれば消滅するのである。それゆえ、生じている事柄は次のようなものである。冬には、外部の空気と地の表面とがともに凝縮されるため、諸元素の互いへの連続的な相互変化によって深部で生じる熱は、包囲する周囲の凝縮のために発散されず、むしろ内部へと集まり、より多く生じることによって地下の空気と水とを温めるのである。しかし夏には逆に、太陽からの熱によって地の孔隙が疎らになるため、深部で生じる熱は、自然の本性として上へ向かう運動を追究して発散され、このことが生じると、残されたものは必然的に冷却されるのである。これと同じことがわれわれの身体においても生じる。冬には生来の熱が、寒冷から身体に外的に生じる凝縮のために内部に閉じ込められ、このことによって常に増大して深部を温め、このようにして熱は自身の諸働きを申し分なく果たすのである。しかし夏には、身体が疎らになることによって[熱が]発散されやすくなり、それゆえ深部は熱の欠乏によって冷却されるか、あるいはより正確に言えば、より少なく温かくなるのである。深部に関しては以上の通りである。他方、地の深部の外側にある物体において生じることは、万人に明瞭である。夏には太陽が近づいて周囲を温めるが、冬にはそれらから最も遠く隔たるため、自身の熱を十分に分かち与えることもなく、冷たい物体である地と水が、自身から出る蒸気によって空気を冷却する。そして空気は極めて冷やされると、微細な部分からなるものとして、自身を冷やしたものを反冷却し、それらが再び空気を冷却し、このようにして以前にすでに論証した仕方で、互いに冷却を高め合うのである。冷と熱のいわゆる反包囲とは、外部のものが温められると内部のものが冷却され、逆に外部のものが冷却されると深部のものが温められるということであると考えるべきである。それゆえ彼は、熱と冷のこの反包囲は、雲が形成される上の場所においても、地域または季節がより温暖である時に生じると考えるべきである、と言うのである。なぜなら、周囲の暖かさによって雲の中の冷は反包囲されてその深部へと向かい、このようにして内部でより密に集まることによって、雲の内部の蒸気をより密に集まった水へと変化させるからである。それゆえ、そのような季節や地域において生じる激しい雨は、雲の急速な凝縮のために、より速く生じ、また同時に多くの蒸気を変化させるために雨滴もより大きく、大きさのために傾き(重み)もより大きいので、それらの運動は容易である。したがって、このようにして水が生じ、生来の傾きによって下へと運ばれる際、蒸気を水へと変化させる冷は依然として水の中に多く内在しており、下へと向かう傾きの速度よりも速く水を凝固させる。それゆえ、水は下降すると同時に凝固し、霰を作るのである。そして彼が「ある時は急速に水を作り、ある時は霰を作る」と言っているのはこのことである。すなわち、雲の内部では蒸気を急速に凝縮させて水を作り、外部へと下降する際、あるいはまだ内部に水としてある時にも、凝固して霰を作るのである。

§1.109

"Τοῦτο δὲ γίνεται αὐτὸ τοὐναντίον ἢ ὡς ὁ Ἀναξαγόρας λέγει· ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπανέλθῃ, φησί, τοῦτο πάσχει, ἡμεῖς δὲ ὅταν εἰς τὸν θερμὸν κατέλθῃ, καὶ μάλιστα ὅταν μάλιστα.3 ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξε καὶ γίνεται χάλαζα." Τἀναντία τῷ Ἀναξαγόρᾳ, φησίν, ὁ ἡμέτερος ὑποτίθεται λόγος· ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὡς ἐν τῷ ἄνω γινόμενον τόπῳ τῷ κατεψυγμένῳ τὸ νέφος γίνεται χάλαζα, ἡμεῖς δὲ τοὐναντίον, ὅταν ἐν τῷ κάτω γίνηται τόπῳ τῷ θερμῷ, τότε γίνεται χάλαζα, καὶ ὅταν μᾶλλον ὄντος θερμοῦ τοῦ περιέχοντος μᾶλλον αὐτὸ τὸ ψυχρὸν ἀντιπεριστῇ, ὡς ἐν τῷ βάθει πολὺ γενέσθαι συνωθούμενον ὑπὸ τῆς ἔξωθεν ἀλέας, μᾶλλον γίνεται ὕδωρ, ἐπιτεινομένης δὲ μᾶλλον ὑπὸ τοῦ ψύχους τῆς πιλήσεως, ἅμα τὸ ὕδωρ καὶ χάλαζα πηγνύμενον γέγονεν.

「そしてこのことは、アナクサゴラスが言うのとはまさに反対に生じる。なぜなら彼は、[雲が]冷たい空気へと昇っていく時にこれを受動する(霰になる)と言うのに対し、われわれは温かい空気へと下降する時、それも最も温かい空気の時に最もそうなる、と言うからである。そして、外の熱によって冷がさらに一層内側へと反包囲される時、水を作った上で[それを]凝固させ、霰が生じるのである。」 われわれの議論はアナクサゴラスと正反対のことを仮定している、と彼は言う。なぜなら、かの人は、雲が冷却された上の場所において生じる時に霰になると述べていたのに対し、われわれは逆に、温かい下の場所において生じる時に霰となり、周囲がより温かいことによって冷そのものがより一層反包囲され、外部からの熱によって押し合わされて深部で多量になる時に、より多くの水となり、冷によって緊縮が一層強まることで、水は凝固すると同時に霰となる〔と言う〕からである。

構文注3 件
  1. 1.108ἐᾶσαν

    動詞 ἐάω のアオリスト能動態分詞中性単数主格(対格と同形)。主語である τὸ ἐν τῷ βάθει θερμὸν αὐτό と性・数・格が一致し、「自身の基体を離れて(遺棄して)」という反実的・不可能な前提行為を表す。

  2. 1.108χωριστὴν γὰρ αὐτῶν τὴν οὐσίαν ἔχουσιν

    前の文の否定(性質が別の基体に移行することは不可能である)に対する背理的理由づけ。「もしそうだとすれば、性質が[基体から]分離した実体を持つことになってしまう」という含意をもつ簡潔な表現として解釈される。

  3. 1.109καὶ μάλιστα ὅταν μάλιστα

    アリストテレス特有の極めて切り詰めた省略的表現。直前の ὅταν εἰς τὸν θερμὸν κατέλθῃ を受けて、「[温かい空気へと下降する時に生じ、]とりわけ最も[温かい空気の中へと下降する]時に最も[激しく霰が生じる]」という反復要素が省略されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:126.16-128.2