- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:61.29-63.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが挙げた素数・合成数・等辺数・長方形数などの例について、アレクサンドロスの幾何学的解釈を退けて数の性質として確定し、さらに自体的の二つの様態のいずれにも属さないものを付帯性と規定したうえで、不可分な付帯性と自体的付帯性の区別基準を論じる。
" Καὶ τὸ πρῶτον καὶ σύνθετον καὶ ἰσόπλευρον καὶ ἑτερόμηκες." Καὶ ταῦτα, φησί, καθ’ αὑτὰ ὑπάρχει τῷ ἀριθμῷ, διότι ἐν τῷ ἑκάστου τούτων ὁρισμῷ τὸ ὑποκείμενον αὐτοῖς, λέγω δὴ τὸν ἀριθμόν, παραλαμβάνομεν. ἰστέον δ’ ὅτι ὁ Ἀλέξανδρος πρῶτον1 ἀριθμὸν ἀκούει ἐνταῦθα οὐ τὸν καθ’ αὑτὸν πρῶτον ἀλλὰ τὸν πρὸς ἄλλον πρῶτον. ἔστι δὲ πρῶτος ἀριθμὸς ὁ ὑπὸ μονάδος μόνης μετρούμενος, οἷον ὁ εʹ, ὁ ζʹ, ὁ ιαʹ, ὁ ιζʹ. οὔτε γὰρ ὑπὸ δυάδος οὔτε ὑπ’ οὐδενὸς ἄλλου ἀριθμοῦ μετροῦνται οὗτοι πλὴν ὑπὸ μονάδος μόνης. σύνθετοι δὲ καλοῦνται ἀριθμοὶ οἱ ἐκ μονάδος καὶ ἄλλου τινὸς ἢ τινῶν ἄλλων ἀριθμῶν μετρούμενοι, οἷον ὁ ςʹ· καὶ γὰρ ὑπὸ δυάδος καὶ τριάδος καὶ μονάδος· ὁμοίως καὶ ὁ θʹ ὑπό τε μονάδος καὶ τριάδος. πρὸς ἀλλήλους δὲ πρῶτοι λέγονται ἀριθμοὶ οἱ μονάδι μόνῃ μετρούμενοι κοινῷ μέτρῳ· οἷός ἐστιν ὁ ζʹ καὶ ὁ ιαʹ· ὑπὸ μόνης γὰρ μονάδος ὡς κοινοῦ μέτρου μετροῦνται. ὅτι δὲ οὐχ ὡς φησὶν ὁ Ἀλέξανδρος τοὺς πρὸς ἀλλήλους πρώτους ἐνταῦθα παρέλαβεν ἀλλὰ τοὺς ἁπλῶς πρώτους, φανερὸν ἐξ ὧν οὐκ εἶπεν ὁ Ἀριστοτέλης πληθυντικῶς πρώτους ἀριθμοὺς ἀλλὰ πρῶτον. ὁμοίως καὶ τὸ ἰσόπλευρον καὶ ἑτερόμηκες ὁ Ἀλέξανδρος οὐκ ἐπὶ ἀριθμῶν ἀλλ’ ἐπὶ σχημάτων ἔλαβεν, ὅπερ ἦν καὶ εἰκὸς ἐπινοῆσαι. οὐ μὴν ὁ Ἀριστοτέλης ἐπὶ σχημάτων ταῦτα τέθεικεν ἀλλ’ ἐπὶ ἀριθμῶν· καὶ γάρ φαμεν ἰσοπλεύρους ἀριθμοὺς εἶναι τοὺς τετραγώνους, οἷον τὸν θʹ, διότι τοῦ γʹ ἐφ’ ἑαυτὸν πολυπλασιασθέντος γέγονεν· ἑτερομήκεις δὲ τοὺς ἐξ ἀνίσων ἀριθμῶν πολυπλασιασθέντων γενομένους· οἷον τὸν ιςʹ ἑτερομήκη λέγομεν· σύγκειται γὰρ ἐκ τοῦ εʹ ἐπὶ τὸν γʹ πολυπλασιασθέντος. ὅτι δὲ οὐκ ἐπὶ σχημάτων ἔλαβε τὸ ἰσόπλευρον καὶ ἑτερόμηκες ἀλλ’ ἐπ’ ἀριθμῶν, ἐδήλωσεν ἐξ ὧν ἐπήγαγε λέγων·
「そして素なるもの、合成されたもの、等辺なるもの、長方形なるもの。」 そしてこれらも、それら各々の定義の中にそれらの主語、すなわち数を取り入れるがゆえに、数に自体的に成り立つ、と彼は言う。そして、アレクサンドロスはここで「素なる数」を、それ自体として素なる数ではなく「他に対して素なる数」と解していることを知るべきである。素なる数とは、ただ単位(一)によってのみ測られる数、例えば五、七、十一、十七である。なぜなら、これらは二によっても、他のいかなる数によっても測られず、ただ単位によってのみ測られるからである。他方、合成された数と呼ばれるのは、単位と何らかの他の数あるいは他の複数の数によって測られるものであり、例えば六である。実際、六は二と三と単位によって測られるからである。同様に九も、単位と三によって測られる。他方、互いに素と言われる数は、共通の尺度として単位によってのみ測られる数であり、例えば七と十一がそうである。共通の尺度としてただ単位によってのみ測られるからである。しかし、アレクサンドロスが言うように彼がここで互いに素なる数を取り入れたのではなく、端的に素なる数を取り入れたのだということは、アリストテレスが複数形で「素なる数たち」とは言わず「素なるもの」と単数で言ったことから明らかである。同様にアレクサンドロスは、「等辺なるもの」と「長方形なるもの」を数についてではなく図形について解したが、これはそう着想することももっともなことではあった。しかしながら、アリストテレスはこれらを図形について置いたのではなく、数について置いたのである。実際、我々は平方数を等辺数と呼ぶが、例えば九がそうであり、これは三が自身に乗じられたことによって生じたからである。他方、等しくない数どうしが乗じられて生じた数を長方形数と呼ぶ。例えば我々は十六[十五]を長方形数と呼ぶ。五が三に乗じられたことから成り立っているからである。そして、彼が「等辺なるもの」と「長方形なるもの」を図形についてではなく数について取ったということは、彼が続けて次のように述べていることから明瞭にされた。
"Καὶ πᾶσι τούτοις ἐνυπάρχουσιν ἐν τῷ λόγῳ τῷ τί ἐστι λέγοντι ἔνθα μὲν γραμμὴ ἔνθα δ’ ἀριθμός." Τουτέστιν ἐν τοῖς ὁρισμοῖς πάντων τῶν εἰρημένων ἐνυπάρχει τὰ ὑποκείμενα αὐτοῖς, ἐν τισὶ μὲν γραμμή, δηλονότι ἐν τῷ ὁρισμῷ τοῦ περιφεροῦς καὶ τοῦ εὐθέος, ἐν τισὶ δὲ ἀριθμός, ἐν τοῖς λοιποῖς πᾶσιν. ὅτι δὲ ἐν τῷ ὁρισμῷ τοῦ ἰσοπλεύρου καὶ ἑτερομήκους τὴν γραμμὴν ὡς ὑποκείμενον οὐ παραλαμβάνομεν, σαφές· οὔτε γὰρ ὑπόκειται τούτοις ἡ γραμμὴ ἀλλὰ τὸ σχῆμα, καὶ εἰσὶ πάθη οὐ τῆς γραμμῆς ἀλλὰ τοῦ σχήματος. ὥστε καὶ τούτοις δῆλον ὅτι τὸν ἀριθμὸν ὑποκεῖσθαι βούλεται.
「そしてこれらすべてにおいて、何であるかを語る説明の中に、あるものには線が、あるものには数が内在している。」 すなわち、言われたすべてのものの定義の中に、それらの主語が内在しているのであり、あるものの中には線が(明らかに、曲線や直線の定義の中に)、またあるものの中には数が(残りのすべてのものの中に)内在している。そして、「等辺なるもの」と「長方形なるもの」の定義の中に主語として線を取り入れないことは明白である。線はこれらに基底しているのではなく図形が基底しているのであり、これらは線の状態ではなく図形の状態だからである。したがって、彼がこれらにも数を基底するものとして意図していることは明らかである。
"Ὅσα δὲ μηδετέρως ὑπάρχει, συμβεβηκότα." Τουτέστιν ὅσα δὲ μήτε ἐν τῷ ἑαυτῶν ὁρισμῷ τὸ ὑποκείμενον λαμβάνει μήτε ἐν τῷ τοῦ ὑποκειμένου ὁρισμῷ τὸ κατηγορούμενον παραλαμβάνεται, ταῦτα καλῶ συμβεβηκότα· οἷον, φησί, τὸ μουσικὸν ἢ τὸ λευκὸν τῷ ζῴῳ, ἅπερ καὶ χωρίζεσθαι αὐτοῦ πέφυκε. τί οὖν; ζητήσειεν ἄν τις, καὶ ἃ μὴ χωρίζονται τῶν συμβεβηκότων, ταῦτα καθ’ αὑτά φαμεν, οἷον τὸ μέλαν τῷ κόρακι; οὐδαμῶς· αὐτὸς γὰρ διωρίσατο τίνα φησὶ καθ’ αὑτὰ τῶν συμβεβηκότων ὑπάρχειν καὶ τοῖς ὑποκειμένοις. ὥστε κἂν ἀχώριστα ᾖ συμβεβηκότα, μὴ συντελῇ δὲ εἰς τὸν τῶν ὑποκειμένων ὁρισμὸν ἢ εἰς τὸν ἑαυτῶν ὁρισμὸν τὰ ὑποκείμενα οὐ παραλαμβάνῃ, οὐκ ἂν εἶεν ταῦτα καθ’ αὑτὰ τοῖς ὑποκειμένοις ὑπάρχοντα.2 καὶ πῶς γνωσόμεθα, ποῖα μὲν τῶν ἀχωρίστων συμβεβηκότων εἰς τὸν ὁρισμὸν τῶν ὑποκειμένων ὀφείλει παραλαμβάνεσθαι ἢ εἰς τὸν ἑαυτῶν ὅρον ἐκεῖνα παραλαμβάνειν, ποῖα δὲ οὔ; φημὶ τοίνυν ὅτι ὅσα τῶν ἀχωρίστων συμβεβηκότων μιᾷ καὶ τῇ αὐτῇ φύσει ὡρισμένως ὑπάρχει καὶ οὐδεμιᾷ ἄλλῃ, ταῦτα καθ’ αὑτὰ ὑπάρχει ἐν ἐκείνοις· ὅσα δὲ μὴ ὡρισμένῃ τινὶ φύσει ὑπάρχει ἀλλὰ δύναται καὶ πλείοσιν ὑπάρχειν, ταῦτα, κἂν ἀχώριστα ᾖ, οὐ λέγεται καθ’ αὑτὰ τοῖς ὑποκειμένοις ὑπάρχειν.
「しかし、いずれの仕方でも成り立たないものは、付帯的である。」 すなわち、自分自身の定義の中に主語を受け入れず、主語の定義の中にもその述語が取り入れられないようなものは、私は付帯性と呼ぶ、ということである。例えば、彼が言うように、動物に対する音楽的であることや白いことであり、これらは本性上それから離散しうるものである。では何か、と誰かが問うかもしれない。付帯性のうち離散しないもの、例えばカラスに対する黒いことなどは、我々は自体的と呼ぶのか、と。決してそうではない。なぜなら彼自身が、付帯性のうち主語に対して自体的に成り立つと自分が語るものはどのようなものかを規定したからである。したがって、たとえ不可分な付帯性であっても、主語の定義へと寄与しないか、自分自身の定義の中に主語を取り入れないならば、それらは主語に対して自体的に成り立つものとはなりえないであろう。では、不可分な付帯性のうち、どれが主語の定義へと取り入れられるべきもの、あるいは自分自身の定義の中に主語を取り入れるべきものであり、どれがそうではないかを、我々はいかにして知るのか。そこで私は次のように言う。不可分な付帯性のうち、単一の同じ自然本性に対して限定されて成り立ち、他のいかなるものにも成り立たないものは、それらの内に自体的に成り立つ。しかし、限定されたある自然本性に成り立つのではなく、より多くのものにも成り立ちうるものは、たとえ不可分であっても、主語に自体的に成り立つとは言われないのである。
- 1.82ὅτι δὲ οὐχ ὡς φησὶν ὁ Ἀλέξανδρος τοὺς πρὸς ἀλλήλους πρώτους ἐνταῦθα παρέλαβεν ἀλλὰ τοὺς ἁπλῶς πρώτους, φανερὸν ἐξ ὧν οὐκ εἶπεν ὁ Ἀριστοτέλης πληθυντικῶς πρώτους ἀριθμοὺς ἀλλὰ πρῶτον
文頭の ὅτι 節全体が文の主語節として機能し、述語形容詞 φανερόν に係っている。その判断の論拠を示す句として前置詞句 ἐξ ὧν...(=ἐκ τούτων ἅ...、関係代名詞の先行詞の取り込み)が後続し、引用文における単数形 πρῶτον の使用が証拠として提示されている。
- 1.84ὥστε κἂν ἀχώριστα ᾖ συμβεβηκότα, μὴ συντελῇ δὲ εἰς τὸν τῶν ὑποκειμένων ὁρισμὸν ἢ εἰς τὸν ἑαυτῶν ὁρισμὸν τὰ ὑποκείμενα οὐ παραλαμβάνῃ, οὐκ ἂν εἶεν ταῦτα καθ’ αὑτὰ τοῖς ὑποκειμένοις ὑπάρχοντα
κἂν(=καὶ ἄν)+接続法 ᾖ による譲歩条件節(「たとえ不可分な付帯性であっても」)の中に、δέ で続けられ ἢ で結ばれた否定条件の二肢(μὴ συντελῇ... ἢ... οὐ παραλαμβάνῃ)が配されている。主節は潜在を表す ἄν+希求法(οὐκ ἂν εἶεν...)であり、「これらは自体的に成り立つものではありえない」という帰結を導いている。
